← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§418.21-420.2

驳塞米斯提乌斯及肉为触觉器官的论证

菲洛波诺斯反驳了塞米斯提乌斯关于触觉不辨别轻重相反性质的异议,并通过身体任何部位皆能感知触觉以及切削肌肉直至骨骼仍保持感觉的事实,论证了触觉器官是单一的且即是肉本身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.209#8

ἀλλ’ ἐνταῦθα μὲν ταῦτα μᾶλλον αἰσθητήριον ἢ μεταξύ· ἐπὶ δὲ τῆς ἁφῆς ἡ σὰρξ μᾶλλον μεταξὺ ἢ αἰσθητήριον διὰ τὸ προσυλότερον καὶ γεωδέστερον. οἰκειότερον γὰρ μᾶλλον τῷ πνεύματι τὸ ὁρατικὸν αἰσθητήριον ἢ ἡ σάρξ. αὕτη καὶ ἡ τοῦ Ἀριστοτέλους δόξα. ἰστέον δὲ ὅτι ὁ Θεμίστιος καὶ ἄλλην τίθησι κατασκευὴν δεικνὺς ὅτι οὐκ ἔστιν ἡ σὰρξ αἰσθητήριον. τὰ μὲν γὰρ αἰσθητήρια, φησί, τῶν ἐναντίων εἰσὶ κριτικά· κρίνει γὰρ ἡ ὄψις τὸ λευκὸν καὶ τὸ μέλαν καὶ ἡ γεῦσις τὸ γλυκὺ καὶ τὸ πικρόν, ἡ ἀκοὴ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ἡ δὲ ἁφὴ ἀντικειμένου τοῦ τε κούφου καὶ τοῦ βαρέος τὸ μὲν βαρὺ κρίνει τῷ πίλησιν αὐτῆς καὶ ὤθησιν γενέσθαι,1 τὸ δὲ κοῦφον οὐκέτι, διότι μηδὲ πάσχει ὑπ’ αὐτοῦ. λέγω οὖν ὅτι ὥσπερ ἐπὶ τῶν ἄλλων ἐλέγομεν ὅτι ἀντιλαμβάνονται οὐ μόνον τῶν ἰδίων αἰσθητῶν, ἀλλὰ καὶ τῶν στερήσεων (ἀντιλαμβάνεται γὰρ ἡ μὲν ὄψις τοῦ σκότους, σιγῆς δ’ ἡ ἀκοή· ἀντιλαμβάνεσθαι δὲ τούτων ἐλέγομεν οὐ κατὰ κατάφασιν, ἀλλὰ κατὰ ἀπόφασιν τῷ μηδὲν πάσχειν) οὕτω φαμὲν καὶ τῆς κουφότητος ἀντιλαμβάνεσθαι τὴν ἁφὴν κατὰ ἀπόφασιν, ἐπεὶ τῷ αὐτῷ λόγῳ ἐροῦμεν μηδὲ τὰς ἄλλας τῶν ἀντικειμένων ἀντιληπτικὰς εἶναι· οὐ γὰρ πάσχει ἡ ὄψις ὑπὸ τοῦ σκότους οὐδὲ ἡ ἀκοὴ ὑπὸ τῆς σιγῆς· ἀντίκειται δὲ φῶς μὲν σκότῳ, ψόφῳ δὲ ἤτοι τῇ φωνῇ ἡ σιγή * * ὁπότε ψυχροῦ καὶ θερμοῦ ἀντιλαμβάνεται,2 ξηροῦ καὶ ὑγροῦ, τραχέος καὶ λείου, ἐναντίων ὄντων. Ὅτι δὲ ἕν τέ ἐστι τὸ ἁπτικὸν αἰσθητήριον, καὶ τοῦτο οὐκ ἄλλο τι ἢ ἡ σάρξ, δεῖξαι ἔνεστι τὸν τρόπον τοῦτον· καὶ τέως ὅτι ἕν ἐστιν αἰσθητήριον δείξεις τὸν τρόπον τοῦτον. ὁποῖον γὰρ δήποτε τῶν ἁπτῶν, οἷον θερμόν, καθ’ οἷον δήποτε μόριον τοῦ σώματος προσαγάγῃς, πάντως ἴσχει αὐτοῦ ἀντίληψιν· ὁμοίως ψυχρόν τε καὶ ξηρὸν καὶ ὑγρὸν καὶ τὰ λοιπὰ πάντα. ὥστε εἰ ἑκάστου αἰσθητοῦ καθ’ οἱονοῦν μόριον ἡ σὰρξ ἀντιλαμβάνεται, δῆλον δήπου ὅτι οὐκ εἰσι πλείονα αἰσθητήρια· κεχωρισμένα γὰρ ἂν ἦν τοῖς τόποις· εἰ δὲ τοῦτο, οὐ παντὶ μορίῳ τῆς σαρκὸς προσαγόμενον τὸ αὐτὸ αἰσθητὸν ἀντιληπτὸν ἐγίνετο. δῆλον γὰρ ὅτι τιθέμενον κατά τινος μορίου τῆς σαρκὸς εἰ οὐχ ὑπέκειτο τὸ ἀντιληπτικὸν αὐτοῦ αἰσθητήριον, οὐδεμίαν 〈ἂν〉 ἑαυτοῦ παρεῖχεν ἀντίληψιν, ὥσπερ οὖν ὄπισθεν τοῦ ὁρατοῦ ὄντος οὐκ ἀντιλαμβανόμεθα· οὐδὲ γὰρ εἰ περιεπεφύκει ἡμῖν ὁ ἀὴρ κατὰ τὴν ὑπόθεσιν καὶ ἔκρυπτεν τὸ ὁρατικόν τε καὶ ἀκουστικὸν καὶ ὀσφραντικὸν αἰσθητήριον, ἐν παντὶ μορίῳ τοῦ περιπεφυκότος ἀέρος τιθέμενον τὸ ὁρατὸν 〈ἂν〉 ἑωρᾶτο· εἰ γὰρ ἐτέθη πρὸς τῷ μορίῳ τῷ κατ’ εὐθὺ τοῦ ἀκουστικοῦ πόρου, οὐκ ἂν ἑωράθη· καίτοι εἰ τὸ ἀκουστὸν κατὰ τοῦ αὐτοῦ τόπου ἐτέθη, μᾶλλον ἂν ἠκούσθη· ὁμοίως καὶ τὸ ὀσφραντὸν μᾶλλον ἂν παρέσχεν ἀντίληψιν κατ’ εὐθὺ τοῦ ὀσφραντικοῦ πόρου τεθέν· ὥστε ταύτῃ διεκρίθησαν ἂν καὶ τότε τὰ διάφορα αἰσθητήρια, καὶ διὰ τοῦτο αἱ διάφοροι αἰσθήσεις. ὥστε εἰ καὶ νῦν πλείοσιν ἁπτικοῖς αἰσθητηρίοις περιφῦσα ἡ σὰρξ καλύπτει, διὰ τί κατὰ πᾶν μόριον παντὸς ἁπτοῦ αἰσθάνεται; καίτοι εἰ καὶ ἐπὶ τῶν ἄλλων τριῶν περιφύντος τοῦ ἀέρος πάντα ᾐσθάνετο, ἐπὶ τῆς ἁφῆς γε τοῦτο συμβαίνειν οὐκ ὤφειλε διὰ τὸ μὴ τῶν πόρρωθεν, ἀλλὰ τῶν ἐγγύθεν τὴν ἁφὴν ἀντιλαμβάνεσθαι. ὅτι μὲν οὖν οὐ πλείονα τὰ ἁπτικὰ αἰσθητήρια, ἐντεῦθεν δῆλον. ὅτι δὲ οὐδὲ ἄλλο τί ἐστι παρὰ τὴν σάρκα τὸ ἁπτικὸν αἰσθητήριον, δῆλον ἐντεῦθεν. εἰ γὰρ μεταξὺ ἦν ὁ ἀήρ, ὧν δ’ αἰσθητηρίων ἐστί τι μεταξύ, ἐπὶ τούτων εἰ ἐπ’ αὐτὸ τεθῇ τὸ αἰσθητήριον τὸ αἰσθητόν, οὐδεμίαν ἑαυτοῦ παρέχει ἀντίληψιν,3 δῆλον δὴ κἀντεῦθεν ἂν τὸ αὐτὸ συνέβη. νῦν δ’ εἴ τις κατὰ βραχὺ ἀφαιροῖτο τῆς σαρκός, εἴ τε ἐπὶ τὸ λοιπὸν ἐπιθείη ἢ θερμὸν ἢ σκληρὸν ἢ ἄλλο τι τοιοῦτον, πάντως αἰσθήσεται, καὶ πάλιν εἰ κἀκείνης ἄλλο τι μόριον ἀφέλοις, καὶ τοῦτο μέχρις αὐτοῦ τοῦ ὀστοῦ. ὥστε εἰ τοῦτο ἀληθές, δῆλον ὅτι ἡ σάρξ ἐστι τὸ ἁπτικὸν αἰσθητήριον. εἰ γὰρ ἄλλο τι ἦν ἐντός, ἔδει κατὰ μικρὸν ἀφαιρουμένης τῆς σαρκὸς φθάσαι ποτὲ εἰς τὸ αἰσθητήριον, ᾧ ἐπιτιθεμένου τοῦ αἰσθητοῦ οὐκέτι συναίσθησις ἐγίνετο. ὅτι δὲ καὶ μία ἐστὶν ἡ αἰσθητικὴ δύναμις καὶ οὐ πολλαί, ἐντεῦθεν ἂν συλλογίσαιο, εἴ γε πάσῃ αἰσθητικῇ δυνάμει ἴδιόν τι αἰσθητήριον ἀφώρισεν ἡ φύσις.

