← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§400.9-401.14

透明媒介中的视觉与感觉对象的命名

菲洛波诺斯解释了味觉需要通过混合实现直接接触,而视觉既非通过混合亦非通过流出物、而是透过透明媒介产生;他还指出,味觉、视觉与听觉对其对象具有统称,而由于人类嗅觉不够敏锐,嗅觉对象缺乏具体的种属名称。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.199

" Τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι, οὐδὲ ταῖς ἀπορροίαις." Τοῦ μὲν γὰρ χυμοῦ αἰσθανόμεθα ἐν τῷ ὕδατι ὄντες τῷ ἐμμίγνυσθαι ἐν αὐτῷ τὸ γλυκὺ σῶμα· διό, ὡς εἶπον, καὶ κινήσεως δεῖ. οὐχ οὕτως δὲ τὰ χρώματα ὁρῶμεν δι’ ἀέρος ἢ δι’ ὕδατος· οὐ γὰρ ἐμμίγνυνται τὰ χρώματα τῷ διαφανεῖ. οὐδὲ γὰρ ὕλη αὐτῶν γίνεται τὸ διαφανές, ὡς τῶν χυμῶν τὸ ὑγρόν, οὐδὲ κεχρωσμένον τὸ διαφανὲς τῇ ὄψει ὑποπίπτει, ἀλλὰ δι’ αὐτοῦ τὰ χρώματα ὁρᾶται. ἀλλ’ οὐδ’ οὕτως ὁρατὰ τὰ χρώματα ὡς ἀπορροίας πέμποντα ἐπὶ τὴν ὄψιν· δείξει γὰρ τοῦτο ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν. εἰ γὰρ ἦν τὸ ὁρᾶν κατὰ ἀπόρροιαν τὴν ἀπὸ τῶν χρωμάτων, σῶμα ἄν ἦν ἡ ἀπόρροια· σῶμα δ’ οὖσαν αὐτὴν εὔλογον ἦν ὑπομένειν καὶ ὀλίγον παρενεχθέντων τῶν ἀφ’ ὧν ἀπορρεῖ.1 ἔτι εἰ ἀπόρροια ἦν, διὰ τί οὐ σκίδναται ὑπὸ τῶν ἀνέμων; οὔτε οὖν ὡς μιγνυμένου τοῦ χρώματος τῷ διαφανεῖ τὸ ὁρᾶν γίνεται οὔτε κατὰ ἀπόρροιαν, ἀλλ’ ὡς διὰ μέσου τοῦ διαφανοῦς· οὐ γὰρ ὕλη γίνεται τῷ χρώματι οὐδὲ χρώννυται ὑπ’ αὐτοῦ. ὥστε οὐχ ὁμοίως τῆς τε γεύσεως ἐν ὕδατι ὄντες καὶ τῶν χρωμάτων αἰσθανόμεθα. ὡς μὲν οὖν τὸ μεταξὺ οὐδέν ἐστιν· ὡς δὲ χρῶμα τὸ ὁρατόν, οὕτως τὸ γευστὸν ὁ χυμός. εἰπὼν τὴν διαφορὰν τῆς γεύσεως πρὸς τὰς ἄλλας αἰσθήσεις, νῦν λέγει τὴν κοινωνίαν τῆς γεύσεως πρὸς πάσας ἁπλῶς τὰς ἄλλας αἰσθήσεις. ἡ τοίνυν γεῦσις, φησί, κατὰ μὲν τὸ μὴ διά τινος μεταξὺ ἀλλοτρίου ποιεῖσθαι τὴν ἀντίληψιν τῶν ὑποκειμένων αὐτῇ αἰσθητῶν οὐδὲν ἔχει κοινὸν πρὸς τὰς προειλημμένας τρεῖς· τῇ γὰρ ἁφῇ κοινωνεῖ κατὰ τοῦτο· ἔχει δέ τι κοινὸν πρός τε ὄψιν καὶ ἀκοήν. ὥσπερ γὰρ ἑκατέρα τούτων τὰ ὑποκείμενα αὐτῇ ἔχει ἑνὶ ὀνόματι προσαγορευόμενα, ἡ μὲν ὄψις τὰ χρώματα, ἡ δὲ ἀκοὴ τοὺς ψόφους, οὕτω καὶ ἡ γεῦσις ὑποκείμενα ἑαυτῇ τοὺς χυμοὺς ἔχει. ἡ μέντοι ὄσφρησις οὐκ ἔχει κοινῷ ὀνόματι τὰ ὑποκείμενα αὐτῇ προσαγορευόμενα. εἰ γάρ τις εἴποι ὀσφραντά, παρωνύμως ἐκ τῆς αἰσθήσεως αὐτὰ ὀνομάζει, ὥσπερ καὶ ὁρατὰ καὶ ἀκουστὰ καὶ γευστά. τούτου δ’ αἴτιον, ἐπειδὴ οὐδὲ ἀκριβῆ τὴν ὄσφρησιν ἔχομεν οἱ ἄνθρωποι. ἡττώμεθα γὰρ τοῖς ἄλλοις ζῴοις κατὰ ταύτην· ἀκριβεστέραν γὰρ ἡμῶν αὐτὴν ἔχουσιν, ὥσπερ ἡμεῖς τὴν ἁφὴν ἔχομεν τῶν ἄλλων ἀκριβεστέραν. διόπερ οὐδὲ † κατ’ εἶδος καὶ τὰ μεταξὺ ὁμοίως ὀξύν τε φθόγγον καὶ βαρύν, καὶ τὸ μαλακὸν καὶ τὸ σκληρόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, ὑγρὸν καὶ ξηρόν, θερμὸν καὶ ψυχρόν, καὶ λέγομεν [ὅτι] εἰ τύχοι, ὅτι ψιμύθιον καὶ γάλα καὶ κύκνος ἓν ἔχει [καὶ] χρῶμα τὸ λευκόν, ὕδωρ δὲ καὶ ἀὴρ καὶ γάλα καὶ οἶνος ὑγρᾶς μετέχει ποιότητος, οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως κατ’ εἶδος τὰ ὀσφραντὰ δυνάμεθα διακρῖναι,2 ἀλλὰ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ μόνον αὐτὰ διακρίνομεν. οὐ γὰρ ἴσμεν τήνδε τὴν ὀσμήν, ποίου ἐστὶν εἴδους τῶν ὀσφραντῶν. τί μὲν γάρ ἐστι τὸ ἐξ οὗ ἡ ὀσμή, πολλάκις γινώσκομεν, αὐτὴν μέντοι τὴν ὀσμὴν ποίου ἐστὶν εἴδους τῶν ὀσφραντῶν, διακρῖναι οὐ δυνάμεθα.

