- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:420.2-421.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯反驳了舌头独特地兼具触觉器官的观点以及触觉必然需要媒介的主张,并援引《物理学》中关于伴随整个属的属性的学说,批判了亚里士多德对触觉涉及多重对立的解释。
τὸ γὰρ λέγειν ὅτι ἡ γλῶττα γευστικόν τέ ἐστι καὶ ἁπτικὸν γελοῖον· τὴν γὰρ ἁπτικὴν αἴσθησιν οὐχ ἡ γλῶττα μόνη ἔχει, ἀλλ’ ὅλον δι’ ὅλου τὸ σῶμα, καὶ εἴρηται ἡ αἰτία, ὅτι ἐκ τούτων συνεστήκαμεν, θερμοῦ ψυχροῦ, ξηροῦ ὑγροῦ. τί οὖν μᾶλλον ἐπὶ τῆς γλώττης ἄμφω συμβέβηκεν ἢ ἐπὶ ὀφθαλμοῦ καὶ ἀκοῆς καὶ τοῦ ὀσφραντικοῦ πόρου; καὶ γὰρ καὶ ταῦτα ἅμα καὶ τοιαῦτά τε καὶ ἁπτικά. τῷ δὲ τὸ γευστικὸν ἁπτόμενον αἰσθάνεσθαι, ὥσπερ τὸ ἁπτικόν, ἔδοξέν τι ἐξαίρετον ἔχειν1 παρὰ τὰ ἄλλα, ἐπεί τοί γε, ὡς εἶπον, οὐδὲν ἰδιάζον ἔχει παρὰ τὰ λοιπά. καὶ δῆλόν ἐστιν ὅτι οὐδ’ οὗτος ἰσχυρὸς ὁ λόγος ὁ λέγων δεῖν ἐπὶ τῆς ἁφῆς τὸ μεταξὺ εἶναι, ἵνα συμφωνῇ πρὸς τὰς ἄλλας αἰσθήσεις. πέντε γὰρ οὐσῶν τῶν αἰσθήσεων αἱ μὲν δύο, ὄψις καὶ ἀκοή, τῶν πορρωτάτω ἀντιλαμβάνονται, αἱ δὲ δύο, ἁφὴ καὶ γεῦσις, τῶν ἐγγυτάτω· αὐτοῦ γὰρ δεῖ θιγεῖν τοῦ αἰσθητηρίου, εἴ γε δέδεικται ὅτι αἰσθητήριον ἡ σάρξ· ἡ δὲ λοιπὴ ἡ ὄσφρησις μέσην εἴληχεν τάξιν, οὔτε τῶν πάνυ πόρρω ἀντιλαμβανομένη οὔτε μὴν [τῶν] αὐτοῦ τοῦ αἰσθητηρίου ἁπτομένων τῶν ὀσφραντῶν. ὥστε μᾶλλον οὕτω ἐχούσης τῆς ἁφῆς καὶ τῆς γεύσεως, ὥσπερ νῦν ἔχει, συμφωνία τις καὶ τάξις σώζεται ἐπὶ τῶν αἰσθήσεων. εἰ μὲν γὰρ αἱ τέσσαρες ὁμοίως τῶν ἔξωθεν ἀντελαμβάνοντο, εἶχεν ἄν πως πιθανότητα τὸ λέγειν ‘διὰ τί μὴ καὶ ἡ λοιπή’; εἰ δὲ μὴ οὕτως ἔχει, ἀλλὰ ἡ μὲν γλῶττα ἁπτομένη, ἡ δὲ ὄσφρησις τῶν πάνυ σύνεγγυς καὶ σχεδὸν τῶν ἁπτομένων, τίς ἡ ἀνάγκη τοῦ καὶ ἁφὴν διὰ τοῦ μεταξὺ ἀντιλαμβάνεσθαι; τὸ γὰρ λέγειν ὅτι καὶ ἡ γεῦσις ἁφή τίς ἐστιν οὐκ ἀληθές· διὰ τί γὰρ μὴ ἡ ἁφὴ γεῦσις; ἐναργῶς γὰρ διακέκριται τά τε αἰσθητήρια αἵ τε δυνάμεις. εἰ δὲ διότι ἁπτομένη γεύεται, διὰ τοῦτο ἁφή, ταύτῃ ἂν εἴποι τις καὶ τὴν ἀκοὴν ὄψιν καὶ τὴν ὄψιν ἀκοήν· ἄμφω γὰρ διὰ τοῦ μεταξύ. τὸ δὲ τῶν ἁπτῶν αἰσθάνεσθαι, ὡς εἶπον, κοινὸν παντὸς τοῦ σώματος. Λείπεται οὖν ζητεῖν, μήποτε ὁ λόγος ἐκεῖνος ἀληθής ἐστιν ὁ λέγων2 ὅτι πᾶσα αἴσθησις περὶ μίαν ἔχει ἀντίθεσιν αἰσθητῶν καὶ περὶ ἕν τι καὶ κοινὸν γένος τὸ προσεχές, ὄψις μὲν περὶ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξὺ καὶ τὸ κοινὸν τούτων γένος τὸ χρῶμα, ἀκοὴ περὶ τὸν ὀξὺν καὶ βαρὺν καὶ τὸ κοινὸν γένος τὸν ψόφον, γεῦσις περὶ τὸ γλυκὺ καὶ πικρὸν καὶ τὸ μεταξὺ καὶ τὸ κοινὸν τούτων γένος τοὺς χυμούς, ἡ δὲ ὄσφρησις ὡς ἀμυδρὰ οὔτε τὰ εἴδη διέκρινεν οὔτε τὸ γένος, διὰ τὸ μηδὲ τὰ εἴδη διακρῖναι, ἐναργῶς δὲ ἐπὶ τῆς ἁφῆς πολλαὶ ἀντιθέσεις, ὡς εἴρηται, καὶ οὐδὲ ὑπό τι κοινὸν καὶ προσεχὲς ἀναγόμεναι γένος. ἐδείξαμεν δὲ καὶ ὅτι οὐκ ἔστιν ἐπὶ τῶν ἄλλων τὸ ὅμοιον· τὸ γὰρ μέγα καὶ μικρὸν τὸ ἐπὶ ψόφου καὶ τὸ τραχὺ καὶ λεῖον ἔστιν ἐπὶ παντὸς αἰσθητοῦ κατὰ ἀναλογίαν. τοιοῦτον γάρ ἐστιν ἐπὶ μὲν ὁρατῶν τὸ σφοδρὸν καὶ κατακορὲς μέλαν καὶ τὸ ἀμυδρότερον, ἐπὶ γεύσεως τὸ σφόδρα γλυκὺ καὶ ἧττον γλυκύ, ὁμοίως καὶ ἐπὶ ὀσφραντῶν· τό τε τραχὺ καὶ λεῖον ἐπὶ τῆς ἀκοῆς εἰ τὸ λυποῦν τε καὶ ἧδον ἦν, τὸ αὐτὸ δὲ τοῦτο ἐπὶ πάσης αἰσθήσεώς ἐστιν. δῆλον δήπου ὅτι οὐ καλῶς εἴληπται ταῦτα παρὰ Ἀριστοτέλους· ταῦτα μὲν γὰρ παντὶ αἰσθητῷ παρακολουθεῖ, οὐ διαφορὰν αἰσθητῶν ποιοῦντα. ὡς γὰρ αὐτὸς ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἔδειξεν, ἅπερ παντὶ τῷ γένει παρακολουθεῖ, ταῦτα οὐ ποιεῖ εἰδῶν διαφοράν. ἔχει δ’ ἐπὶ λέξεως τὰ ἐν τῇ Φυσικῇ οὕτως “διὸ οὐκ εἴδη κινήσεως τάχος καὶ βραδυτής, ὅτι πάσαις ἀκολουθεῖ ταῖς διαφόροις κατ’ εἶδος. ὥστε οὐδὲ βαρύτης καὶ κουφότης ἡ εἰς τὸ αὐτό,3 οἷον γῆς πρὸς αὑτὴν καὶ πυρὸς πρὸς αὐτό”. λέγεται γὰρ ἄλλη ἄλλης γῆ βαρυτέρα ἢ κουφοτέρα, ἀλλ’ οὐ ποιεῖ τοῦτο διαφορὰν γῆς. πᾶσα γὰρ γῆ ἄλλης μέν ἐστι βαρυτέρα, ἄλλης δὲ καὶ κουφοτέρα· ὁμοίως καὶ πῦρ πυρὸς κουφότερον ἢ βαρύτερον. διὸ οὐ διαφέρει πῦρ πυρὸς ταύτῃ ἢ γῆ γῆς, γῆ δὲ πυρός· οὔτε γὰρ ἡ ἐν τῷ πυρὶ κουφότης τινὶ γῇ παρακολουθεῖ οὔτε ἡ ἐν τῇ γῇ βαρύτης τινὶ πυρί. καὶ πᾶσα δὲ κίνησις ἄλλης μέν ἐστι ταχυτέρα, ἄλλης δὲ βραδυτέρα.
