- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:401.15-402.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德“没有湿气便不能产生滋味”(422a17)的命题,斐洛庞奴斯结合盐等干燥物的例子解释其潜能中的湿气,提出是否干燥的土才是滋味根源的疑难,并通过论证唯有湿润物能够作为质料接纳一切滋味而解决了这一难题。
" Οὐδὲν δὲ ποιεῖ χυμοῦ αἴσθησιν ἄνευ ὑγρότητος, ἀλλ’ ἔχει ἐνεργείᾳ ἢ δυνάμει ὑγρότητα." Εἰπὼν ὅτι πᾶς χυμὸς ἐν ὑγρῷ ὡς ὕλῃ ἐστίν, νῦν δείκνυσι καὶ τὰ δοκοῦντα ξηρὰ εἶναι χυμοῦ μετέχοντα τῷ ἔχειν δυνάμει ὑγρότητα. οὕτω τὸν χυμὸν ἔχει,1 οἷοί εἰσιν οἱ ἅλες· καὶ γὰρ οὗτοι, ὅταν ἡ γεῦσις αὐτῶν ἀντιλαμβάνηται, αὐτοί τε τήκονται ὡς ὄντες δυνάμει ὑγροί, καὶ προσέτι τῆς γλώττης συντηκτικοί εἰσιν ἐξικμάζοντες τὴν ὑγρότητα ἐξ αὐτῆς καὶ ταύτῃ ὑγραίνοντες αὐτήν. καὶ εἴ τι δὲ τῶν ἄλλων ξηρῶν γευστὸν ᾖ, οἷον ἄρτος καὶ τὰ ὅμοια, οὐχ ᾗ ξηρός ἐστιν, ταύτῃ γευστός, ἀλλ’ ᾗ μετέχει ὑγρότητος. ἀμέλει τὰ ὑπερκαιόμενα ἢ ἐγγὺς ἢ καὶ παντελῶς ἄγευστα γίνεται, κατὰ μόνην λοιπὸν τὴν ἁπτικὴν αἴσθησιν ἐνεργοῦντα. εἰ δὲ μετὰ ὑγρότητος ἡ τῶν χυμῶν γίνεται αἴσθησις, εἰκότως ἁφήν τινα εἶπεν τὴν γεῦσιν. εἰ γὰρ ἐν ὑγρῷ μὲν ἦν, μὴ μέντοι σὺν αὐτῷ ἡ ἀντίληψις αὐτοῦ ἐγίνετο, οὐκ ἂν ἦν ἁπτός· οὐδὲ γὰρ τὸ χρῶμα ἁπτόν, ἐπεὶ ἐν ἁπτῷ τὸ εἶναι ἔχει, διότι οὐ μετ’ αὐτοῦ τοῦ χρώματος ἡ ἀντίληψις. οὐ δοκεῖ δ’ ἀληθὲς εἶναι τὸ ἰδίως τοῖς χυμοῖς ἀφωρίσθαι τὸ ὑγρόν. τί γὰρ μᾶλλον τὸ ὑγρὸν ἢ τὸ ξηρόν; πέπερι γὰρ καὶ βῶλος ἡ Ἀρμενία, καὶ ἔτι λίθος καὶ μυρία ἄλλα ξηρὰ ὄντα φύσει, καὶ μήτε ἐνεργείᾳ μήτε δυνάμει ὑγρότητος μετέχοντα χυμοῦ μετέχει. ἄλλως τε οἱ μὲν ἐν ὑγρῷ χυμοὶ ὀλίγοι τέ εἰσι καὶ εὐπεριόριστοι, οἱ δὲ ἐν ξηροῖς πλείονες· πλείονα γὰρ τὰ βρώματα τῶν ποτῶν. ἄλλως τε καὶ αὐτὸς ἐν τοῖς Μετεώροις ἔδειξεν ὅτι αἱ διάφοροι ἐν τοῖς ὕδασι ποιότητες, οἷον τὰ νιτρώδη