“但颜色并非以这种方式通过混合被看到,亦非通过流出物。” 因为当我们在水中时,我们之所以感知到滋味,是由于甜的物体混合在其中;正因如此,如我所说,运动也是必需的。但我们透过空气或透过水看到颜色却并非以这种方式;因为颜色并不与透明物混合。因为透明物并不像湿润物之于滋味那样成为颜色的质料,透明物也并非在被着色后落入视觉之中,而是透过它颜色才被看到。然而,颜色亦非以向视觉散发流出物的方式成为可见的;因为他将在《论感觉及其对象》中证明这一点。因为如果观看是依据来自颜色的流出物,那么流出物就必定是物体;既然它是物体,那么即便流出它的事物被移开一小会儿,流出物仍留存下来就是合乎情理的。此外,如果它是流出物,为什么它不被风吹散呢?因此,观看既不是由于颜色与透明物混合而产生,也不是依据流出物,而是如同透过作为媒介的透明物;因为透明物既不成为颜色的质料,亦不被它着色。所以,当我们在水中时,我们感知味觉与感知颜色并非以同样的方式。“因此作为媒介物什么也没有;但正如颜色是可见物,滋味同样是可尝物。”在论述了味觉与其他诸感觉的差异之后,他现在谈到味觉与不加限定的所有其他感觉的相通之处。他说,味觉就其并非透过某种外来的媒介物对位于其下的感觉对象进行把握而言,与前面提到的三种感觉毫无共同之处;因为在这一点上它与触觉相通;但它与视觉和听觉两者都有某种共同之处。因为正如这两者中的每一者都具有以单一名称称呼的位于其下的对象——视觉具有颜色,听觉具有声音——同样味觉也具有作为位于其下的对象的诸滋味。然而嗅觉却没有以一个共同名称称呼的位于其下的对象。因为如果有人说“可嗅物”,他便是从感觉派生性地命名它们,正如“可见物”、“可听物”和“可尝物”一样。而导致这种情况的原因是,我们人类甚至没有精确的嗅觉。因为就这一感觉而言我们逊于其他动物;因为它们拥有比我们更精确的嗅觉,正如我们拥有比其他动物更精确的触觉一样。因此,[……]按照种,以及中间物也同样如此,高音与低音,软与硬,重与轻,湿与干,热与冷,并且例如我们会说,铅白、奶和天鹅具有一种颜色即白色,而水、空气、奶和酒分有湿的性质,同样在嗅觉的情况中,我们也无法按照种来分辨可嗅物,而仅仅凭借适意与痛苦来分辨它们。因为我们不知道这种气味究竟属于可嗅物的哪一个种。因为气味所由之出的事物是什么,我们常常知道,然而气味本身属于可嗅物的哪一个种,我们却无法分辨。

语法注2 条
  1. 2.199σῶμα δ’ οὖσαν αὐτὴν εὔλογον ἦν ὑπομένειν καὶ ὀλίγον παρενεχθέντων τῶν ἀφ’ ὧν ἀπορρεῖ

    带宾格的不定式结构(σῶμα οὖσαν αὐτὴν ... ὑπομένειν)充当无人称表达 εὔλογον ἦν 的主语。παρενεχθέντων τῶν ἀφ’ ὧν ἀπορρεῖ 是独立属格,表示时间或让步(“即使流出物所由之出的事物被移开后”),而 καὶ ὀλίγον 作时间性的状语宾格(“哪怕一小会儿”)。

  2. 2.199διόπερ οὐδὲ † κατ’ εἶδος καὶ τὰ μεταξὺ ὁμοίως ὀξύν τε φθόγγον καὶ βαρύν... οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως κατ’ εἶδος τὰ ὀσφραντὰ δυνάμεθα διακρῖναι

    本处文本在手抄本中存在讹误,底本中带有剑号(†)。从构文骨架来看,前半部分列举了其他感觉(听觉、触觉)能够区分种和中间项(高音、低音等)以及将具有共同性质者归入一种(铅白、奶、天鹅皆为白)的例证,与后半句 οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως ... δυνάμεθα διακρῖναι 形成对比。开头的 οὐδὲ 呼应 δυνάμεθα,构成整个句子的否定结构,即“在嗅觉中我们无法[像其他感觉那样]依种来分辨可嗅物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:400.9-401.14