- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:41.13-42.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了402b18–22,将从定义演绎出属性的数学,与必须借助感觉上明显的附属性质(固有属性)探寻隐晦定义的自然学及灵魂论相对照,并将亚里士多德所谓的“现象”解释为直观自明的认识。
" Ὥσπερ ἐν τοῖς μαθήμασι τό τε εὐθὺ καὶ καμπύλον ἢ τί γραμμὴ καὶ ἐπίπεδον πρὸς τὸ κατιδεῖν ὁπόσαις ὀρθαῖς αἱ τοῦ τριγώνου γωνίαι ἴσαι." Τοῦτο παράδειγμά ἐστι τοῦ ὅτι ἐκ τῶν ὁρισμῶν εὑρίσκομεν τὰ καθ’ αὑτὸ τοῖς πράγμασιν ὑπάρχοντα. τὸ γὰρ ἐκ τῶν ὁρισμῶν τὰ παρακολουθοῦντα γινώσκειν ἐπὶ τῶν μαθηματικῶν ὡς ἐπίπαν ἐστὶν ἀναγκαῖον, ἐπεὶ μηδὲν ἔχομεν ἐπὶ τούτων ἐξ αἰσθήσεως λαβεῖν τῶν ὑπαρχόντων αὐτοῖς, ἀλλὰ δεῖ πρῶτον εἰδέναι τί ἐστι τὸ τρίγωνον, εἶθ’ οὕτως ἐκ τούτου συλλογίσασθαι τί αὐτῷ παρακολουθεῖ. διὰ δὲ τοῦ παραδείγματος ἐδήλωσεν ὅτι συμβεβηκότα νῦν λέγει τὰ καθ’ αὑτὸ ὑπάρχοντα πρώτως· τῷ γὰρ τριγώνῳ πρώτως καὶ καθ’ αὑτὸ ὑπάρχει τὸ τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν· μόνῳ γὰρ καὶ παντὶ τριγώνῳ τοῦτο ὑπάρχει. εἰς τὴν τῶν τοιούτων οὖν γνῶσιν, φησί, συμβάλλεται τὸ εἰδέναι τί ποτέ ἐστι γραμμὴ ἢ τί ἐπίπεδον, ἢ εὐθὺ ἢ καμπύλον. ταῦτα δὲ παραδείγματος ἕνεκεν ὡς ἐν ὑποθέσει εἶπεν, οὐχ ὡς ἢ τούτων πάντων ἢ μόνων συμβαλλομένων1 εἰς τὸ μαθεῖν ὅτι δύο ὀρθαῖς ἴσαι εἰσὶν αἱ τρεῖς γωνίαι· οὔτε γὰρ ὁ τοῦ καμπύλου ὁρισμὸς οὔτε ὁ τοῦ ἐπιπέδου οὐδὲν συμβάλλεται, δεῖ δὲ καὶ ἄλλων τινῶν ὁρισμοὺς προσλαβεῖν. ἐν τούτοις μὲν οὖν δεῖ πρὸς τὴν τῶν συμβεβηκότων λῆψιν τῆς προλήψεως τοῦ ὁρισμοῦ,2 ἐπεὶ μηδὲν ἔχομεν ἐκ τῆς ἐναργείας περὶ αὐτῶν εἰπεῖν. ἔστι δὲ ἐπὶ ἄλλων πραγμάτων ὅτε δεῖ πρὸς τὴν τοῦ ὁρισμοῦ λῆψιν τῆς γνώσεως τῶν συμβεβηκότων, ὥσπερ ἔχει ἐπὶ τόπου καὶ χρόνου καὶ κενοῦ καὶ ἀπείρου καὶ νῦν ἐπὶ ψυχῆς διὰ τὸ ἄδηλον μὲν εἶναι τὸν ὁρισμόν, ταῦτα δὲ ἐκ τῆς αἰσθήσεως δῆλα.
