- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:407.17-409.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐述了亚里士多德关于触觉提出的两个难题(触觉的多重性与肉体的中介性),详述了论证触觉并非单一感觉的两个论据,并通过论证声音中的“大与小”乃听觉固有的可感觉之物,驳斥了特米斯提乌斯对亚里士多德诡辩指控的批评。
" Περὶ δὲ ἁπτοῦ καὶ περὶ ἁφῆς ὁ αὐτὸς λόγος." Ἔτι λείπεται ὁ περὶ ἁφῆς λόγος τῷ περὶ τῶν αἰσθήσεων,1 ὃν προχειρίζεται νῦν. δύο δὲ προβλήματα παράδοξα κατασκευάζει ἐν τούτοις, ἓν μὲν ὅτι ἁφὴ οὐ μία αἴσθησις, ἀλλὰ πλείους, δεύτερον δὲ ὅτι οὐκ ἔστιν ἡ σὰρξ τὸ ἁπτικὸν αἰσθητήριον, ἀλλὰ ἄλλο μέν τί ἐστι τὸ αἰσθητήριον, ἡ δὲ σὰρξ μεταξύ ἐστιν, ὥσπερ ἐπὶ τῶν ἄλλων ἢ τὸ διαφανὲς ἢ τὸ δίοσμον ἢ τὸ διηχές, ἢ ὡς τὸ σύνθετον ἀὴρ καὶ ὕδωρ. ὅτι οὖν οὐ μία ἡ ἁπτικὴ αἴσθησις, ἀλλὰ πλείους, κατασκευάζει διὰ δύο ἐπιχειρημάτων, ἑνὸς μὲν ὅτι πᾶσα μία αἴσθησις περὶ μίαν ἐναντίωσιν ἔχει, ἡ δὲ ἁφὴ οὐκ ἔχει περὶ μίαν ἐναντίωσιν ἀλλὰ πλείους· οὐκ ἄρα ἡ ἁφὴ μία αἴσθησις. ἥ τε γὰρ ὄψις ἔχει περὶ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τούτων μεταξύ, ὁμοίως ἡ γεῦσις περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ τούτων μεταξύ, ἡ ἀκοὴ περὶ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ἡ δ’ ὄσφρησις, ὡς εἴπομεν, ἀμυδρὰ οὖσα οὐ διακρίνει κατ’ εἴδη τὰ ὀσφραντά, εἰ μὴ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ· ἡ μέντοι γε ἁφὴ περὶ πλείους ἐναντιώσεις ἔχει οὐχ ὑπαλλήλους οὐδὲ κατ’ οὐδὲν κοινωνούσας, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ ξηρὸν καὶ τὸ ὑγρόν, μαλακὸν καὶ σκληρόν, βαρὺ καὶ κοῦφον, τραχὺ καὶ λεῖον, κραῦρον καὶ γλίσχρον καὶ τὰ ὅμοια. ὥστε εἰ πλείους αἱ ἀντιθέσεις αὗται οὐκ οὖσαι ὑπάλληλοι (τί γὰρ ἐπικοινωνεῖ τὸ κοῦφον καὶ βαρὺ τῷ ξηρῷ καὶ ὑγρῷ ἢ τοῖς λοιποῖς, ἢ τῶν ἄλλων ἕκαστον τοῖς λοιποῖς;) ἑκάστη δὲ μία αἴσθησις περὶ μίαν ἔχει τῶν αἰσθητῶν ἀντίθεσιν, ἔοικε μὴ μία εἶναι αἴσθησις ἡ ἁφή. μία μὲν οὖν ὅτι μὴ ἔστι μία αἴσθησις ἡ ἁφή, ἐπιχείρησις αὕτη· δευτέρα δὲ ὅτι πᾶσα αἴσθησις μία περὶ ἓν γένος, ἡ δὲ ἁφὴ οὐ περὶ ἓν γένος, ἡ ἁφὴ ἄρα οὐ μία αἴσθησις. ἡ μὲν γὰρ ὄψις περὶ τὰ χρώματα, ἡ δὲ γεῦσις περὶ τοὺς χυμούς, ἡ ἀκοὴ περὶ τοὺς ψόφους (ἡ γὰρ ὄσφρησις διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν τὰ εἴδη τῶν ὀσφραντῶν οὐ διαγινώσκει, οὐδὲ τὸ γένος αὐτῶν ἔχει κατωνομασμένον)· ἡ δὲ ἁφὴ καίτοι ἀκριβεστάτη οὖσα παρ’ ἡμῖν, ὅμως οὐκ ἔχει ἕν τι γένος οὔτε ὠνομασμένον οὔτε ἀνώνυμον τῶν οἰκείων αὐτῆς αἰσθητῶν περιεκτικόν. τὰ μὲν οὖν ἐπιχειρήματα ταῦτα ὅτι ἡ ἁφὴ οὐ μία αἴσθησις. ὁ δὲ Θεμίστιός φησιν ἀλύτους μὲν ταύτας εἶναι· τῷ ὄντι γὰρ οὐ μίαν εἶναι, ἀλλὰ πλείους αἰσθήσεις τὴν ἁφήν· τῶν δὲ δύο τῶν ἐπιχειρήσεων, φησί, πρὸς μὲν τὴν δευτέραν οὐδὲ ἐπεχείρησεν οὐδὲν εἰπεῖν ὁ Ἀριστοτέλης, τὴν δὲ προτέραν ἐπειράθη μὲν σαλεῦσαι, ἐσοφίσατο δὲ ἡμᾶς. λέγει γάρ, φησίν, ὡς οὐδὲ αἱ ἄλλαι αἰσθήσεις περὶ μίαν ἀντίθεσιν καταγίνονται, ἀλλὰ πλείους· ἡ γὰρ ἀκοὴ οὐ μόνον περὶ τὴν ὀξεῖαν καὶ βαρεῖαν ἔχει φωνήν, ἀλλ’ ἔστιν ἐν ταῖς φωναῖς τραχεῖά τε καὶ λεία, μέλαινα καὶ λευκή, μεγάλη καὶ μικρὰ καὶ βραχεῖα. ὁμοίως δὲ καὶ ἐν χρώμασίν ἐστι τὸ τραχὺ καὶ τὸ λεῖον, λεῖον μὲν τὸ ἧδον τὴν ὄψιν, οἷον τὸ τοῦ ἑωσφόρου, τραχὺ δὲ τὸ λυποῦν. ταῦτα δέ, φησί, λέγων παραλογίζεται ἡμᾶς. εἰπὼν γὰρ πᾶσαν αἴσθησιν περὶ μίαν ἀντίθεσιν τῶν αἰσθητῶν ἔχειν, δῆλον ὅτι τῶν ἰδίων αἰσθητῶν εἶπεν· εἶτα σαλεύειν τὸν λόγον τοῦτον πειρώμενός φησιν ὅτι καὶ ἡ ἀκοὴ οὐ μόνον περὶ τὸ ὀξὺ καὶ βαρὺ ἔχει, ἀλλὰ καὶ περὶ τὸ μέγα καὶ τὸ μικρόν· τὸ δὲ μέγα καὶ τὸ μικρὸν τῶν κοινῶν ἐστιν αἰσθητῶν. ἔδει δὲ δεῖξαι, εἰ αἱ ἄλλαι αἰσθήσεις περὶ πλείους ἀντιθέσεις ἔχουσιν ἰδίων αἰσθητῶν. ταῦτα μὲν οὖν ὁ Θεμίστιος· ἠγνόησε δὲ ἑαυτὸν παραλογισάμενος.2 τὸ γὰρ μέγα καὶ μικρὸν τὸ ἐπὶ τῶν ψόφων λεγόμενον μόνης ἔστιν ἴδιον τῆς ἀκοῆς, διόπερ οὐδεμία