- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:40.6-41.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞根据亚里士多德在402b16处的文本,阐明了如下方法论:定义不仅能揭示本质附属性质的原因,反过来直观明显的固有性质也是发现未知定义的出发点;并通过亚里士多德其他著作中的实例说明该证明并非循环论证。
" Ἔοικε δὲ οὐ μόνον τὸ τί ἐστι γνῶναι χρήσιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις." Ἐκθέμενος τὰ προβλήματα τὰ ζητεῖσθαι ὀφείλοντα καὶ κοινῶς ἐπὶ παντὸς ὁρισμοῦ καὶ ἰδίᾳ ἐπὶ τοῦ τῆς ψυχῆς, νῦν βούλεται ἡμῖν διὰ τούτων παραδοῦναι μέθοδόν τινα καὶ εὐπορίαν τῆς εὑρέσεως τῶν ὁρισμῶν. ἔστι δὲ ἡ μέθοδος αὕτη. οὐ μόνον, φησί, τῶν πραγμάτων οἱ ὁρισμοὶ συμβάλλονται ἡμῖν εἰς τὸ γνῶναι τὰ οὐσιωδῶς ὑπάρχοντα τοῖς πράγμασιν, οἷον ὡς ὅταν εἴπωμεν ὅτι ψυχή ἐστιν οὐσία αὐτοκίνητος· διὰ γὰρ τούτου συλλογιζόμεθα ὅτι καὶ ἀθάνατος, καὶ τὸ καθ’ αὑτὸ ὑπάρχον τῇ ψυχῇ τὴν ἀθανασίαν ἔγνωμεν ἐκ τοῦ ὁρισμοῦ· καὶ πάλιν ἐγνωκότες τί ἐστι τρίγωνον, εὑρίσκομεν ἐκ τούτου ὅτι τὰς δύο πλευρὰς τῆς λοιπῆς μείζονας ἔχει καὶ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει· οὐ μόνον οὖν, φησίν, εἰς τὴν εὕρεσιν τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι συμβάλλονται ἡμῖν οἱ ὁρισμοί, ἀλλ’ ἔστιν ὅτε καὶ ἀνάπαλιν εἰς τὸ γνῶναι τίς ἐστιν ὁ ὁρισμὸς τοῦ προκειμένου πράγματος συμβάλλεται ἡμῖν πολλάκις ἡ γνῶσις τῶν καθ’ αὑτὸ καὶ πρώτως ὑπαρχόντων τοῖς πράγμασι. ταῦτα γάρ φησι συμβεβηκότα ἐνταῦθα, ὡς καὶ ἀνωτέρω εἰρήκαμεν. ἀλλ’ εἰ τοῦτο, δόξειεν ἂν εἶναι διάλληλος ἡ δεῖξις·1 εἰ γὰρ διὰ τῶν ὁρισμῶν τὰ συμβεβηκότα γινώσκομεν καὶ διὰ τούτων πάλιν τοὺς ὁρισμούς, διάλληλος ἡ δεῖξις. λέγω οὖν ὅτι οὐκ ἔστι διάλληλος· οὐ γὰρ ἐπὶ τῶν αὐτῶν συμβεβηκότων ἀμφότερα λέγει, ἀλλ’ ἕτερα μὲν ἃ διὰ τῶν ὁρισμῶν γινώσκομεν, καὶ ἕτερα πάλιν δι’ ὧν εἰς τοὺς ὁρισμοὺς εὐπορήσομεν. τὰ μὲν γὰρ σαφῆ καὶ ἐκ τῆς ἐναργείας εἰλημμένα συμβεβηκότα συμβάλλεται ἡμῖν εἰς τοὺς ὁρισμοὺς οὔπω ἐγνωσμένους, οἱ δὲ ὁρισμοὶ εἰς τὴν λῆψιν τῶν μὴ προδήλων ἐκ τῆς ἐναργείας συμβεβηκότων, ὥσπερ πολλαχοῦ καὶ αὐτὸς ἐποίησε. βουλόμενος γὰρ ἀποδοῦναι τὸν ὁρισμὸν τοῦ τόπου, ἐπειδὴ ἄδηλος ἦν οὗτος, λάβωμεν, φησί, πρότερον οἱονεὶ κριτήριον τοῦ ἀποδοθησομένου ὁρισμοῦ τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ τόπῳ, οἷον τὸ περιέχειν τὸ ἐν τόπῳ, τὸ ἴσον εἶναι αὐτῷ καὶ ὅσα ἄλλα ἐκεῖ κατηρίθμησε. καὶ ἐάν, φησίν, ὁ ἀποδεδομένος ὁρισμὸς τοιοῦτος ᾖ ὥστε πᾶσιν ἐφαρμόζειν τοῖς κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῷ τόπῳ, ὑγιὴς ἔσται· εἰ δὲ μή, οὔ. οὕτω δὲ καὶ ἐπὶ τοῦ ἀπείρου καὶ τοῦ κενοῦ καὶ τοῦ χρόνου· οὕτω καὶ ἐν τοῖς Μετεώροις τὴν αἰτίαν ζητῶν τῆς χαλάζης ἐζήτησε τὰ κοινῶς ὑπάρχειν ὁμολογούμενα αὐτῇ, τὸ ἐν μετοπώρῳ καὶ ἐν ἔαρι γίνεσθαι, καὶ ἐν χειμῶνι ἐν ταῖς ἀλεεινοτέραις χώραις. εἶτα, φησί, τοιαύτην περὶ αὐτῆς ἀποδῶμεν αἰτίαν ἥτις πᾶσι τούτοις συνάγεται.2 οὕτως οὖν, φησὶ καὶ νῦν, ἐπειδὴ ζητοῦμεν τὸν τῆς ψυχῆς ὁρισμόν, οὗτος δὲ ἄδηλός ἐστι, λάβωμεν τὰ ἐκ τῆς ἐναργείας καθ’ αὑτὸ τῇ ψυχῇ πρώτως παρακολουθοῦντα, ἵν’ ἐκ τούτων ὁδοποιηθῶμεν καὶ εἰς τὴν λῆψιν τοῦ ὁρισμοῦ αὐτῆς, οἷον τὸ φανταστικόν, τὸ κατὰ τόπον κινητικόν, τὸ ζωῆς ποιητικόν, καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ τῆς ψυχῆς ἴδια, διὸ μετὰ τὴν ἔξοδον αὐτῆς οὐκ ἐνεργεῖ ταῦτα καὶ τὰ τοιαῦτα τὸ σῶμα.
“看来,知晓是什么,不仅对于考察属于实体的诸附属性质的原因是有用的。” 在列举了在每个定义上普遍应当探讨的,以及特就灵魂定义而言应当探讨的诸问题之后,他现在希望通过这些话传授给我们发现定义的某种方法与进路。而这种方法如下。他说,事物的定义不仅有助于我们认识本质上属于事物的东西,例如当我们说灵魂是自身运动的实体时;因为通过这一点我们推知它也是不朽的,并且从定义中认识了依其自身属于灵魂的不朽性;又如认识了什么是三角形之后,我们由此发现它的两边大于剩余的一边,且它的三个角等于两个直角。因此他说,定义不仅有助于我们发现依自身属于事物的东西,而且有时恰恰相反,对于知晓所讨论事物的定义究竟为何,常常正是事物依自身且第一义地具有的那些性质的知识对我们有所助益。因为正如我们在上文所说,他在这里所谓的附属性质正是指这些。然而若如此,证明似乎就会成为循环的;因为如果我们通过定义认识附属性质,又通过这些附属性质认识定义,那么证明就是循环的。因此我说,这并非循环;因为他并不是在相同的附属性质上谈论这两方面的,而是我们通过定义认识的是一类,而我们据以找到定义的是另一类。因为那些明显的、从直观明证性中把握的附属性质,有助于我们认识尚未知晓的定义;而定义则有助于把握那些从直观明证性来看并不预先昭然的附属性质,正如他自己在许多地方所做的那样。因为在希望给出位置的定义时,由于这是不明显的,他说:让我们预先将根据共同概念属于位置的东西,作为将要给出的定义的评判标准,例如包容处于位置中的事物、与它相等,以及他在那里列举的其余所有事项。他说,如果所给出的定义能够符合根据共同概念属于位置的所有性质,它就是健全的;否则就不是。在无限、真空和时间上亦复如此。在《气象学》中探求冰雹的原因时也是这样,他探求了被公认属于冰雹的性质,即它在秋天和春天发生,以及冬天在较温暖的地区发生。然后他说,让我们对它给出这样一种与所有这些事实相符的原因。因此就这样,他现在也说,既然我们在探求灵魂的定义,而这是不明显的,那么就让我们依据直观明证性来选取依自身第一义地伴随灵魂的那些性质,以便我们能由此被引导至对其定义的把握,例如表象能力、空间运动能力、产生生命的能力,以及诸如此类的性质;因为这些是灵魂所特有的,所以在灵魂离开之后,身体不再施展这些活动和诸如此类的活动。
- 1.23διάλληλος ἡ δεῖξις
διάλληλος 指相互依赖或循环的论证结构。若从定义推导附属性质,又从同样的附属性质推导定义,则会陷入循环论证;注释者通过区分充当出发点的附属性质(直观明了的)与由定义推得的附属性质(原本不明显的)来化解这一疑难。
- 1.23ἥτις πᾶσι τούτοις συνάγεται
关系代名词 ἥτις 指向前行词 αἰτίαν,动词 συνάγεται 与与格 πᾶσι τούτοις 连用,作中被动态表示“与所有这些相符合、相协调”(亦可理解为从这些事实中推导,但在寻找解释所有经验事实的原因这一语境下,意为相合/一致)。
