← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§415.19-416.36

作为触觉器官的肉与关于媒介的再反驳

菲洛波庞进一步确立了触觉感觉器官非多数而是肉自身的观点,概述了亚里士多德借眼眵之喻基于距离不称破斥持肉派媒介说的论证,并进而通过诸感觉在质料条件及运作机制上的差异对亚里士多德提出再反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.209#6

οὕτω δηλονὅτι καὶ νῦν ἀνάγκη ἦν πᾶσα, εἰ πλείονα ἦν τὰ τῶν ἁπτῶν αἰσθητήρια ὑπὸ τῆς σαρκὸς κρυπτόμενα, ἐπειδὴ διῄρηνται ταῦτα τοῖς τόποις, μὴ παντὶ μορίῳ τῆς σαρκὸς πᾶν εἶδος ἁπτὸν προσπελάζον ἀντιληπτὸν εἶναι· νῦν δέ ἐστι. δῆλον οὖν ὅτι οὐ πλείονά ἐστιν ἐντὸς τὰ αἰσθητήρια. εἰ δέ τις λέγοι πλείονα μὲν εἶναι, ἕκαστον δὲ πάντων ἀντιλαμβάνεσθαι, μάταιον· ἤρκει γὰρ καὶ τὸ ἕν. οὐκ ἄρα πλείονα τὰ τῶν ἁπτῶν αἰσθητήρια, ἀλλ’ ἕν. εἰ δὲ ἕν, ἀνάγκη πᾶσα τὴν σάρκα εἶναι· οὐδὲν γὰρ τῶν ὁμοιομερῶν δι’ ὅλου τοῦ ζῴου κατὰ συνέχειαν πεφοίτηκεν οὕτως ὡς ἡ σάρξ. οὕτω μὲν οὖν καὶ τὸν δεύτερον τῶν λόγων ὁ Ἀριστοτέλης ἀνεσκεύασε, καὶ ἡμεῖς πρὸς τοῦτον ἀντείπομεν. τὸν δὲ τρίτον τῶν λόγων ἀνασκευάζει τοῦτον τὸν τρόπον· ἦν δὲ ὁ τὸν ἐνιστάμενον τοῖς τὴν σάρκα βουλομένοις αἰσθητήριον εἶναι ἐπιλυόμενος.1 ἡ δ’ ἔνστασις ἦν ὅτι οὐ σῴζει ἡ σὰρξ τὴν ἐπὶ τῶν ἄλλων αἰσθητηρίων ἀναλογίαν, λέγω δὴ τὴν διὰ τοῦ μεταξὺ ἀντίληψιν· ἐπιλύεται δὲ τῷ εἶναι καὶ ἐνταῦθα ὁμοίως τὸ μεταξύ, ὡς ἐπὶ τῶν ἐν ὕδατι ἁπτομένων τὸ προσιζάνον ὑγρόν· οὕτω δὴ καὶ ἐν τῷ ἀέρι εὔλογον εἶναί τινα μεταξὺ τῶν ἁπτομένων ἀέρα βραχύν. ταύτην οὖν τὴν ἐπίλυσιν διελέγχει ὁ Ἀριστοτέλης. εἰ γὰρ καὶ ἔστι, φησί, μεταξύ τι καὶ ἐπὶ τῶν ἁπτομένων, ἀλλ’ οὐ τὸ ἀνάλογον ταῖς ἄλλαις αἰσθήσεσιν. κοινὸν γάρ ἐστι τοῦτο τὸ μικρὸν τὸ μεταξὺ καὶ ἐπὶ τῶν ἄλλων. καὶ γὰρ ἐπὶ τῆς ἐπιτιθεμένης λήμης τῷ ὄμματι ἔστι τὸ τοιοῦτο μεταξὺ ἐξ ἀνάγκης· ἅπτεται γὰρ δηλονότι καὶ ἡ λήμη τοῦ κερατοειδοῦς. εἰ οὖν τὰ ἁπτόμενα διά τινος μεταξὺ ἅπτεται, ἔστι δηλονότι καὶ τῆς λήμης καὶ τοῦ ὄμματος μεταξύ τι, ἀλλ’ ὅμως οὐχ ὁρῶμεν τὴν λήμην, διότι οὐχ ἁπλῶς δεῖ εἶναι τὸ μεταξύ, ἀλλὰ καὶ σύμμετρον τῷ διαστήματι. οὔτε γὰρ ἐὰν πολὺ εἴη ὑπὲρ τὴν ἀναλογίαν τοῦ ὄμματος καὶ τῶν ὁρατῶν τὸ μεταξὺ τούτων, ὀψόμεθα τὰ ὁρατά, οὔτε ἐὰν πάνυ ἐλάχιστον, ὡς ἐπὶ τῆς ἐπικειμένης λήμης τῷ ὄμματι. δεῖ ἄρα καὶ ἐπὶ τῆς ἁφῆς τὸ ἀνάλογον ταῖς ἄλλαις εἶναι μεταξύ· νῦν δὲ οὐκ ἔστι. δῆλον οὖν ὅτι κἂν παραδέξηταί τις τὴν λύσιν αὐτῶν, οὐδ’ οὕτως εὑρήσει φυλαττομένην τὴν ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἀναλογίαν. ἔστι δὲ καὶ πρὸς ταῦτα, λέγω δὴ τὰ παρὰ Ἀριστοτέλους, ἀντειπεῖν· τὸ γὰρ ὄμμα οὐχ ἁπλῶς τινος μεταξὺ δεῖται, ἀλλὰ καὶ διαφανοῦς, καὶ οὐ μόνον, ἀλλὰ καὶ πεφωτισμένου. ἐρεῖ οὖν τις ὅτι οὐχ ὁρῶμεν διὰ τοῦ μεταξὺ τοῦ τε ὄμματος καὶ τῆς λήμης οὐ διὰ τὸ βραχὺ εἶναι αὐτό, ἀλλ’ ὅτι ἀντιφράττει τῷ φωτὶ ἡ λήμη καὶ οὐκ ἐᾷ ἐνεργείᾳ τὸ μεταξὺ ἐκεῖνο γενέσθαι διαφανές· ὡς εἴ γε μὴ ἀντέφραττεν ἡ λήμη τῷ φωτί, εἴδομεν ἂν αὐτήν. ὅλως δὲ καὶ τὸ τὴν αὐτὴν ἀναλογίαν κατὰ τὸ ποσὸν τοῦ μεταξὺ σῴζεσθαι ἐπὶ πασῶν τῶν αἰσθήσεων ἄλογον. εἰ γὰρ αἱ σωματοειδέστεραι τῶν αἰσθήσεων ἥττονος δέονται τοῦ μεταξύ (οὐδὲ γὰρ δι’ ὅσου ἡ ὄψις ἀντιλαμβάνεται τῶν ὁρατῶν, διὰ τοσούτου καὶ ἡ ἀκοὴ τῶν ἀκουστῶν, ὡς δηλοῖ τὸ ἐπὶ τῆς εἰρεσίας συμβαῖνον, λέγω δὴ τὸ πρώτην ὁρᾶν ἀνιοῦσαν τὴν κώπην, εἶτα τοῦ ψόφου αἰσθάνεσθαι· οὐδὲ μὴν δι’ ὅσου ἡ ἀκοή, διὰ τοσούτου καὶ ἡ ὄσφρησις), εὔλογον οὖν καὶ τὴν ἁφὴν παχυμερεστέραν οὖσαν πασῶν ἥττονος δεῖσθαι τοῦ μεταξὺ παρὰ πάσας. ὅλως δὲ τὸ δεῖσθαι τὴν ἁφὴν τοῦ μεταξὺ οὐκ ἀναγκαίως κατεσκεύασται ἐκ τῆς πρὸς τὰς ἄλλας αἰσθήσεις ἀναλογίας· μάλιστα μὲν γὰρ οὐδὲ γεῦσις δεῖται. οὐδὲ γὰρ ὅσα συμβαίνει ἐπὶ τῶν ὄψεων, ἀνάγκη καὶ ἐν ταῖς λοιπαῖς συμβαίνειν, οὐδ’ ὅσα ἐπὶ ἀκοῆς καὶ ὀσφρήσεως, καὶ ἐπὶ τῶν λοιπῶν. οἷον ὅτι ἡ μὲν ὄψις κατ’ ἐκπομπὴν αἰσθάνεται, αἱ δὲ λοιπαὶ κατὰ εἰσπομπήν, καὶ οὐ διὰ ταύτας καὶ ἡ ὄψις κατὰ εἰσπομπήν. πάλιν ἐπὶ μὲν ἄλλων δεῖ τὸν ἀέρα αὐτὸν παθεῖν ὑλικῶς, ἵνα οὕτως ἡ αἴσθησις πάθῃ, οἷον εὐώδη γενέσθαι ἢ ψοφεῖν, ἐπὶ δ’ ὄψεως οὐχ οὕτως· οὐ γὰρ χρώννυται ὁ ἀήρ. καὶ ὅτι ἡ μὲν ὄψις ἄνευ φωτὸς οὐκ ἐνεργεῖ, αἱ δὲ λοιπαὶ ναί. οὐκ ἀνάγκη ἄρα τὰ αὐτὰ ἐπὶ πασῶν τῶν αἰσθήσεων συμβαίνειν. ὥστε οὐδὲν θαυμαστὸν εἰ τῶν ἄλλων δεηθεισῶν τοῦ μεταξὺ γεῦσις καὶ ἁφὴ οὐκ ἐδεήθη. καὶ αὐτὴ γοῦν ἡ ὀνομασία αὐτοῦ τούτου δηλωτική ἐστι, τοῦ τὴν ἁφὴν τῷ θιγγάνειν ἔχειν τὴν ἀντίληψιν.2

