- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:421.18-422.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯论证触觉的对立并不类比于其他感觉中诸如痛苦与快乐之类的属性,且领会多种对立并不能推导出触觉是多种的。随后他分析了引文(422b17)中“相同说法”的含义及连词“因为”的句法关联,并阐明了随后提出的关于触觉的一与多、以及肉是器官还是媒介的两个疑难。
ὥστε εἰ καὶ τοῖς αἰσθητοῖς πᾶσι παρακολουθεῖ, οὐ λέγω μόνοις ἀκουστοῖς ἀλλὰ πᾶσιν ἁπλῶς, τὸ ἄλλα ἄλλων 〈μᾶλλον〉ἐπιτεταμένην ἔχειν τὴν οἰκείαν ποιότητα ἢ ἀνειμένην, ὅπερ ἔλαβεν ὁ Ἀριστοτέλης μέγα καὶ μικρόν, ὁμοίως καὶ τὸ ἥδειν ἢ λυπεῖν, καθ’ ὃ ἔλαβεν τὸ τραχὺ καὶ λεῖον ἐπὶ τῆς ἀκοῆς, οὐκ ἄρα αἰσθητῶν διαφορὰν τὰ τοιαῦτα ποιήσειεν,1 ἐπεὶ μηδὲ τάχος καὶ βραδυτὴς διαφορὰν ἐποίει κινήσεων. ὁπότε δὲ καὶ ἐπὶ μιᾶς μόνης αἰσθήσεως τοῦτο συνέβαινεν, οὐδ’ οὕτως διαφορὰν ἐποίει αἰσθητῶν. τὸ γὰρ μέγα καὶ μικρὸν παντὶ ψόφῳ παρακολουθεῖ, ὁμοίως καὶ τὸ τραχὺ καὶ λεῖον· οὐκ ἄρα διαφορὰ ψόφων τὰ τοιαῦτα. οὐ πάσῃ δ’ ἁπτῇ ποιότητι παρακολουθεῖ τραχύτης καὶ λειότης ἢ τὸ κραῦρον καὶ γλίσχρον· ἀλλ’ οὐδὲ αὐταὶ αἱ συστατικαὶ τῶν σωμάτων ποιότητες, θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης ἀλλήλαις παρακολουθοῦσιν, ὡς τῷ ψόφῳ τὸ μέγεθος ἢ ἡ σμικρότης, ἀλλὰ διάφοροι οὖσαι καὶ ἐξηλλαγμέναι κατ’ εἶδος συμπλέκονται εἰς σύστασιν τῶν σωμάτων. ἐκεῖ δὲ τοῦ ποσοῦ τῆς φωνῆς ἐστι τὸ μέγα καὶ μικρόν, καὶ τοῦ ποιοῦ τὸ τραχὺ καὶ λεῖον, οὐ μὴν ποιότητες. ἄλλως τε ὁμολογοῦμεν ὡς ταύτῃ διαφέρει ἡ ἁφὴ τῶν ἄλλων· εἰ δὲ τοῦτο ποιεῖ μὴ μίαν εἶναι αἴσθησιν τὴν ἁφὴν ἀλλὰ πλείους, ζητητέον. μήποτε δ’ ὥσπερ ἔδοξε μὲν μόνη ἡ ὄψις κατ’ ἐκπομπὴν ποιεῖσθαι τὰς ἀντιλήψεις τῶν ὁρατῶν, μηδεμιᾶς ἄλλης ὑπονοηθείσης τοιοῦτό τι ποιεῖν, οὕτω καὶ ἡ ἁφὴ ἔσχεν τι ἐξαίρετον τὸ πλειόνων ἀντιθέσεων ἀντιλαμβάνεσθαι. ὅλως δὲ τὸ λέγειν ὅτι πλειόνων ἀντιλαμβάνεται ἐπιστῆσαι μέν ἐστι τῷ ἐξαιρέτῳ αὐτῆς παρὰ τὰς ἄλλας, οὐ μὴν [ἔτι] ἤδη διὰ τοῦτο ἀνάγκη καὶ μὴ μίαν αὐτὴν εἶναι ἀλλὰ πλείους. εἰ γὰρ διὰ τοῦτο πλείους, ἐπειδὴ ὅλως ἔσχεν τινὰ διαφορὰν πρὸς τὰς ἄλλας, διὰ τί μὴ μᾶλλον μία ἐκ τοῦ ἓν εἶναι τὸ αἰσθητήριον; περὶ γὰρ τῆς γλώττης ἀπελογισάμεθα ὅτι οὐχ ὡς γλῶττα ἁπτική ἐστιν, ἀλλ’ ᾗ πᾶν τὸ σῶμα τοιοῦτόν ἐστιν· καὶ τὸ ὀπτικὸν γοῦν αἰσθητήριον καὶ τὰ λοιπὰ ἅμα καὶ ἁπτικά ἐστιν. ὥστε οὐδὲν ἐναργὲς τεκμήριον οὐδὲ πιθανός τις λόγος δείκνυσι τὴν ἁφὴν μὴ μίαν οὖσαν αἴσθησιν ἀλλὰ πλείους. Περὶ δὲ τοῦ ἁπτοῦ καὶ περὶ ἁφῆς ὁ αὐτὸς λόγος. ποῖος; ὅτι ἀπὸ τῶν ἀντικειμένων ἀρκτέον, ὅτι κἀνταῦθα διὰ τοῦ μεταξὺ ἀντίληψις, ὅτι κἀνταῦθα περὶ ἓν γένος καὶ μίαν ἀντίθεσιν ἡ ἐνέργεια τῆς ἁφῆς, ὅσον γε ἐκ τῆς πρὸς τὰς λοιπὰς ἀκολουθίας. εἰ γὰρ ἡ ἁφὴ μὴ μία ἐστὶν αἴσθησις ἀλλὰ πλείους, ἀναγκαῖον καὶ τὰ 〈ἁπτὰ〉 αἰσθητὰ πλείω εἶναι. ὁ γάρ σύνδεσμος αἰτίας σημαίνων ἀπόδοσιν2 ποιεῖ τὴν ὅλην τοῦ ῥητοῦ διάνοιαν τοιαύτην· ἐπειδὴ περὶ ἁφῆς καὶ περὶ ἁπτοῦ ὁ αὐτός ἐστι λόγος (ὡς γὰρ ἂν ἔχῃ τὸ ἁπτόν, οὕτως ἀνάγκη καὶ τὴν ἁφὴν ἔχειν, καὶ ἔμπαλιν), ἐξ ἀνάγκης δήπου, εἴτε πλείονα εἶεν τὰ ἁπτά, πολλὰς εἶναι καὶ τὰς ἁφάς, εἴτε αἱ ἁφαὶ πλείους, καὶ τὰ ἁπτὰ πλείονα εἶναι, εἴπερ ὁ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων. δυνατὸν δὲ τὸν γάρ σύνδεσμον μὴ πρὸς τὰ προειρημένα ἀποδοῦναι, ἀλλὰ πρὸς τὴν τῶν ἐπαγομένων διάνοιαν. ἔσται δὲ σαφὴς ἡ διάνοια τοῦ ῥητοῦ τὴν τάξιν παραμείψασι τοιῶσδε·3 ἔχει δὲ ἀπορίαν πότερον πλείους εἰσὶν ἢ μία· εἰ γὰρ τὰ ἁπτὰ αἰσθητὰ πλείω ἐστίν, ἀναγκαῖον καὶ τὴν ἁφὴν μὴ μίαν αἴσθησιν εἶναι, ἀλλὰ πλείους. ἴσως δὲ καὶ ὡς ἀντιστρέφοντος τοῦ λόγου ἀδιαφόρως ἐχρήσατο· ἔδει γάρ, ὡς εἶπον, οὕτως εἰπεῖν ὅτι εἰ τὰ ἁπτὰ πλείω, καὶ αἱ ἁφαὶ πλείους, ἵνα ἐκ τῶν ὡμολογημένων τὰ ἄδηλα κατασκευάσῃ· νῦν δὲ τοὐναντίον εἶπεν ‘εἰ αἱ ἁφαὶ πλείους, καὶ τὰ ἁπτά.’ δυνατὸν δέ, ὡς εἶπον, καὶ ὑπερβιβάσαι τὴν λέξιν. προτίθεται οὖν ἐντεῦθεν ἀπορητικῶς τὰ εἰρημένα μοι ἐν τῇ προθεωρίᾳ δύο προβλήματα δεῖξαι, πότερον μία ἐστὶν ἡ ἁπτικὴ αἴσθησις ἢ πλείους, καὶ πότερον ἡ σάρξ ἐστιν τὸ αἰσθητήριον τῶν ἁπτῶν, ὡς ἡ ὄψις τῶν ὁρατῶν, καὶ ἐν τοῖς ἄλλοις ζῴοις τοῖς οὐκ ἔχουσι σάρκα ἀνάλογον [δέ] τι τῇ σαρκί (ἔστι γάρ τινα τῶν ζῴων, ἃ οὐκ ἔχει μὲν σάρκα, ἀνάλογον δέ τι τῇ σαρκί, ὥσπερ τὰ ἔντομα, μύρμηκες καὶ μυῖαι καὶ τὰ ὅμοια) ἢ οὐκ ἔστι μὲν ἡ σὰρξ τὸ αἰσθητήριον, οὐδὲ τὸ ταύτῃ ἀνάλογον, ἀλλ’ αὐτὴ μέν ἐστι μεταξὺ δι’ ἧς ἡ αἴσθησις, ὥσπερ ἦν καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ μεταξὺ τῶν τε αἰσθητῶν καὶ τῶν αἰσθητηρίων, τὸ δὲ κυρίως καὶ πρώτως αἰσθανόμενον τῶν ἁπτῶν ἄλλο τί ἐστιν ἔνδον τῆς σαρκὸς ἀνάλογον [ἐν] τοῖς ἄλλοις αἰσθητηρίοις.
因此,即使在所有感觉对象中——我并非仅指可听之物,而是无条件地指所有感觉对象——都伴随着某些事物比其他事物具有更为加强或减弱的固有性质这一情况(亚里士多德正是将此当作“大与小”),同样亦伴随着引起快乐或痛苦(根据这一点他在听觉中认定了“粗糙与平滑”),这类事物亦不会构成感觉对象的种差,正如快与慢并未构成运动的种差一样。而且,即使这种情况仅发生在单一感觉之中,亦同样不构成感觉对象的种差。因为“大与小”伴随每一种声音,同样“粗糙与平滑”亦是如此;因此这类事物并非声音的种差。然而,粗糙与平滑,或者松脆与粘滞,并不伴随每一种可触知的性质;甚至构成物体的性质本身,即热、冷、干、湿,亦并不像大小伴随声音那样相互伴随,而是作为在种上不同且各别的性质结合在物体的构成之中。在声音的情况下,大与小属于声音的量,粗糙与平滑属于声音的质,而决非性质本身。此外,我们承认触觉在这方面异于其他感觉;但这一点是否使得触觉不是单一感觉而是多种感觉,尚需探求。或许,正如唯独视觉似乎通过向外发射来领会可见之物,而没有其他任何感觉被怀疑做出类似之事一样,触觉亦可能具有某种特异之处,即领会多种对立。