ἄλλη αἴσθησις δύναται κρῖναι τὸ ἐν ψόφοις μέγα καὶ μικρὸν πλὴν τῆς ἀκοῆς. ἐλέγετο δὲ κοινὸν αἰσθητὸν εἶναι τὸ μέγα καὶ τὸ μικρὸν τὸ συνεχὲς τὸ ἐν σώμασι· τούτου δὲ ἡ ἁφὴ καὶ ἡ ὄψις ἐστὶ κριτήριον. δῆλον δὲ ὅτι κἂν λέγωμεν μέλαιναν καὶ λευκὴν φωνήν, κατὰ ἀναλογίαν καὶ ὁμοιότητα τὴν ἀπὸ τῶν χρωμάτων φαμέν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
“关于可触知之物以及关于触觉,同样的道理亦成立。” 对于关于诸感觉的论述而言,关于触觉的论述仍遗留着,他现在便着手处理此项。他在这些内容中确立了两个悖谬的难题:其一,触觉并非一种感觉,而是多种;其二,肉体并非触觉的感觉器官,而是感觉器官另有某物,肉体则是中间物,正如在其他感觉中透明者或透气味者或透声音者那样,或者正如复合物空气与水那样。因而,他通过两个论据确立了触觉感觉并非单一而是多种:其一,凡单一的感觉皆关乎单一的相反,但触觉并非关乎单一的相反而是多种,因而触觉并非单一的感觉。因为视觉关乎白与黑及它们之间的中间物;同样味觉关乎甜与苦及它们之间的中间物;听觉关乎高音与低音;而嗅觉正如我们所言,由于是微弱的,除了凭借愉悦与痛苦之外便不按种区分可嗅之物;然而触觉却关乎多种彼此既不从属亦毫无相通的相反,例如热与冷、干与湿、软与硬、重与轻、粗糙与平滑、脆与粘等等类似之物。从而,如果这些对立项是多种且并非彼此从属的(因为轻与重跟干与湿或其余者,或者其他各项跟其余者有什么共通之处呢?),而每一种单一的感觉皆关乎可感觉之物的一组对立,那么触觉便似乎并非单一的感觉。触觉并非单一的感觉,这便是第一个论证;第二个论证是,凡单一的感觉皆关乎一个属,但触觉并不关乎一个属,因而触觉并非单一的感觉。因为视觉关乎诸色彩,味觉关乎诸滋味,听觉关乎诸声音(因为嗅觉由于其不能分辨可嗅之物的诸种的同一原因,连它们的属也没有命名);可是触觉在我们身上虽是最精确的,却没有任何一个包罗其固有可感觉之物的单一的属,无论是有名称的还是无名称的。触觉并非单一的感觉,诸论据便是这些。但特米斯提乌斯说这些是无法解决的;因为他说事实上触觉并非一种而是多种感觉;而在两个论据中,他说,亚里士多德对第二个甚至未曾试图说什么,对于前一个虽试图动摇,却以诡辩欺骗了我们。因为他说,[亚里士多德]讲到其他感觉也并非致力于单一的对立而是多种;因为听觉不仅关乎高亢与低沉的声音,而且在诸声音中还有粗糙与平滑、黑与白、大与小和短促。同样在诸色彩中亦有粗糙与平滑,平滑的是使视觉愉悦的,例如晨星的色彩,粗糙的是引起痛苦的。他说,[亚里士多德]讲这些话是在对我们进行谬误推理。因为在说了凡感觉皆关乎可感觉之物的一组对立之后,显然他是就固有的可感觉之物而言的;随后试图动摇这一论述时,他又说听觉不仅关乎高与低,而且关乎大与小;但大与小属于共同的可感觉之物。他本应当指明的是,其他感觉是否关乎固有的可感觉之物的多种对立。特米斯提乌斯便讲了这些;然而他没有意识到自己陷入了谬误推理。因为在诸声音上所说的大与小乃仅为听觉所固有,所以除听觉外没有任何其他感觉能够判定声音中的大与小。而被称为共同的可感觉之物的,乃是物体中连续的大与小(体积);对此触觉与视觉是判定标准。显然,即便我们说黑的声音或白的声音,也是根据源于色彩的类比和相似性来说的;在其他方面亦同样如此。
- 2.209τῷ περὶ τῶν αἰσθήσεων
受动词 λείπεται 支配的与格,在此充当关涉或归属的与格:“对于关于诸感觉的[论述/著作]而言,关于触觉的论述仍遗留着”。
- 2.209ἠγνόησε δὲ ἑαυτὸν παραλογισάμενος
由表示无知/认知的动词 ἠγνόησε 与反身代词 ἑαυτόν 以及补充性不定过去时分词 παραλογισάμενος 构成的句式,意为“他没有意识到自己陷入了谬误推理(欺骗了自己)”。
