← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§404.10-405.30

可尝之物的质料本原与味觉器官的潜能之湿

针对422a31–34进行注解,阐明可饮之物与不可饮之物是可尝之物的质料本原,可饮之物为触觉与味觉所共通,并论述了味觉器官为何必须在潜能上而非现实态中是潮湿的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.203

" Δοκεῖ δὲ εἶναι ἀρχὴ τὸ ποτὸν καὶ τὸ ἄποτον· γεῦσις γάρ τις ἀμφότερα." Ἐπειδὴ γὰρ εἶπεν ὅτι πᾶς χυμὸς ἐν ὑγρῷ (καὶ γὰρ τὰ ξηρὰ ἔφη, ᾗ μετέχει ὑγροῦ, ταύτῃ γευστὰ εἶναι) τὸ δὲ ὑγρὸν μάλιστα καὶ πρώτως ποτόν, εἰκότως ἀρχὴ τοῦ γευστοῦ τὸ ποτόν, ἀρχὴ δὲ δῆλον 〈ὅτι〉 ὑλική. ἀλλὰ καὶ τοῦ ἀγεύστου τὸ ἄποτον ὑγρὸν ἀρχή, ἄποτον γενόμενον διὰ τὴν ἐπιμιξίαν τοῦ ἀπότου χυμοῦ, ὥσπερ καὶ τὸ ποτὸν πότιμον γέγονε διὰ τὴν ἐπιμιξίαν τοῦ χρηστοῦ χυμοῦ. τὸ δὲ γεῦσις γάρ τις ἀμφότερα ἀντὶ τοῦ γευστά.1 πῶς δὲ τὸ ἄποτον γευστόν, αὐτὸς ἐπήγαγεν, ὅτι οὐχ ὡς τελειωτικὸν ἀλλ’ ὡς φθαρτικὸν τῆς γεύσεως διὰ μοχθηρίαν χυμοῦ. ἢ οὖν οὕτως ἀκουσόμεθα ἀρχὴν εἶναι τῶν γευστῶν τὸ ποτὸν καὶ τὸ ἄποτον, ἢ ἀρχαὶ τῶν γευστῶν τὸ ποτὸν καὶ τὸ ἄποτον ὡς εἰς ταῦτα πρώτως διαιρουμένων τῶν γευστῶν, τούτων δὲ πάλιν ὑποδιαιρουμένων εἰς τὰ κατ’ εἴδη γευστά. πάλιν δὲ τὸ μὲν ποτὸν γευστὸν ὡς σωστικὸν καὶ τελειωτικὸν τοῦ κατὰ φύσιν γευστικοῦ, τὸ δ’ ἄποτον ὡς παρὰ φύσιν καὶ φθαρτικόν.

“可饮之物与不可饮之物似乎是本原;因为两者都是某种味觉。” 因为既然他说了凡滋味皆在潮湿之中(因为他说过干燥之物就其分有潮湿而言在此点上是可尝的),而潮湿之物尤其是并且首要地是可饮之物,所以可饮之物是可尝之物的本原便是合理的,并且显然这是质料本原。但不可饮的潮湿之物也是无味之物的本原,它是由于掺杂了不可饮的滋味而成为不可饮的,正如可饮之物是由于掺杂了有益的滋味而成为适于饮用的那样。而“因为两者都是某种味觉”是代替“可尝之物”。至于不可饮之物如何是可尝之物,他自己接着说明:不是作为完满味觉者,而是由于滋味的不良作为破坏味觉者。因此,我们要么这样理解可饮之物与不可饮之物是可尝之物的本原,要么理解为可饮之物与不可饮之物是可尝之物的诸本原,是因为可尝之物首先被区分为这些,而这些又再被细分为依形式而定的可尝之物。再者,可饮之物作为保全并完满合乎本性的味觉能力之物而是可尝的,而不可饮之物则是作为反乎本性且破坏性之物[而是可尝的]。

§2.204

"Ἔστι δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν." Ἐπεὶ τὸ ποτὸν ὑγρόν, τὸ δὲ ὑγρὸν τῇ ἁφῇ ἀντιληπτόν, ὡς μὲν οὖν ὑγρὸν ἁπτόν, ὡς δὲ τοιόνδε χυμὸν ἔχον γευστόν. διὰ τοῦτο οὖν κοινὸν ἁφῆς καὶ γεύσεως, τῆς μὲν ἁφῆς ὡς ἴδιον αὐτῆς αἰσθητόν, τῆς δὲ γεύσεως 〈ὡς〉 ὕλη καὶ ὄχημα τῶν γευστῶν.

