← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§405.31-407.16

舌的干湿度与味觉受损及滋味的分类

菲洛波诺斯解释了舌头在过度干燥或潮湿时无法感知滋味的原因,回应了有关黄疸患者的疑难,对单纯滋味(甜与苦)及中间滋味进行了分类,并论证了味觉能力在潜能上即是可尝对象在现实中所是的那样。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.206

" Σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν ὑγράν." Σημεῖόν φησι τοῦ δεῖν τὴν γλῶτταν δυνάμει μὲν ὑγρὰν εἶναι, ἐνεργείᾳ δ’ οὔ, ὅτι ὅσοι τὴν γλῶτταν ἀμέτρως ἢ ξηρὰν ἔχουσιν ἢ ὑγράν, οὗτοι οὐκ ἀντιλαμβάνονται τῶν γευστῶν. εἶτα καὶ τὴν αἰτίαν τούτου προστίθησιν. αὕτη γάρ, φησίν, ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ,1 τουτέστιν διὰ τοῦτο οὐκ ἀντιλαμβάνεται ἡ λίαν ὑγρὰ γλῶττα τῶν χυμῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότης ἔγχυμος οὖσα καὶ πρώτη αὐτῇ προσβάλλουσα γίνεται τῆς γλώττης ἁφὴ ἑαυτῆς ἀντίληψιν αὐτῇ παρέχουσα, καὶ ταύτῃ οὐκ ἐῶσα ἀντιλαμβάνεσθαι τῆς ἔξωθεν· τοῦ γὰρ παρακειμένου καὶ πρώτου ἁπτομένου ἡ γεῦσις γίνεται. σημεῖον δὲ τούτου, φησίν, ὅτι οἱ προγευσάμενοι ἄλλου χυμοῦ καὶ μάλιστα σφοδροτέρου οὐκέτι τῶν δευτέρων ὁμοίως αἰσθάνονται. ἀλλὰ καὶ τοῖς ἰκτεριῶσι πᾶς χυμὸς δοκεῖ πικρὸς εἶναι διὰ τὸ τὴν ὑγρότητα τὴν περὶ τὴν γλῶτταν τοῦτον ἔχειν τὸν χυμόν, οὗ πρῶτον γευομένη οὐκ ἀντιλαμβάνεται τῶν προσφερομένων. ζητήσειε δ’ ἄν τις· καίτοι εἰ πικρὸς ὁ περὶ τὴν γλῶτταν χυμός, ἔδει, ὁπηνίκα προσφέρεται τὸ μέλι, ἧττον δοκεῖν πικρὸν εἶναι, ἐμμιγνυμένου τοῦ γλυκέος καὶ κολάζοντος τὴν ἀμετρίαν τοῦ πικροῦ· νῦν δ’ ὅταν προσφέρηται τὸ γλυκύ, τότε τῆς πικρίας μᾶλλον ἀντιλαμβάνεται. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ μᾶλλον τότε ἀντιλαμβάνεται, ἀλλὰ διὰ τὸ ἠρεμεῖν πρὸ τούτου τὴν αἴσθησιν οὐκ ἀντιλαμβάνεται τοῦ περὶ αὐτὴν χυμοῦ· ἐπεὶ ἐὰν καὶ μηδενὸς προσενεχθέντος κινηθῇ, μᾶλλον αἰσθήσεται τῆς πικρότητος.2 ὥσπερ οὖν ὁ ὑγρὰν ἔχων τὴν γλῶτταν ἧττον αἰσθάνεται, οὕτω καὶ ὁ ἄγαν ξηράν. δεῖ γάρ, ὡς εἶπον, παθεῖν τὸ αἰσθητήριον ὑπὸ τοῦ γευστοῦ, ὑγροῦ ὄντος· τὸ δὲ ἄγαν ξηρὸν ἧττον πάσχει ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ πλείονος χρόνου. δηλοῦσι δὲ αἱ κατεξηρασμέναι τῶν βυρσῶν ἐπὶ πολὺν χρόνον μὴ πάσχουσαι ὑπὸ τοῦ ὑγροῦ.