καὶ ἀσφαλτώδη καὶ πικρὰ καὶ ἁλμυρά, ἐκ τῆς ὑποκειμένης αὐτοῖς γῆς ἐγγίνεται. καὶ ὅλως ἐδείξαμεν ὅτι τὸ ὕδωρ ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἐγγὺς ἄποιον 〈ἢ〉 καὶ καθάπαξ ἄποιόν ἐστιν. ὥστε δόξει μᾶλλον ἐν τῷ ξηρῷ τὴν σύστασιν ἔχειν ὁ χυμὸς τῇ γῇ,2 ἐπεὶ καὶ τὸ ὕδωρ ἁπλοῦν ὂν καὶ ἐγγινόμενον ἐν τῇ γῇ τὰς ἀπείρους ἐξ αὐτῆς ποιότητας ἀναδέχεται. ἔστιν οὖν εἰπεῖν πρὸς ταῦτα, ὅτι κατὰ ἀλήθειαν μὲν οὐδὲν τῶν ἁπλῶν ἔστιν ἰδεῖν ἔγχυμον. οὔτε γὰρ πῦρ οὔτε ἀὴρ οὔτε ὕδωρ, ἀλλ’ οὐδὲ γῆ· καὶ γάρ, ὅπερ εἶπον, τὰ πάνυ ὑπερκεκαυμένα σχεδὸν ἄχυμα γίνεται. ὥσπερ γὰρ καὶ τὰ διάφορα γίνεται χρώματα παρὰ τὴν ποιὰν τῶν ἁπλῶν σύγκρασιν, οὕτως ὑπονοητέον καὶ τοὺς χυμοὺς γίνεσθαι. ὅτι γὰρ οὐδ’ ἐν τῇ γῇ εἰσιν ἐνεργείᾳ, δῆλον ἐξ ὧν οὐδὲ συναίσθησιν αὐτῶν λαμβάνομεν. ἔπειτα δὲ ὁρῶμεν ὅτι ἐν αὐτοῖς τοῖς φυτοῖς ὄντες οἱ χυμοὶ πεττόμενοι εἰς ἑτέραν μεταβάλλονται ἰδέαν· πολλάκις γὰρ πικρὸς πρῶτόν ἐστιν, εἶτα ὀξώδης, εἶτα γλυκύς, καὶ ἀνάπαλιν γλυκύς, εἶτα ὀξώδης, δῆλον ὅτι οὐκ εἰσὶν ἐν τοῖς ἁπλοῖς, ἀλλὰ ἐν τοῖς συνθέτοις γίνεται. διὰ τί οὖν τὸ ὑγρὸν μᾶλλον ἀφώρισεν αὐτοῖς ὁ Ἀριστοτέλης ἤπερ τὸ ξηρόν; λέγω οὖν ὅτι συνεῖδεν ὡς τὸ μὲν ὑγρὸν πάντα χυμὸν δέξασθαι οἷόν τέ ἐστιν· ὅτι γὰρ οὖν τῶν ξηρῶν3 ἐμμιχθὲν τῷ ὕδατι ποιῶσαι αὐτὸ δύναται, εἰ καὶ μόνον ἀποβρέξει τις εἰς ὕδωρ, καὶ μὴ λεπτύνας ἐγκαταμίξῃ· τοῦτο δὲ ἐν τῷ ξηρῷ γίνεσθαι οὐ δυνατόν. οὔτε γὰρ παντὶ ξηρῷ δυνατὸν πάντα χυμὸν δέξασθαι οὔτε ὅλως τινὶ πάντα, καὶ χυμὸν οὐ μόνον τὸν ἐν ὑγροῖς, ἀλλὰ πολλῷ μᾶλλον τὸν ἐν ξηροῖς. ἐν μέντοι τῷ ὑγρῷ καὶ τῷ τυχόντι καὶ τὸν ἐν ξηροῖς καὶ τὸν ἐν ὑγροῖς ἐγκαταμῖξαι χυμὸν ἐνδέχεται. διὰ τοῦτο οὖν, ὡς ἔοικεν, μᾶλλον ὑποκεῖσθαί φησι τοῖς χυμοῖς τὸ ὑγρόν.