然而在那一情形下,这些与其说是媒介,不如说是感觉器官;但在触觉的情形下,由于肉更近于质料且更具土性,与其说是器官,不如说是媒介;因为视觉器官比肉更为切合普纽玛。这亦是亚里士多德的主张。还应当知道,塞米斯提乌斯亦提出了另一条论据,表明肉不是感觉器官。他说,感觉器官是对相反性质具有辨别力的:视觉辨别白与黑,味觉辨别甜与苦,听觉辨别高音与低音,但在轻与重相对立时,触觉通过自身受到挤压和推挤而辨别重,却不再辨别轻,因为根本不受轻的作用。因此我说,正如我们在其余感觉上曾说过它们不仅领会自身的专有感觉对象,亦领会其匮乏(因为视觉领会黑暗,听觉领会沉寂;而我们曾说,领会这些并非通过肯定,而是通过不受任何作用的否定),同样我们亦断言触觉通过否定来领会轻,否则按同一逻辑我们亦将断言其余感觉无法领会其对立面。因为视觉不受黑暗的作用,听觉亦不受沉寂的作用;而光对立于黑暗,沉寂对立于声音即鸣声[……]既然触觉领会冷与热、干与湿、粗糙与平滑这些相反性质。 而触觉的感觉器官是单一的,且这器官非肉莫属,能够以如下方式予以表明;首先,表明它是一个感觉器官,你将以如下方式予以展示。因为无论你将哪一种可触知之物(例如热)施加于身体的任何部位,[身体]无论如何都能对它产生领会;冷、干、湿以及其余一切亦同样如此。因此,如果肉在任何部位都能领会每一种可感觉之物,显然感觉器官并非多个;因为若如此,它们就会在位置上彼此分开;而如果这样,同一可感觉之物被施加于肉的任何部位时,便不会都被领会了。因为显然,如果它置于肉的某一部位,而其下方并未坐落着能够领会它的感觉器官,它就完全不会提供对自身的领会,正如同可见之物处于我们背后时我们便无法领会一样。因为即使按假说空气包围着我们生长并遮蔽了视觉、听觉和嗅觉器官,可见之物置于外层空气的任何部位时,亦不可能都被看见;因为若置于正对耳道的部分,便不会被看见;然而若可听之物置于同一位置,则更会被听见;同样,可闻之物置于正对嗅道之处,亦更会提供领会。因此,在那时不同的感觉器官亦将依此而被区分,而不同的感觉亦因此被区分。因此,如果如今肉包围着多个触觉器官生长并覆盖了它们,为何它在每一个部位都能感知每一种可触知之物呢?况且,即使在其馀三种感觉中空气包围生长时能感知一切,至少在触觉上绝不应当发生这种情况,因为触觉不是从远处、而是从近处领会的。因此,触觉器官并非多个,由此便很显然了。 而触觉器官除了肉之外别无他物,由此亦很显然。因为如果空气是媒介,而在凡有媒介存在的感觉器官上,若可感觉之物直接置于感觉器官本身之上,便完全不提供对自身的领会,那么显然由此亦会发生同样的事情。然而事实上,如果有人逐渐削去肉,并将热的、硬的或任何其他此类事物置于残留的肉上,无论如何都能感知到,并且若你再削去其中的另一部分,亦是如此,甚至直到骨头本身。因此,如果这是真实的,显然肉就是触觉的感觉器官。因为如果内部有别的事物,随着肉逐渐被削去,必然在某一时刻到达该感觉器官,而在可感觉之物置于其上时,便不再会产生共同感觉了。而感觉能力亦是单一而非多数,若自然确实为每一种感觉能力限定了专有的感觉器官,你亦可由此推导出这一结论。

