- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:402.26-404.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐明了亚里士多德关于味觉与所有感觉共有的特征——即把握其对象的匮乏态、过度与不足——的论证,剖析了“不可见物”的多重涵义(绝对不可能、匮乏、以及因过度或不足导致的低劣可见性),并将其应用于味觉与无味之物。
" Ὥσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου." Εἶπον ἤδη ὅτι εἰπὼν τί διαφέρει ἡ γεῦσις τῶν ἄλλων αἰσθήσεων, βούλεται εἰπεῖν καὶ τί κοινὸν ἔχει πρὸς αὐτάς. εἰπὼν οὖν, τί κοινὸν ἔχει ἰδίᾳ πρός τε τὴν ὄψιν καὶ τὴν ἀκοήν, νῦν λέγει τί κοινὸν ἔχει πρὸς πάσας τὰς αἰσθήσεις. ὥσπερ γὰρ αἱ ἄλλαι ἀντιλαμβάνονται τῶν τε οἰκείων αἰσθητῶν καὶ τῶν στερήσεων τούτων, καὶ ἔτι τῶν ὑπερβολῶν τῶν αἰσθητῶν καὶ ἐνδειῶν, οὕτω καὶ ἡ γεῦσις. οἷον ἡ ὄψις ἀντιλαμβάνεται, φησί, τοῦ τε ὁρατοῦ1 καὶ τοῦ ἀοράτου, ὁρατοῦ μὲν τῶν χρωμάτων, ἀοράτου δὲ ἢ τοῦ κατὰ στέρησιν ἀοράτου, ὡς τοῦ σκότους (ἑκάστη γὰρ αἴσθησις καθ’ αὐτὸ μὲν ἀντιλαμβάνεται τῶν οἰκείων αἰσθητῶν, κατὰ συμβεβηκὸς δὲ καὶ τῶν στερήσεων, ὥσπερ καὶ ἡ ὄψις τοῦ σκότους· τῷ γὰρ μὴ πάσχειν ὑπὸ τῶν ὁρατῶν κατὰ συμβεβηκὸς ἀντιλαμβάνεσθαι λέγεται τοῦ σκότους)·2 ἀντιλαμβάνεται οὖν καὶ τοῦ κατὰ στέρησιν ἀοράτου, καὶ τοῦ καθ’ αὑτὸ μὲν ὁρατοῦ, δι’ ὑπερβολὴν δὲ φθείροντος τὴν αἴσθησιν καὶ ταύτῃ ἀοράτου λεγομένου (τὸ γὰρ λαμπρὸν ὁρατὸν ὂν ὅταν ᾖ μεθ’ ὑπερβολῆς, φθείρει τὴν αἴσθησιν) καὶ τοῦ λίαν ἀμυδροῦ καὶ ἐγγίζοντος τῇ στερήσει, οἷον λέγομεν εἶναι τὸ λυκόφως· ἐγγὺς γὰρ καὶ τοῦτο ἐλέγετο εἶναι ἀόρατον τῷ μὴ δύνασθαι κινεῖν ἀκριβῶς τὴν αἴσθησιν. ὥσπερ οὖν ἐπὶ τῆς ὄψεως ἔχει, οὕτω καὶ ἐπὶ τῆς ἀκοῆς· ἔστι γὰρ ἀκουστὸν μὲν αὐτοὶ οἱ ψόφοι, ἀνήκουστον δὲ τὸ κατὰ στέρησιν, ὡς ἡ σιγὴ κατὰ συμβεβηκὸς λεγομένη αἰσθητή, ἢ ὁ ὑπερβάλλων ψόφος (φθείρει γὰρ καὶ οὗτος τὴν αἴσθησιν, ὡς ἐπὶ τῶν ἐμβροντήτων), ἢ ὁ ἀμυδρός, ὡς ὁ ψιθυρισμός. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὁμοίως δὲ καὶ ἐπὶ γεύσεως· ἡ γὰρ αὐτὴ ἐπὶ πασῶν ἀναλογία φυλάττεται.