“证据是,舌头既在极度干燥时不知觉,亦在过分潮湿时不知觉。” 他说,舌头必须在潜能上是潮湿的而在现实态中则不然的证据,乃是凡舌头过度干燥或潮湿的人,都不能把握可尝之物。随后他也补充了此事的缘由。因为他说,“因为这成了对第一潮湿的接触”——也就是说,过分潮湿的舌头不把握诸滋味,乃是由于这一缘故,即舌头中的潮湿既然带有滋味且最先触及它,便成了对舌头的接触,向其提供了对自身的把握,并由此不让它把握来自外部的[潮湿]。因为产生味觉乃是针对邻近且最先接触之物的。他说,此事的证据是,那些事先尝过另一种滋味尤其是更强烈的滋味的人,不再以同样的方式知觉第二种滋味。不仅如此,对患黄疸的人而言,一切滋味都显得是苦的,这是由于舌头周围的潮湿具有这种滋味,〔舌头〕首先尝到这滋味,便不把握带给它的东西。但有人或许会质疑:然而如果舌头周围的滋味是苦的,那么在送上蜂蜜时,本应当显得不那么苦,因为甜味掺入并抑制了苦味的过度;可是现在每当送上甜物时,那时反而更加把握苦味。但这不是真的;因为并非那时更加把握它,而是由于此前感觉处于静止,所以没有把握其周围的滋味;因为即便在没有送上任何东西时[感觉]被激起,它也会更加知觉到苦味。因此,正如拥有潮湿之舌的人较少知觉一样,拥有过分干燥之舌的人也是如此。因为正如我说过的,感觉器官必须受到潮湿的可尝之物的作用;而过分干燥之物受潮湿之物的作用较弱且需要更长时间。极度风干的皮革在很长时间内不受潮湿的作用,便表明了这一点。

§2.207

"Τὰ δὲ εἴδη τῶν χυμῶν, ὥσπερ καὶ ἐπὶ τῶν χρωμάτων, ἁπλᾶ μὲν τἀναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν." Ἀπαρίθμησιν ποιεῖται τῶν εἰδῶν τῶν γευστῶν. ὥσπερ γὰρ ἐπὶ τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ ἐστι τὰ ἐναντία, τὸ λευκὸν καὶ τὸ μέλαν (οὔτε γὰρ ἐξ ἄλλων μέμικται χρωμάτων ταῦτα οὔτε ἐξ ἀλλήλων) τὰ δὲ μεταξὺ τούτων οὐκέτι ἁπλᾶ, ἀλλὰ τῇ τούτων ποιᾷ μίξει πρὸς ἄλληλα ἀποτελοῦνται, καὶ ἔστιν αὐτῶν τὰ μὲν ἐγγυτέρω τοῦ λευκοῦ, ὡς τὸ ξανθόν, τὰ δὲ ἐγγυτέρω τοῦ μέλανος, ὡς τὸ κυανοῦν, τὰ δὲ λοιπὰ μεταξὺ τούτων εἰσίν, οἷον τὸ φαιόν, τὸ ἐρυθρόν, οὕτω καὶ ἐπὶ τῶν χυμῶν. καὶ γὰρ ἐπὶ τούτων ἁπλᾶ μὲν πάλιν τὰ ἐναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν, τὰ δὲ ἄλλα μικτὰ καὶ μεταξύ· ἀλλὰ τοῦ μὲν γλυκέος ἐγγυτέρω τὸ λιπαρόν, τὸ δ’ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δὲ λοιπὰ ἅπερ ἀπαριθμεῖται τούτων μεταξύ.3 οὐ πάντως δὲ τὰ μεταξὺ καὶ μικτά· τὰ μὲν γὰρ μικτὰ καὶ μεταξύ, οὐκέτι δὲ καὶ ἀνάπαλιν, οἷον ἐπὶ χρωμάτων τὸ μὲν φαιὸν μικτὸν ὂν καὶ μεταξύ ἐστι, τὸ μέντοι ἐρυθρὸν ἢ πράσιον οὐ πάντως ἐκ τῆς μίξεως τῶν ἐναντίων γίνονται, ἀλλὰ μεταξὺ λέγονται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα· οὕτω δὲ καὶ ἐπὶ χυμῶν μικτὸν μὲν τὸ ἁλμυρόν, ὡς οἱ ἅλες (ἐκ γὰρ πικροῦ τοῦ θαλασσίου ὕδατος καὶ γλυκέος τὴν γένεσιν ἔχουσι), τὸ δὲ δριμὺ καὶ αὐστηρὸν καὶ ὀξὺ τῷ μηδετέρου τῶν ἄκρων μετέχειν οὕτως εἰσὶ μεταξύ· οὐ γὰρ πάντως ἐκ τῆς τῶν ἄκρων μίξεως τὴν γένεσιν ἔχουσιν. ὀκτὼ δ’ ἀπαριθμεῖται εἴδη χυμῶν, καὶ σχεδὸν ταῦτα μὲν ἅ φησιν εἶναι· εἴ τι γὰρ ἄλλο ἐστίν, ἐγγύς ἐστι τοῦ ἄχυμον εἶναι, οἷον τὸ πλαδαρὸν ἤ τι τοιοῦτον.