语法注3 条
  1. 2.209τὸ μὲν βαρὺ κρίνει τῷ πίλησιν αὐτῆς καὶ ὤθησιν γενέσθαι

    带与格定冠词的不定式短语 τῷ... γενέσθαι 表示手段或原因(“通过……的发生”)。属格 αὐτῆς 指代前文的 σάρξ(肉),作为宾格性属格依存于 πίλησιν(挤压)和 ὤθησιν(推挤),即肉本身受到挤压与推挤。

  2. 2.209ἀντίκειται δὲ φῶς μὲν σκότῳ, ψόφῳ δὲ ἤτοι τῇ φωνῇ ἡ σιγή * * ὁπότε ψυχροῦ καὶ θερμοῦ ἀντιλαμβάνεται

    写本残缺以 标出。在前句列举了光与黑暗、声音与沉寂的对立后,文意中断,随后由 ὁπότε(“既然/当……时”)引出触觉对冷热、干湿、粗滑等相反性质的领会。在构词句法上,残缺部分原本应包含主句,指出触觉实际上具备领会真正相反性质的能力。

  3. 2.209ὧν δ’ αἰσθητηρίων ἐστί τι μεταξύ, ἐπὶ τούτων εἰ ἐπ’ αὐτὸ τεθῇ τὸ αἰσθητήριον τὸ αἰσθητόν, οὐδεμίαν ἑαυτοῦ παρέχει ἀντίληψιν

    关系从句 ὧν... μεταξύ(“凡有某种媒介存在的感觉器官”)由主句中的指示代词短语 ἐπὶ τούτων(“在这些感觉器官上”)承接并复指。紧随其后的条件从句 εἰ ἐπ’ αὐτὸ τεθῇ τὸ αἰσθητήριον τὸ αἰσθητόν(“如果感觉对象被置于感觉器官本身之上”)引述了亚里士多德的基本原理,即感觉对象直接放置在感觉器官上时无法产生感觉。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:418.21-420.2