“正如在数学中,直线与曲线是什么,或者线与面是什么,对于看清三角形的诸角等于几个直角[是有用的]一样。” 这是表明我们从定义中发现依其自身属于事物之性质的一个例证。因为从定义中认识诸随从属性,在数学对象上一般而言是不可或缺的,因为在它们身上,属于它们的性质没有任何东西可从感觉中获取,而是必须首先知道三角形是什么,然后由此推论出何物随它而来。通过这个例子他表明,他现在所谓的附属性质是指第一义地依自身属于事物的性质;因为三个角等于两个直角,是第一义地且依自身属于三角形的;因为这仅属于三角形且属于所有三角形。因此他说,知晓线究竟是什么或面是什么,抑或直线还是曲线,有助于对这类性质的认识。但他谈论这些是出于举例而作假定之用,并非认为要么所有这些、要么唯独这些有助于得知三个角等于两个直角;因为曲线的定义和面的定义都毫无助益,反而必须另行引入某些其他事物的定义。因此在这些对象上,为了把握附属性质,需要预先把握定义,因为我们从直观明证性中没有任何关于它们可言说的东西。但在其他事物上,有时为了把握定义却需要关于附属性质的知识,正如在位置、时间、真空、无限上所表现的那样,如今在灵魂上也是如此,因为定义是不明显的,而这些性质从感觉上来看是显而易见的。
"Ἐπειδὰν γὰρ ἔχωμεν ἀποδιδόναι κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων, ἢ τῶν πλείστων ἢ τῶν πάντων." Φαντασίαν φησὶ ἤτοι ὁλοσχερέστερον γνῶσιν ἤγουν τὰ φαινόμενα καὶ ἐναργῆ, φαντασίαν καλέσας παρὰ τὸ φανερὰ εἶναι. τότε καὶ περὶ τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα.3 εἰ γὰρ πολλὰ τῶν καθ’ αὑτὸ ὑπαρχόντων καὶ πρώτως τοῖς πράγμασι γνῶμεν, δυνάμεθα οἷον ἰχνηλατοῦντες διὰ τούτων εὑρεῖν τοῦ πράγματος τὸν ὁρισμόν. οὐσίαν δὲ λέγει πάντα τὰ ἁπλῶς καὶ τὸν ὁρισμὸν καὶ ὅσα ἄλλα ὑπάρχει τῇ οὐσίᾳ· εὑρηκότες γὰρ τὸν ὁρισμὸν δι’ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα τῇ οὐσίᾳ εὑρήσομεν. καὶ τοῦτο βουλόμενος δηλῶσαι ἐπήγαγε·
“因为无论何时,只要我们能够按照现象对附属性质——无论是对其中的大多数还是全部——作出说明。” 他所谓的“现象”是指较粗略的知识,也就是呈现出来的、自明的事物,因其彰明显著而称之为现象。“那时我们也就能最好地谈论实体了”。因为如果我们认识了许多依自身且第一义地属于事物的性质,我们就能像循迹追踪一样,通过这些性质找到事物的定义。而他所谓的“实体”是指完全普遍的一切事物,既指定义,也指属于实体的其余一切;因为找到了定义,通过它我们也就能找到属于实体的一切性质。为了表明这一点,他接着说道:
- 1.24οὐχ ὡς ἢ τούτων πάντων ἢ μόνων συμβαλλομένων
由 ὡς 引导的属格独立结构,用于否定某种主观理由或假定(“并非基于要么所有这些、要么唯独这些有所助益这一理由”)。它对前文的 ταῦτα δὲ παραδείγματος ἕνεκεν ὡς ἐν ὑποθέσει εἶπεν 起到了限制性说明的作用。
- 1.24ἐν τούτοις μὲν οὖν δεῖ πρὸς τὴν τῶν συμβεβηκότων λῆψιν τῆς προλήψεως τοῦ ὁρισμοῦ
无人称动词 δεῖ 通常接“宾格加不定式”,但在此处直接支配名词属格 τῆς προλήψεως 作补足语,意为“需要(预先把握)”。紧接着的从句(ἔστι δὲ ἐπὶ ἄλλων πραγμάτων ὅτε δεῖ πρὸς τὴν τοῦ ὁρισμοῦ λῆψιν τῆς γνώσεως τῶν συμβεβηκότων)中的 τῆς γνώσεως 亦为受 δεῖ 支配的属格补足语。
- 1.25τότε καὶ περὶ τῆς οὐσίας ἕξομεν λέγειν κάλλιστα
该句直接引用并套用了亚里士多德的原文章句(402b22–23),并与注解者自身的解释融为一体。动词 ἕξομεν 支配不定式 λέγειν,表示潜在能力(“我们将能够最好地谈论”)。