总之,说它领会多种对立,乃是着眼于它相对于其他感觉的特异性,但绝非因此就必然要求它不是单一感觉而是多种感觉。因为如果因为整体上与其余感觉有某种差异就被认为是多种感觉,那么基于感觉器官是单一的这一事实,为何它不更应当是单一的呢?因为关于舌头,我们已经解释过,它并非作为舌头而具有触觉,而是就整个身体是如此而言具有触觉;无论如何,视觉器官及其他器官亦同时是触觉器官。因此,既无明证亦无任何具有说服力的论据表明触觉不是一种感觉而是多种感觉。 “关于可触知之物以及关于触觉,存在着相同的说法。”何种说法?即:必须从对立面开始;在这里领会亦是通过媒介进行的;在这里触觉的活动亦关乎一个属和一种对立,至少从与其余感觉的一致性来看是如此。因为如果触觉不是一种感觉而是多种感觉,那么可触知的感觉对象必然亦是多种。表示原因说明的连词“因为”使得原文的整体含义如下:既然关于触觉与关于可触知之物存在着相同的说法(因为无论可触知之物处于何种状态,触觉亦必然处于何种状态,反之亦然),那么毫无疑问必然地,若可触知之物是多种,触觉亦是多种;若触觉是多种,可触知之物亦是多种,如果在两者上确实存在着相同的说法。然而,亦可以不将连词“因为”归于前文,而是归于后文的含义。若将语序调整如下,原文的含义便会清晰:“然而这包含着疑难:它们是多种还是一种;因为如果可触知的感觉对象是多种,触觉亦必然不是单一感觉,而是多种。”或许,鉴于这一命题是可换位的,〔亚里士多德〕便无差别地使用了这一表述;因为正如我所说,他本应当这样说:“如果可触知之物是多种,触觉亦是多种”,以便从公认的事物确立不明晰的事物;而现在他却反过来说“如果触觉是多种,可触知之物亦是[多种]”。但正如我所说,亦可以对文句作语序倒装。因此,从这里开始,他以疑难的形式提出我在导论中陈述的两个问题:触觉是一种感觉还是多种感觉;肉是否为可触知之物的感觉器官(正如视觉对于可见之物一样),以及在不具有肉的其他动物中是否是某种与肉类比的事物(因为确实有些动物不具有肉,但具有与肉类比的某种事物,如昆虫、蚂蚁、苍蝇及类似之物),抑或肉以及与肉类比之物并非感觉器官,而〔肉〕本身是感觉借以发生的媒介(正如在其余感觉中在感觉对象与感觉器官之间存在媒介一样),而真正且首要感知可触知之物的则是肉内部的某种别的事物,与其余感觉器官相类比。
- 2.209ὥστε εἰ καὶ τοῖς αἰσθητοῖς πᾶσι παρακολουθεῖ ... οὐκ ἄρα αἰσθητῶν διαφορὰν τὰ τοιαῦτα ποιήσειεν
由 ὥστε 引出的长条件句。条件从句(εἰ καὶ...)的主语是带冠词不定式短语 τὸ ... ἔχειν 及其并列项 τὸ ἥδειν ἢ λυπεῖν。主句为 οὐκ ἄρα αἰσθητῶν διαφορὰν τὰ τοιαῦτα ποιήσειεν(表潜能的祈愿语气),其中 τὰ τοιαῦτα 概括复指前面的长不定式短语作为语法主语。
- 2.209ὁ γάρ σύνδεσμος αἰτίας σημαίνων ἀπόδοσιν
对亚里士多德正文(422b17)中连词 γάρ 的句法功能的注解。斐洛波诺斯提出了两种解释:(1) 视为说明前文的理由(αἰτίας σημαίνων ἀπόδοσιν);(2) 视为通过倒装(ὑπερβιβασμός)关联至后文接续的思想(τὴν τῶν ἐπαγομένων διάνοιαν)。
- 2.209ἔσται δὲ σαφὴς ἡ διάνοια τοῦ ῥητοῦ τὴν τάξιν παραμείψασι τοιῶσδε
与格分词短语 τὴν τάξιν παραμείψασι 用作评判与格(dativus iudicantis),意为“对于将词序作如下调换的人来说,原文的含义将变得明晰”。