“而诸滋味的形式,正如在色彩上也一样,单纯的是相反者,即甜与苦。” 他列举了可尝之物的诸形式。因为正如在色彩上单纯的是相反者,即白与黑(因为这些既非由其他色彩混合而成,亦非由彼此混合而成),而在它们中间的则不再是单纯的,而是通过这些彼此以某种方式混合而被造就的,并且它们之中有的更接近白(如黄),有的更接近黑(如深蓝),其余的则在这些中间(如灰、红),在诸滋味上也是如此。因为在这些之中单纯的也同样是相反者,即甜与苦,而其他的则是混合的与中间的;但油腻更接近甜,咸更接近苦,至于他列举的其余滋味则在这些中间。但中间者绝非在所有情况下都是混合的;因为混合者也是中间的,但反过来则不再如此:例如在色彩上,灰既然是混合的也是中间的,然而红或韭绿却绝非出于相反者的混合,而是作为不分有任何一极端而被称作中间的;在诸滋味上也是如此,咸是混合的,正如盐(因为它们从苦的海水和甜者中生成),而辛、涩、酸则是由于不分有任何一极端而这样成为中间的;因为它们绝非在所有情况下都是从极端的混合中生成的。他列举了八种滋味的形式,而大体上正如他所说就是这些;因为如果还有其他什么,也是接近于无味的,如寡味或类似之物。

§2.208

"Ὥστε τὸ γευστικόν ἐστι τὸ δυνάμει τοιοῦτον." Εἰπὼν περὶ τῶν ἀντικειμένων τῇ γευστικῇ δυνάμει, λέγω δὴ τῶν γευστῶν, ἑξῆς λέγει καὶ περὶ τοῦ γευστικοῦ, αὐτῆς λέγω τῆς δυνάμεως, ἧς χάριν καὶ τὸν περὶ τῶν ἀντικειμένων λόγον ἐποιήσατο, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν ὥστε τὸ γευστικὸν εἶναι τὸ δυνάμει τοιοῦτον, ὥσπερ συμπεραινόμενος τὸν λόγον. τοιοῦτον οὖν ἐστιν τὸ γευστικόν, φησί, δυνάμει, οἷον τὸ γευστὸν ἐνεργείᾳ, ἢ γλυκὺ ἢ πικρὸν ἤ τι τῶν μεταξύ, ὅπερ γευστὸν ποιεῖ τὸ γευστικὸν ἐνεργείᾳ τοιοῦτον, οἷον ἔστιν αὐτό.

“因此味觉能力乃是在潜能上是如此这般者。” 在谈论了与味觉能力相对立之物——我指的是可尝之物——之后,正如在其他感觉上那样,他接着也谈论了味觉能力,我指的是为了它的缘故他也展开了关于对立之物的论述的这种能力本身。因为正如作出结论一样,他说“因此味觉能力乃是在潜能上是如此这般者”,以此表明了这一点。因此他说,味觉能力在潜能上是可尝之物在现实态中所是的某种事物,或是甜、或是苦、或是某种中间物,而这一可尝之物使得味觉能力在现实态中成为它自身所是的某种事物。

语法注3 条
  1. 2.206αὕτη γάρ, φησίν, ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ

    引用亚里士多德原文(422b6)的句子。主语 αὕτη 指前文所述舌头自身的过度潮湿(或其自身的接触),表语 ἁφὴ γίνεται 意为“成了对第一种潮湿[而非外来潮湿]的接触”。菲洛波诺斯紧接着用 τουτέστιν 引出解释,指出舌头内部带有滋味的潮湿先触及舌头自身,构成了对自身的感知。

  2. 2.206ἐπεὶ ἐὰν καὶ μηδενὸς προσενεχθέντος κινηθῇ, μᾶλλον αἰσθήσεται τῆς πικρότητος

    连词 ἐπεί 意为“因为 / 否则”,用于引导反驳前述否定句(“并非那时更加把握它”)的理由。条件从句(ἐὰν ... κινηθῇ)内部的 μηδενὸς προσενεχθέντος 是具有让步意味的独立属格(“即便未送上任何东西”),动词 κινηθῇ 的主语根据上下文为感觉/感觉器官(ἡ αἴσθησις)。

  3. 2.207τὰ δὲ λοιπὰ ἅπερ ἀπαριθμεῖται τούτων μεταξύ

    句末省略了系词 εἰσίν(“其余被列举者位于这些之间”)。关系从句 ἅπερ ἀπαριθμεῖται 中的动词 ἀπαριθμεῖται 既可视为以亚里士多德为隐含主语的中动态/主动态(“他所列举的”),也可视为以先行词 τὰ λοιπά 为语法主语的被动态(“被列举的其余者”)。此处采取前者,理解为“他所列举的其余滋味”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:405.31-407.16