“没有任何事物能在没有湿气的情况下产生滋味的感觉,而是要么在现实中要么在潜能中具有湿气。” 在说明了每种滋味都在作为质料的湿润物之中之后,他现在指明,那些看似干燥之物也是由于在潜能中具有湿气而分有滋味的。它们以这种方式具有滋味,如盐便是如此;因为这些东西,当味觉把握它们时,它们自身作为在潜能中是湿润的东西而融化,并且更进一步能够消融舌头,从舌中析出湿气并藉此润湿舌头。而如果在其他干燥事物中有任何是可尝的,例如面包和类似之物,它并非就其是干燥的而言是可尝的,而是就其分有湿气而言[是可尝的]。显然,过度烧焦的事物几乎或完全变得无味,此后仅仅依据触觉发挥作用。如果滋味的感觉伴随着湿气产生,那么他合理地将味觉称为某种触觉。因为如果滋味在湿润物中,然而对它的把握却不与湿润物一道发生,它就不会是可触的;因为颜色也不是可触的,尽管它在可触之物中具有其存在,这是因为对颜色的把握并不与它〔可触之物〕一道发生。但湿润物被特异地指定给诸滋味,这似乎并不属实。因为为什么是湿润物而不是干燥物呢?因为胡椒、亚美尼亚泥,以及石头和无数其他本性上干燥、且无论在现实中还是在潜能中都不分有湿气的事物,都分有滋味。此外,湿润物中的滋味数量少且易于界定,而干燥物中的滋味则更多;因为食物比饮料更多。此外,他自己在《气象学》中也指出,水中的各种性质,如碱质、沥青质、苦味和咸味,都是从位于其下的土中产生的。而且总的来说我们已经指出,水就其自身的本性而言几乎是无性质的,乃至完全是无性质的。因此,滋味似乎更应该在干燥物即土中具有其构成,既然水是单纯的,且进入土中便从土中接受了无数性质。那么,针对这些可以这样说:事实上在单纯物中看不到任何有滋味之物。因为无论是火、空气、水,抑或是土[都不具滋味];因为正如我所说,彻底过度烧焦的事物几乎变得毫无滋味。因为正如各种颜色是通过单纯物的某种混合而产生的,必须推测滋味也是如此产生的。因为它们在土中甚至并非现实地存在,这从我们甚至根本无法感受到它们就显而易见。再者,我们看到植物本身内部所含的滋味在成熟时转变为另一种形态;因为常常首先是苦的,然后是酸的,然后是甜的,反之亦然,先是甜的,然后是酸的,显而易见它们不在单纯物中,而是在复合之物中产生。那么,为什么亚里士多德将湿润物而不是干燥物指定给它们呢?因此我说,这是因为他洞察到湿润物能够接纳一切滋味;因为干燥物中无论何物与水混合,都能使水具有性质,即便人只是将其浸泡在水中,而没有将其弄碎混合在其中;但这在干燥物中是不可能发生的。因为并非对每一个干燥物而言都能接纳一切滋味,甚至根本没有哪一个干燥物能接纳所有的滋味,不仅不能接纳湿润物中的滋味,而且远不能接纳干燥物中的滋味。然而在湿润物中,即便在任意一种之中,也能将干燥物中的滋味和湿润物中的滋味都混合进去。因此,似乎正因如此,他才说湿润物更作为滋味的底层物。
- 2.200οὕτω τὸν χυμὸν ἔχει
接续前文带冠词的不定式结构“由于在潜能中具有湿气”(τῷ ἔχειν δυνάμει ὑγρότητα),解释为构成一个独立的谓语从句(“它们以此种方式具有滋味”),紧接着由 οἷοί εἰσιν οἱ ἅλες(“如盐便是如此”)引出具体例证。
- 2.200ἐν τῷ ξηρῷ τὴν σύστασιν ἔχειν ὁ χυμὸς τῇ γῇ
与格 τῇ γῇ 作为介词短语 ἐν τῷ ξηρῷ 的同格与格发挥作用(省略了介词 ἐν 的重复,即“在干燥物中,即在土中”),在物理学语境中将土指明为干燥物的代表性实体。
- 2.200ὅτι γὰρ οὖν τῶν ξηρῶν
文本中的 ὅτι 此处不作连词,而应读作中性单数不定关系代名词 ὅ τι 与小词 γὰρ οὖν 的复合(ὅ τι γὰρ οὖν τῶν ξηρῶν ἐμμιχθὲν ... δύναται)。在句法上充当主语:“因为干燥物中无论何物与水混合,都能使水具有性质(ποιῶσαι αὐτὸ δύναται)”。