因为说舌头既是味觉器官又是触觉器官是荒谬的;因为并非唯独舌头具有触觉,而是整个身体彻头彻尾都具有触觉,且其原因已经被说明:我们是由这些构成的,即热、冷、干、湿。那么,为何这两者发生在舌头上,胜过发生在眼、听觉和嗅道上呢?因为这些器官亦同时是这样的,且是触觉性的。但由于味觉器官如同触觉器官一样通过接触而感知,便显得比其他器官具有某种特异之处,然而正如我所说的,它相对于其余器官并无任何专有特征。显然,声称触觉中必须有媒介以便与其他感觉相协调的这一论据,亦并不强有力。因为在五种感觉中,两门感觉(视觉与听觉)领会最远之物,而两门感觉(触觉与味觉)领会最近之物;因为必须触及感觉器官本身,如果确实已经证明肉就是感觉器官的话;而其余的一种感觉即嗅觉则占据了中间的等级,既不领会极远之物,可闻之物亦不接触感觉器官本身。因此,正如触觉与味觉现在所处的状态一样,由于它们更处于这种状态,某种协调与秩序反而在诸感觉中得以保全。因为如果四种感觉都同样领会来自外部之物,那么说“为何其余的一种不亦是如此呢?”或许还有某种说服力;但如果事实并非如此,而是舌头通过接触[而感知],嗅觉领会极近且几乎触及之物,那么何来必然性要求触觉亦必须通过媒介来领会呢?因为说味觉亦是一种触觉是不真实的;因为为何触觉不是味觉呢?感觉器官与感觉能力显然都被区分开来了。如果因为通过接触而品味,就因此断定它是触觉,那么依此人们亦可以说听觉是视觉、视觉是听觉了;因为两者都是通过媒介来进行的。然而感知可触知之物,正如我所说,是整个身体所共有的。 因此,剩下的就是去探求:声称每一门感觉都关乎感觉对象的一种对立,且关乎一个单一而共通的邻近之属的那种说法,是否或许是真实的?视觉关乎白与黑、其中间物以及它们的共通之属即颜色;听觉关乎高音与低音以及共通之属即声音;味觉关乎甜与苦、其中间物以及它们的共通之属即味道;而嗅觉由于微弱,既未区分各个种亦未区分属,这是因为甚至未能区分各个种的缘故;然而在触觉中显然存在着许多种对立,如前所述,且并不归属于任何单一共通且邻近之属。我们亦已表明,在其余感觉中并无类似的情形;因为声音中的大与小以及粗糙与平滑,依类比存在于每一种感觉对象中。因为在可见之物中,强烈饱满的黑与较暗淡的黑正是如此,在味觉中极甜与较不甜亦是如此,在可闻之物中同样如此;如果听觉中的粗糙与平滑是指令人痛苦与令人愉悦之物,那么这同一事物存在于每一种感觉中。显然,这些观点并未被亚里士多德妥当地把握;因为这些是伴随着每一种感觉对象的,并不造成感觉对象的差异。因为正如他自己在《物理学》第五卷中所展示的,凡是伴随整个属的事物,都不造成种的差异。而在《物理学》中的文字按字面是这样的:“因此,快与慢不是运动的种,因为它们伴随着所有在种上不同的运动。因此,朝向同一位置的重与轻亦不是,例如土相对于土本身以及火相对于火本身。”因为一种土被称为比另一种土更重或更轻,但这并不构成土的差异。因为任何土都比另一种土重,但亦比另一种土轻;同样,火亦比火更轻或更重。因此,火在这方面并不异于火,土亦不异于土,而是土异于火;因为火中的轻不伴随任何土,土中的重亦不伴随任何火。而任何运动亦都比另一种运动快,但比另一种运动慢。
- 2.209τῷ δὲ τὸ γευστικὸν ἁπτόμενον αἰσθάνεσθαι, ὥσπερ τὸ ἁπτικόν, ἔδοξέν τι ἐξαίρετον ἔχειν
带冠词的不定式与格结构 τῷ τὸ γευστικὸν ἁπτόμενον αἰσθάνεσθαι 作原因状语,修饰主句动词 ἔδοξεν,意为“因为味觉器官通过接触而感知……它显得”。
- 2.209μήποτε ὁ λόγος ἐκεῖνος ἀληθής ἐστιν ὁ λέγων
μήποτε 引导动词 ζητεῖν 的间接疑问宾语从句,表达“是否或许……是真实的”的探究语气,引出待检验的论点。
- 2.209ὥστε οὐδὲ βαρύτης καὶ κουφότης ἡ εἰς τὸ αὐτό, οἷον γῆς πρὸς αὑτὴν καὶ πυρὸς πρὸς αὐτό
引用自《物理学》第五卷。在 ὥστε οὐδὲ 之后省略了前文的表语 εἴδη κινήσεως 以及动词 εἰσίν。短语 ἡ εἰς τὸ αὐτό 指“朝向同一处所的(重与轻)”,由随后的 οἷον 同位语举例加以阐明。