“正如视觉既关于可见物又关于不可见物一样。” 我已说过,在说明了味觉与其他感觉有何区别之后,他也意在说明味觉与它们有何共同之处。因此,在说明了它与视觉和听觉特异地有何共同之处后,现在他说明它与一切感觉有何共同之处。因为正如其他感觉既把握其固有的可感觉对象又把握这些对象的匮乏态,更把握可感觉对象的过度与不足一样,味觉也是如此。例如,他说,视觉既把握可见物又把握不可见物:就可见物而言把握诸颜色,就不可见物而言则把握由于匮乏而不可见之物,如黑暗(因为每种感觉自身把握其固有的可感觉对象,但偶性地也把握它们的匮乏态,正如视觉把握黑暗一样;因为正是由于不受可见物的影响,它被说成偶性地把握黑暗);因此它把握由于匮乏而不可见之物,把握自身是可见的但由于过度而破坏感觉并因之被称为不可见之物(因为光辉之物本是可见的,当处于过度时便破坏感觉),以及极为微弱并接近于匮乏之物,如我们所说的薄暮;因为这也被说成几乎是不可见的,因为它无法精确地推动感觉。因此在视觉上如此,在听觉上亦然:因为可听之物乃是声音本身,而不可听之物则是出于匮乏者,如偶性地被称为可感觉的沉默,或者是过度之声(因为这也会破坏感觉,如对于遭到雷击者而言),或是微弱之声,如耳语。因此在这些感觉及其他感觉上如此,在味觉上同样如此;因为相同的比例在所有感觉中都被保持着。
"Ἀνόρατον δὲ τὸ μὲν ὅλως λέγεται, ὥσπερ καὶ ἐπ’ ἄλλων τὸ ἀδύνατον, τὸ δὲ ἐὰν πεφυκὸς μὴ ἔχῃ ἢ φαύλως, ὥσπερ τὸ ἄπουν καὶ ἀπύρηνον." Ἐπειδὴ εἶπεν τὴν ὄψιν ἀντιληπτικὴν εἶναι τοῦ ὁρατοῦ καὶ ἀοράτου, πολλαχῶς δὲ τὸ ἀόρατον, διαιρεῖ τὰ τοῦ ἀοράτου σημαινόμενα. λέγεται γάρ, φησίν, ἀόρατον ἢ τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, ὡς λέγονται εἶναι καὶ τὰ ἀσώματα τὰ μετὰ τὸ χρῶμα ἀόρατα3 (οὕτω γοῦν καὶ ἡ φωνὴ ἀόρατος καὶ ἡ ὀσμή, καὶ ἁπλῶς τὰ ταῖς ἄλλαις αἰσθήσεσιν ὑποπίπτοντα) ἢ τὸ πεφυκὸς μὲν ὁρατὸν εἶναι, μὴ ὁρώμενον δέ, ὅπερ ἐστὶ τὸ ἐν στερήσει, ὡς τὸ δυνάμει διαφανὲς φωτὸς μὴ παρόντος, ἢ τὸ οὕτω λεγόμενον ἀόρατον ὡς φαύλως ὁρατόν (τοιοῦτον δέ ἐστιν ἢ τὸ δι’ ὑπερβολὴν λαμπρότητος φθαρτικὸν τῆς ὄψεως ἢ τὸ δι’ ἀμυδρότητα μὴ ποιοῦν εἰς τὴν αἴσθησιν. ἀντιλαμβάνεται οὖν τοῦ ἀοράτου ἡ ὄψις ὅτι ἀόρατον, οὐ τοῦ μὴ πεφυκότος ὁρᾶσθαι, οἷον τῶν ψόφων καὶ τῶν αἰσθητῶν ταῖς ἄλλαις αἰσθήσεσι (ταῦτα γὰρ ὅτι μὴ ὁρατά, ὁ λόγος ἐστὶν ὁ κρίνων δι’ ὀργάνου τῆς αἰσθήσεως, οὐ μέντοι ἡ αἴσθησις), τοῦ μέντοι κατὰ στέρησιν ἀοράτου ἡ αἴσθησίς ἐστιν ἀντιληπτικὴ καὶ τῶν λοιπῶν· κρίνει γὰρ καὶ τὰ ἄλογα ταῖς ὄψεσιν ὅτι σκότος κατὰ συμβεβηκὸς τῷ μὴ πάσχειν ὑπὸ τῶν ὁρατῶν, διὸ καὶ εἰς τοὺς φωλεοὺς ἠρεμεῖ. μήποτε δὲ καὶ τὸ κατὰ στέρησιν ἀόρατον ἡ φαντασία ἐστὶν ἡ κρίνουσα, καὶ οὐχ ἡ ὄψις, εἴ γε αἱ μὲν αἰσθήσεις ἐν τῷ πάσχειν τι τὴν κρίσιν ἔχουσι, μὴ πάσχουσαι δὲ ἐν τῷ σκότῳ ἀνενέργητοί εἰσιν4 (διὸ κατὰ τὴν ἕξιν μόνην θεωροῦνται), μὴ ἐνεργοῦσαι δὲ πῶς ἂν κρίνοιεν; ἄπουν δὲ καὶ ἀπύρηνον, οὐ τὸ πάντη μὴ ἔχον πόδας, ἀλλὰ τὸ μικροὺς καὶ φαύλους· καὶ γὰρ ἀπυρήνους ἐλαίας λέγομεν οὐ τὰς μὴ ἐχούσας πυρῆνας, ἀλλὰ μικρὰς ἐχούσας· οὕτω καὶ ἄποδά φαμεν ζῷα οὐ τὰ μὴ ἔχοντα πόδας, ἀλλὰ τὰ μικροὺς ἔχοντα. ἔστι δὲ πτηνόν τι τοιοῦτον ἐοικὸς χελιδόνι καθ’ ἑσπέραν ἱπτάμενον, ὃ καλεῖται νυκτερίς. ταῦτα εἰπὼν λέγει 〈ὅτι〉 καὶ ἡ γεῦσις ἀντιλαμβάνεται τοῦ γευστοῦ καὶ ἀγεύστου, οὐ τοῦ ἀδυνάτου χυμὸν δέξασθαι (οὕτω γὰρ ἂν ἦν καὶ χρώματος καὶ ψόφου κριτική) ἀλλὰ τῶν [τε] δυνατῶν δέξασθαι, μὴ δεδεγμένων δέ, ἢ τῶν φαύλως δεδεγμένων ἢ δι’ ὑπερβολὴν ἢ δι’ ἔνδειαν.