由此显然,如果可触知之物的感觉器官有多个且被肉所掩蔽,既然它们在场所上被划分开,那么靠近肉之每一部位的每一种可触知之物本不应当都能被领会,如今这也是完全必然的;但事实上它们能被领会。因此显然,内部的感觉器官并非有多个。如果有人说器官虽有多个,但每一个都领会所有对象,这便是徒劳的;因为仅仅一个也已足够。因此,可触知之物的感觉器官不是多个,而是一个。如果是单一的,它完全必然是肉;因为在同质部分中,没有任何东西像肉那样连续贯穿整个动物。亚里士多德便是这样破斥了第二条论据,而我们亦针对他提出了反驳。 他以下述方式破斥第三条论据:这条论据原本是用来化解向那些主张肉是感觉器官之人所提出的异议的。该异议认为肉并未保持在其他感觉器官上的比例,我是指通过媒介的领会;而其化解方式是认为在这里同样存在媒介,正如对于在水中相触之物而言存在附着的液体一样;因此在空气中,相触之物之间存在某种微小的空气亦是合乎情理的。于是亚里士多德驳斥了这一化解。因为他说,即便在相触之物的情形下亦存在某种媒介,但它并不与其余感觉成比例。因为这种微小的媒介在其余感觉中亦同样存在。因为即便对于附着在眼上的眵分泌物,这种媒介亦出于必然是存在的;因为眵显然亦触及角膜。因此,如果相触之物是通过某种媒介而相触的,那么在眵与眼之间显然亦存在某种媒介,但尽管如此我们看不见眵,因为媒介不仅必须单纯地存在,而且还必须与间距相称。因为如果媒介相对于眼睛与可见物的比例过大,我们固然不会看见可见物;而如果它极度微小,如覆在眼上的眵那样,我们亦不会看见。因此在触觉上,媒介亦必须与其余感觉成比例;但事实并非如此。由此显然,即使有人接纳他们的解法,即便如此,他亦不会发现与其他感觉的比例得以保持。 然而对于这些论点,我是指来自亚里士多德的论点,亦是可以提出反驳的;因为眼睛需要的不仅单纯是某种媒介,而且是透明的媒介,不仅如此,而且是受光照耀的媒介。因此有人会说,我们之所以未能通过眼睛与眵之间的媒介去看,并非由于它微小,而是因为眵阻挡了光线,不容许那个媒介在现实中成为透明的;因为如果眵未曾阻挡光线,我们原本是会看见它的。总的来说,认为媒介在量上的同一比例在所有感觉上都得以保持,这是毫无道理的。因为如果诸感觉中较具肉体性的感觉需要较少的媒介(因为视觉领会可见物所借以的距离有多大,听觉绝非以同样大的距离领会可闻物,正如划桨时发生的情形所表明的,我是指首先看到桨升起,然后才感觉到声音;而听觉领会的距离,嗅觉亦绝非以同样大的距离领会),那么触觉既然是所有感觉中最粗大的,合乎情理的是它比所有感觉都需要更少的媒介。总的说来,触觉需要媒介这一点,并未从与其他感觉的比例中必然地得以确立;因为最主要的是,连味觉亦不需要媒介。因为在视觉情形下发生的一切,并不必然在其余感觉中亦发生;而在听觉与嗅觉情形下发生的一切,亦不必然在其余感觉中发生。例如,视觉是通过发射来感觉的,而其余感觉是通过接收来感觉的,视觉并不会因为其余感觉而亦通过接收来感觉。再次,在其余感觉中,空气本身必须在质料上受动,以便感觉以这种方式受动,例如变芬芳或发出声响,但在视觉中则非如此;因为空气并未着色。而且视觉没有光便不能运作,其余感觉却可以。因此,并不必然在所有感觉中都发生相同的事情。从而,即使其余感觉需要媒介,味觉与触觉却不需要媒介,这亦丝毫不足为奇。至少该名称本身便表明了正是这一点,即触觉乃是通过碰触而拥有领会的。

语法注2 条
  1. 2.209ἦν δὲ ὁ τὸν ἐνιστάμενον τοῖς τὴν σάρκα βουλομένοις αἰσθητήριον εἶναι ἐπιλυόμενος

    名词化的定冠词 ὁ 指代前文的 λόγος,与作表语的现在分词 ἐπιλυόμενος 以及未完成式 ἦν 构成迂回结构(periphrastic imperfect),意为“(这第三条论据)是用来化解……的”。其宾语阳性分词 τὸν ἐνιστάμενον 意为“提出异议者[的论据]”,支配与格短语 τοῖς ... βουλομένοις(“向那些希望肉是感觉器官之人”)。

  2. 2.209αὐτοῦ τούτου δηλωτική ἐστι, τοῦ τὴν ἁφὴν τῷ θιγγάνειν ἔχειν τὴν ἀντίληψιν

    带冠词不定式短语 τοῦ ... ἔχειν 作同位语属格(epexegetical genitive),用以解释由形容词 δηλωτική(“表明……”)所支配的指示代词属格 αὐτοῦ τούτου。不定式 ἔχειν 的逻辑主语为宾格 τὴν ἁφήν,并受表示方式的与格动名词 τῷ θιγγάνειν(“通过触碰”)所修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:415.19-416.36