- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:416.36-418.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯整理了亚里士多德关于触觉的单一性以及肉是器官还是媒介的论辩,提出了一种综合性的解决:正如灵魂既是单一的又是可分的,触觉亦既是单一的又是多数的,肉亦既是感觉器官又是媒介。
ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης, δι’ ὧν κατασκευάζειν ἔδοξεν ὅτι τε πλείους αἱ ἁπτικαὶ αἰσθήσεις καὶ οὐ μία, καὶ ὅτι ἡ σὰρξ οὐκ ἔστι τὸ ἁπτικὸν αἰσθητήριον ἀλλὰ μεταξύ, καὶ ὅπως ἡμεῖς πρὸς τὰ εἰρημένα ὑπηντήσαμεν. μήποτε δὲ οὐδὲ δύο τὰ εἰρημένα προὔθετο κατασκευάσαι, ἀλλὰ ἓν μόνον, ὅτι πλείους αἰσθήσεις αἱ ἁφαί, τὸ δὲ δεύτερον εἰς τοῦτο ἐπαναφέρεται. τὸν γὰρ συλλογισμὸν τὸν δεικνύντα ὅτι μία ἐστὶν αἴσθησις ἐκ τοῦ ἓν εἶναι τὸ αἰσθητήριον ἐλέγχων ἔδειξεν ὅτι οὔτε τὸ συνημμένον αὐτοῦ ἦν ὑγιὲς οὔτε ἡ πρόσληψις. ἡ δὲ πρόσληψις ἦν ὅτι ἡ σὰρξ μία οὖσα αἰσθητήριόν ἐστι τῆς ἁφῆς. ἵνα οὖν δείξῃ ὅτι οὐχ ἓν τὸ αἰσθητήριον * * * ἀλλὰ μεταξύ,1 ὅπερ ἔδειξε διὰ τῶν τριῶν εἰρημένων ἐπιχειρημάτων. Τοιαύτας μὲν οὖν ὁ Ἀριστοτέλης ἐπὶ τῶν δύο προβλημάτων, εἴπερ δύο εἴη, ἐποιήσατο τὰς ἐπιχειρήσεις, γυμνάζων ἡμᾶς, ὅπερ ἤδη εἶπον, μὴ ἁπλῶς καὶ ὡς ἔτυχε πιθανοὺς παραδέχεσθαι λόγους, ἀλλ’ ἀληθεῖς. ἔστι δ’ ἡ τοῦ Ἀριστοτέλους δόξα καὶ ὅτι μία ἡ ἁπτικὴ αἴσθησις, καὶ ὅτι ἡ σὰρξ αἰσθητήριον. ὅτι γὰρ οἶδε μίαν τὴν ἁφήν, ἐν τῷ προοιμίῳ τοῦ τρίτου λόγου ἐδήλωσεν. “ὅτι γάρ”, φησίν, “οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε”, καὶ ταύτας ἀπαριθμησάμενος μίαν τῶν πέντε καὶ τὴν ἁφὴν συνηρίθμησεν. ὥστε εἰ πέντε αἱ αἰσθήσεις, μία δὲ τούτων ἡ ἁφή, μία ἄρα ἡ ἁπτικὴ αἴσθησις. καὶ τὴν σάρκα δὲ αἰσθητήριον βούλεται ἐν οἷς φησιν “ἡ δὲ ἁφὴ τῷ αὐτῶν ἅπτεσθαί ἐστιν”. ἔτι δὲ μᾶλλον ἐν οἷς πάλιν φησὶ “καὶ ὅσων μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἁφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες”. εἰ δὲ τῷ ἅπτεσθαι αἰσθανόμεθα, ἅπτεται δὲ ἡ σάρξ, αἰσθητήριον ἄρα ἡ σάρξ. μᾶλλον δὲ ἐκ τῶν διεσπαρμένως αὐτῷ εἰρημένων συναγαγόντα τὴν τοῦ φιλοσόφου διάνοιαν ἔστιν εἰπεῖν2 ὅτι καὶ μίαν καὶ πολλὰς αἰσθήσεις οἶδεν τὴν ἁφήν, καὶ οὐ μόνον αὐτὴν ἀλλὰ καὶ τὰς λοιπὰς αἰσθήσεις, καὶ τὴν σάρκα καὶ αἰσθητήριον εἶναι καὶ μεταξύ· ὁμοίως καὶ τὰ λοιπὰ αἰσθητήρια. καὶ γὰρ ἡ ἡμετέρα ψυχὴ καὶ μία ἐστὶ καὶ πολυμερής. ὥσπερ γὰρ ὁ μὲν τοῦ χρώματος λόγος καθ’ αὑτὸν μὲν ἀμερής ἐστι καὶ ἀσχημάτιστος, συνδιίσταται δὲ καὶ συσχηματίζεται τῷ ὑποκειμένῳ σώματι, οὕτω δὲ καὶ ἡ ἄλογος ψυχὴ ἔχει μὲν κατ’ οὐσίαν τὸ ἀμερὲς καὶ ἀδιάστατον (ἐπεὶ πῶς ἂν ἅμα κατὰ ταὐτὸν τοῦ λευκοῦ καὶ τοῦ μέλανος ἀντελαμβάνετο;) μεριστὴ δὲ γίνεται περὶ τὰ σώματα συνδιισταμένη αὐτοῖς. ἐπεὶ οὖν ἀμερής ἐστι κατά τι καὶ μεριστή, εἰκότως καὶ μία λέγοιτ’ ἂν καὶ πολλαί. καὶ διὰ τοῦτο οὖν καὶ ἑκάστη τῶν δυνάμεων αὐτῆς καὶ μία εἴη καὶ πολλαὶ ὡς συμμεριζομένη τῷ ὑποκειμένῳ καὶ ἄλλῳ μορίῳ ἄλλου αἰσθητοῦ ἀντιλαμβανομένη. ἐζήτησε δὲ τοῦτο μάλιστα ἐπὶ τῆς ἁφῆς εἰκότως· ἐπειδὴ γὰρ αὕτη προσυλοτέρα ἐστὶ μᾶλλον καὶ σωματοειδεστέρα, εἰκότως προφανέστερον ἔχει τὸ πολυμερές, καὶ αἱ μὲν ἄλλαι μᾶλλον ἓν ἢ πολλά, αὕτη δὲ μᾶλλον πολλὰ ἢ ἕν. καὶ τί λέγω ἐπὶ τῆς ἀλόγου ψυχῆς, ὅπου γε καὶ ἡ λογικὴ ὡς πρὸς τὸν νοῦν παραβαλλομένη μεριστή πώς ἐστι, καὶ αὐτὴ προτάσεσι χρωμένη καὶ κατασκευαῖς καὶ συμπεράσμασιν; εὔλογον δὲ καὶ αἰσθητήριον τὴν σάρκα εἶναι. εἰ γὰρ ἦν μεταξύ, ἐπειδὴ παχυτέρα ἐστὶν ἀέρος καὶ ὕδατος, ἐν ἐκείνοις δὲ καίπερ λεπτοτέροις οὖσιν ὅμως γίνεται τις χρόνος, ὥστε ἀντιλαβέσθαι τῶν αἰσθητῶν δι’ αὐτῶν τὰς αἰσθήσεις (πρότερον γὰρ ὁρῶμεν ἀνεσπασμένην τὴν κώπην, εἶτα ὕστερον τοῦ ψόφου ἀκούομεν, καὶ τῆς βροντῆς γινομένης πρῶτον ἡμῖν ἡ ἀστραπὴ φαίνεται· καὶ οὐκ εὐθὺς δὲ ἅμα τῷ πλησιάσαι τὸ εὐῶδες ἀντιλαμβανόμεθα τῆς ὀσμῆς, ἀλλὰ δεῖ χρόνου τινὸς πρὸς τὴν ἀντίληψιν), εἰ τοίνυν δι’ ἀέρος λεπτομεροῦς ὄντος ὅμως δεῖ χρόνου πρὸς τὸ αἰσθέσθαι καὶ ψόφου καὶ ὀσμῆς, πολλῷ μᾶλλον ἐπὶ τῆς ἁφῆς, εἴπερ ἡ σὰρξ μὴ ἦν αἰσθητήριον ἀλλὰ μεταξύ, ἔδει χρόνου ἡμῖν πρὸς τὴν ἀντίληψιν τῶν ἁπτῶν διὰ τὴν παχύτητα τῆς σαρκός, εἰ μή τις ἐπὶ τῶν ἄλλων τὸ διάστημα αἰτιῷτο. ἀλλ’ ἐπὶ τῆς ὀσμῆς καὶ σύνεγγυς ὄντος τοῦ θυμιάματος ὅμως χρόνου τινὸς δεόμεθα πρὸς τὴν ἀντίληψιν. ἀλλ’ ὅμως εἰ καὶ αἰσθητήριον ἡ σάρξ ἐστιν, ἀλλὰ καὶ μεταξύ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων· τὸ μὲν γὰρ κυρίως αἰσθητήριον τὸ πνεῦμά ἐστι· καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ δὲ τὸ κρυσταλλοειδὲς καὶ τὰ λοιπὰ ὑγρὰ καὶ οἱ χιτῶνες ὡς μὲν πρὸς τὸ πνεῦμα μεταξύ εἰσιν, ὡς δὲ πρὸς ἀέρα καὶ τὰ ἄλλα αἰσθητήριον.