“而可饮之物是触觉与味觉所共通的。” 由于可饮之物是潮湿的,而潮湿之物是由触觉所把握的,因此作为潮湿之物它是可触的,而作为具备此种滋味之物它是可尝的。由于这一缘故,它为触觉与味觉所共通:对于触觉而言是作为其自身固有的可感觉对象,而对于味觉而言则是作为可尝之物的质料和载体。

§2.205

"Ἐπεὶ δὲ ὑγρὸν τὸ γευστόν, ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχείᾳ μήτε ἀδύνατον ὑγραίνεσθαι." Ἐπεὶ δυνάμει ἐστὶ τὸ αἰσθητήριον οἷον τὸ αἰσθητὸν κατ’ ἐνέργειαν, ἔστι δὲ τὸ γευστὸν ὑγρόν, δεήσει τὴν γευστικὴν αἴσθησιν δυνάμει ὑγρὰν εἶναι, οὐκ ἐνεργείᾳ, ἵνα τῆς ὑγρότητος ἐν ᾧ ὁ χυμὸς ἀντιλαμβανομένη κἀκείνῳ ὁμοιουμένη γίνηται ἐνεργείᾳ ὑγρά. εἰ γὰρ ἦν ἐνεργείᾳ ὑγρά, οὐκέτ’ ἂν ὑπὸ τῆς ἐν τοῖς χυμοῖς ὑγρότητος ἔπασχε φθάσασα εἶναι τοιαύτη·2 οὕτω δ’ ἂν οὐδὲ ἀντελαμβάνετο τῶν χυμῶν παραμιγνῦσα τὴν οἰκείαν ὑγρότητα καὶ ἐξίτηλον ποιοῦσα τοῦ χυμοῦ τὴν δύναμιν. ἔτι δὲ καὶ τῷ ἐν αὐτῇ χυμῷ τῷ ἐν τῷ οἰκείῳ ὑγρῷ ἐπιθολοῦσα τὸν προσφερόμενον οὐκ 〈ἂν〉 ἀντελαμβάνετο αὐτοῦ· τοῦ γὰρ ἐγγυτέρου καὶ πρώτου τὸ ἁπτόμενον ἅπτεται, ὥστε τῆς οἰκείας ὑγρότητος ᾐσθάνετο ἄν, ἐπειδὴ καὶ πρώτης ἥπτετο. ὡς οὖν ἐπὶ τῶν ἄλλων αἰσθητῶν τε καὶ αἰσθήσεων ἔχει (δυνάμει γὰρ ἦν ἕκαστον αἰσθητήριον τοιοῦτον, οἷον ἦν ἐνεργείᾳ τὸ οἰκεῖον αἰσθητὸν αὐτοῦ), οὕτω καὶ ἐπὶ τῆς γεύσεως ἔχει. ἀνάγκη ἄρα ὑγρανθῆναι τὸ δυνάμενον μὲν ὑγραίνεσθαι σῳζόμενον, μὴ ὑγρὸν δέ, τὸ γευστικὸν αἰσθητήριον. εἰ γὰρ πάσχει ἡ αἴσθησις ὑπὸ τοῦ αἰσθητοῦ, ὑγρὸν δὲ τὸ γευστόν, ἀνάγκη ἄρα τὸ γευστικὸν αἰσθητήριον οὕτω πεφυκέναι ὑγραίνεσθαι, ὥστε φυλάττειν καὶ ἐν τῇ ὑγρότητι τὴν οἰκείαν φύσιν· οὐ γὰρ φθαρτική ἐστιν ἡ ἐγγινομένη ὑγρότης τῷ αἰσθητηρίῳ, τοὐναντίον δὲ σωστικὴ καὶ τελειωτική. ὅτι δὲ οὐ πάντως ὑπὸ τῶν χυμῶν ὑγραίνεται τὸ γευστικὸν αἰσθητήριον, ἡ γλῶττα, ἀλλ’ ὑπ’ ἐνίων καὶ ξηροτέρα γίνεται, εἶπον ἤδη ἐν τοῖς ἔμπροσθεν· οὔτε γοῦν πέπερι οὔτε ταρίχη οὔτε ἄρτος ξηρὸς οὔτε ἄλλα μυρία τοιαῦτα ὑγραίνει τὴν γλῶτταν, καίτοι γευστὰ ὄντα, ξηραίνει δὲ μᾶλλον οὐχ ὡς ἔγχυμα, ἀλλὰ διά τινα ἁπτὴν ποιότητα, οἷον ξηρότητα ἢ θερμότητα. οὐδὲ γὰρ ὁ ξηρὸς ἄρτος ξηραίνει, ἢ εἰ τύχοι τρωγάλια καὶ τὰ ὅμοια, ἀλλὰ τῷ ξηρὰ εἶναι ἢ θερμὰ ἐξικμάζει τὴν ἐν τῇ γλώττῃ ὑγρότητα. τὸ δὲ σωζόμενον δύναται λέγεσθαι καὶ ὡς πρὸς ἀντιδιαστολὴν ἄλλων, νίτρου καὶ τῶν ὁμοίων· ταῦτα γὰρ ὑγραίνεται οὐ σωζόμενα· τήκεται γάρ.