“但不可见物一方面被说成完全〔不可见〕,正如在其他事物中言及不可能之物那样;另一方面则是如果本性上适于具备却不具备,或拙劣地具备,正如无足物与无核物一样。” 既然他说了视觉能把握可见物与不可见物,而不可见物有多重涵义,他就对不可见物的诸含义进行区分。他说,所谓不可见物,要么是指完全不可能被看见之物,正如在颜色之外的非物体之物也被说成是不可见的那样(至少声音与气味,以及简言之归属于其他诸感觉的事物,便以此种方式是不可见的);要么是指本性上适于可见但并未被看见之物,亦即处于匮乏态之物,如光线不存在时潜能中的透明体;要么是指因被拙劣地看见而被称为不可见之物(此类事物要么是由于过度的光辉而破坏视觉,要么是由于微弱而对感觉不产生作用)。因此视觉把握不可见物之作为不可见,并非把握那些本性上不适于被看见之物,如声音以及其他感觉的可感觉对象(因为通过作为工具的感觉来判定这些并非可见物的乃是理知,绝非感觉本身);然而对于因匮乏而不可见之物及其他不可见物,感觉是能够把握的。因为无理性的动物也是通过视觉偶性地凭着不受可见物的影响而判定是黑暗,所以才退入巢穴中静止安歇。但或许判定因匮乏而不可见之物的是表象,而非视觉,假若诸感觉是在受到某种影响时才具有评判,而在黑暗中因未受影响而是非活动的(因此仅根据素质状态被考察);那么当不活动时,它们又怎能评判呢?而“无足”与“无核”指的不是完全没有足,而是具有弱小而拙劣的足;因为我们说无核橄榄指的也不是完全没有核,而是具有小核;同样,我们称某些动物为无足,也不是指它们完全没有足,而是指它们具有小足。有这样一种有翅之物,类似燕子且在黄昏飞翔,被称为蝙蝠。在说了这些之后,他说味觉也把握可尝之物与无味之物,不是把握不可能接纳滋味之物(因为若是那样,它也将能够判别颜色与声音),而是把握那些能够接纳滋味却尚未接纳之物,或是由于过度或不足而拙劣地接纳之物。
- 2.201ἀντιλαμβάνεται οὖν καὶ τοῦ κατὰ στέρησιν ἀοράτου, καὶ τοῦ καθ’ αὑτὸ μὲν ὁρατοῦ
主要动词 ἀντιλαμβάνεται 的宾语通过 καὶ ... καὶ ... 引导属格短语并列展开。并列的三个要素是:tou katà stérēsin aorátou(因匮乏而不可见之物)、tou kath’ hautò mèn horatoû... aorátou legoménou(自身可见但因破坏感觉而被称为不可见之物)以及 tou lían amudroû(极为微弱之物)。
- 2.201τῷ γὰρ μὴ πάσχειν ὑπὸ τῶν ὁρατῶν κατὰ συμβεβηκὸς ἀντιλαμβάνεσθαι λέγεται τοῦ σκότους
定冠词与格不定式 τῷ μὴ πάσχειν 表示原因或根据(“由于不受可见物的影响”),解释了感觉器官未受到积极作用本身如何构成了对黑暗的偶性把握。
- 2.202τὰ ἀσώματα τὰ μετὰ τὸ χρῶμα ἀόρατα
名词 τὰ ἀσώματα 与修饰限定短语 τὰ μετὰ τὸ χρῶμα ἀόρατα 并置。这里的 μετὰ τὸ χρῶμα 意为“在颜色之外/脱离颜色范畴”,指代本质上不属于颜色范围的事物。
- 2.202εἴ γε αἱ μὲν αἰσθήσεις ἐν τῷ πάσχειν τι τὴν κρίσιν ἔχουσι, μὴ πάσχουσαι δὲ ἐν τῷ σκότῳ ἀνενέργητοί εἰσιν
由 εἴ γε 引导的原因/条件从句中,通过 μέν...δέ 构成对比:“假若诸感觉在受到影响时具有评判,而在黑暗中因未受影响而是非活动的”。这在逻辑上为后续的修辞性归结句 μὴ ἐνεργοῦσαι δὲ πῶς ἂν κρίνοιεν(“不活动时又怎能评判?”)提供了前提。