这些便是亚里士多德的论述,他通过这些论述似乎确立了触觉感觉是多个而非单一的,以及肉不是触觉的感觉器官而是媒介;这亦是我们针对所言之事作出的反驳。然而,或许他甚至并未打算确立上述两个论题,而仅仅打算确立一个,即触觉是多个感觉,而第二个论题则被归结到这一点上。因为他在反驳那条由感觉器官为单一而表明感觉为单一的三段论时,指明了其假言命题与附加前提都不是健全的。而附加前提即是:肉作为单一之物,是触觉的感觉器官。因此,为了表明感觉器官并非单一[,肉不是感觉器官]而是媒介,他便通过上述三条论据表明了这一点。 亚里士多德便是对这两个问题(如果确实是两个问题的话)作出了这样的论述,正如我先前所说,这是在训练我们不要单纯且随意地接纳具有说服力的言论,而是要接纳真实的言论。然而亚里士多德的真正主张在于,触觉感觉既是单一的,肉亦是感觉器官。因为他承认触觉是单一的,这在第三篇的开端中已经表明。他说,“因为除这五种之外别无感觉”,在枚举这些感觉时,他亦将触觉作为五种之一一同列入。因此,如果感觉有五种,而触觉是其中之一,那么触觉感觉便是单一的。而且他在下述话语中亦主张肉是感觉器官,他说:“触觉是通过触及事物本身而存在的。”在他再次说道下述话语时则更加如此:“凡是我们自身触及而感知到的事物,都是凭借我们恰好拥有的触觉而可感知的。”如果说我们是通过碰触而感知的,而触及的是肉,那么肉便是感觉器官。 更确切地说,从他分散陈述的话语中汇集这位哲学家的思想,可以说,他既把触觉认作单一的感觉,又认作多个感觉,不仅是对触觉,对其余感觉亦是如此;并且他认为肉既是感觉器官,又是媒介;其余感觉器官同样如此。因为我们的灵魂亦既是单一的,又是多部分的。因为正如颜色的定义就其自身而言是不可分且无形状的,但与作为基底的物体一同具有广延并一同被赋予形状,同样,非理性灵魂在本质上亦具有不可分且无广延的特性(否则它怎能在同一时刻在同一方面领会白与黑呢?),然而在涉及物体时,通过与它们一同具有广延而成为可分的。既然它在某种意义上不可分而在某种意义上可分,合乎情理的是它既可被称为单一的,又可被称为多数的。正是因此,它的每一种能力亦既是单一的又是多数的,因为它随着基底一同被划分,并以不同的部分领会不同的可感觉之物。他在触觉上最探究这一点亦是合乎情理的;因为触觉更近于质料,更具肉体性,所以其多部分性更为显然是理所当然的;其余感觉与其说是多数宁说是单一,而触觉与其说是单一宁说是多数。又何必只说非理性灵魂呢?即便理性灵魂与理智相比较,在某种程度上亦是可分的,因为它自身亦使用前提、立论与结论。 肉作为感觉器官亦是合乎情理的。因为如果它是媒介,既然它比空气和水更粗大,而在那些介质中尽管更为稀薄,感觉通过它们领会可感觉之物仍然需要某种时间(因为我们首先看到被拔起的桨,随后才听到声音,雷声发生时我们首先看到闪电;芳香之物靠近时我们并非立刻领会气味,而是领会需要某种时间),那么,如果通过由微细粒子组成的空气感知声音和气味尚且需要时间,那么在触觉中,倘若肉不是器官而是媒介,由于肉的粗大,我们领会可触知之物就更需要时间了,除非有人把其余感觉的原因归咎于距离。然而在气味的情形下,即便香就在近处,我们领会它仍然需要某种时间。不过,即便肉是感觉器官,但它亦是媒介,正如在其余感觉器官上一样。因为严格意义上的感觉器官是普纽玛;而在眼睛的情形下,晶状体、其余液体和诸层膜相对于普纽玛而言是媒介,但相对于空气和其余事物而言则是感觉器官。
- 2.209ἵνα οὖν δείξῃ ὅτι οὐχ ἓν τὸ αἰσθητήριον * * * ἀλλὰ μεταξύ
抄本在此处存在脱落(以星号标出)。根据上下文反驳附加前提(即肉是单一感觉器官)以及阐明肉并非器官而是媒介的论证脉络,脱落处应当补足相当于“他表明肉不是感觉器官”(如 ἔδειξεν ὅτι ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον)含义的语句,与后文的 ἀλλὰ μεταξύ 相衔接。
- 2.209μᾶλλον δὲ ἐκ τῶν διεσπαρμένως αὐτῷ εἰρημένων συναγαγόντα τὴν τοῦ φιλοσόφου διάνοιαν ἔστιν εἰπεῖν
在非人称结构 ἔστιν εἰπεῖν(“可以说……”)中,宾格分词 συναγαγόντα(“若汇集……”)充当不定式 εἰπεῖν 的逻辑主语,预设了一般的泛指主语(如 τινά)。