“既然可尝之物是潮湿的,其感觉器官必然既非在现实态中是潮湿的,亦非不可能被润湿的。” 既然感觉器官在潜能上乃是可感觉对象在活动中所是的那样,而可尝之物是潮湿的,那么味觉的感觉器官就必须在潜能上是潮湿的,而非在活动中,以便在把握滋味所在的潮湿并与那物相似时,在活动中成为潮湿的。因为如果它在活动中是潮湿的,那么由于事先已是这样,它就不会再受到诸滋味中的潮湿的作用;这样它甚至根本不会把握滋味,因为会掺入其固有的潮湿而使滋味的力量消失。此外,它以其自身固有的潮湿之中的滋味混浊了带给它的外来物,也不会把握它;因为触及之物触及更近和第一之物,因此它会感知其固有的潮湿,因为也是首先触及它。因此正如在其他可感觉对象与感觉上那样(因为每个感觉器官在潜能上所是的,正是其固有感觉对象在活动中所是的),在味觉上也同样如此。因此,能够被润湿而同时保持完好、但自身并非潮湿之物——即味觉的感觉器官——必然被润湿。因为如果感觉受到可感觉对象的作用,而可尝之物是潮湿的,那么味觉的感觉器官必然本性上适于这样被润湿,以致在潮湿中也保持其固有的本性;因为产生在感觉器官中的潮湿并非破坏性的,相反是保全性与完满性的。至于味觉的感觉器官即舌头绝非完全被滋味所润湿,反而被某些滋味弄得更加干燥,我已在前文中说过;至少胡椒、腌鱼、干面包以及无数其他此类事物,虽然是可尝之物,却并不润湿舌头,反而使之干燥,这不是由于作为带滋味之物,而是由于某种触觉性质,如干燥或发热。因为干面包或随举一例茶点及类似之物并不[自身]干燥它,而是以其干燥或发热吸干了舌头中的潮湿。而“保持完好”也可以说是为了对照其他事物而言,如纯碱及类似之物;因为这些东西被润湿时并非保持完好,因为它们会溶解。

语法注2 条
  1. 2.203τὸ δὲ γεῦσις γάρ τις ἀμφότερα ἀντὶ τοῦ γευστά

    注疏者指出引文中的抽象名词γεῦσις(味觉)在此代指具有被动/对象意义的γευστά(可尝之物)。ἀντὶ τοῦ加名词/不定式是说明词义替换的标准句式。

  2. 2.205φθάσασα εἶναι τοιαύτη

    动词φθάνω与不定式(或分词)连用,表示“事先/预先已经是如此”。此处指味觉器官若事先已经在现实态中是潮湿的,便不会再受到新的外来影响。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:404.10-405.30