← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§399.6-400.8

水中的味觉感知与作为质料的水

菲洛波诺斯注解了亚里士多德关于“即使我们在水中也会感知到甜味”的思想实验(422a11),论证水并非如同在视觉和嗅觉中那样作为媒介物,而是作为与滋味混合的质料而起作用,并考察了亚历山大所提及的将“作为质料”(ὡς ὕλῃ)读作“如同水一般”(ὡς ὕδατι)的异读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.198

" Διὸ κἂν εἰ ἐν ὕδατι ἦμεν, ᾐσθανόμεθα ἂν ἐμβληθέντος τοῦ γλυκέος." Ὅτι τὸ ὑγρὸν ὕλη χυμῶν καὶ ὅτι οὐ δεόμεθα τοῦ μεταξὺ εἰς ἀντίληψιν τῶν χυμῶν, διὰ τοιούτων κατασκευάζει. εἰ γὰρ ἦμεν ἐν ὕδατι,1 ἐμβληθέντος ἐν αὐτῷ γλυκέος τινὸς ᾐσθανόμεθα ἂν αὐτοῦ, οὐχ οὕτω δὲ ὥσπερ καὶ τὰ χρώματα ὁρῶμεν δι’ ὕδατος, οὐδ’ ὥσπερ τὰ δι’ ὕδατος ὀσφραινόμενα· ἐπ’ ἐκείνων μὲν γὰρ καὶ μὴ ὄντων ἐν τῷ ὕδατι τῶν χρωμάτων, μηδὲ ὧν ἡ ὄσφρησις ἡ ἀντίληψις αὐτῶν γίνεται,2 ἐνταῦθα δὲ ἐν αὐτῷ τῷ ὕδατι δεῖ ἐμβληθῆναι τὸ γλυκὺ καὶ ὡς ὕλην τὸ ὕδωρ δέξασθαι τὴν γλυκύτητα καὶ εἰδοποιηθῆναι ὑπ’ αὐτῆς καὶ αὐτὸ γλυκὺ γενέσθαι. διόπερ ἐν τῷ μελικράτῳ κινήσεως δεῖ, ἵνα κατακερματισθῇ τὸ μέλι ἐν τῷ ὕδατι, ὥστε αὐτὴν τὴν οὐσίαν τοῦ μέλιτος ἐμμιχθῆναι τῷ ὕδατι. ἐκεῖ δὲ οὐχ οὕτως· οὐ γὰρ ἐμμίγνυνται τὰ χρώματα τῷ ὕδατι οὐδὲ τὰ ὀσφραντὰ οὐδὲ τὰ ψοφητικά. διὸ ἐνταῦθα μὲν γευόμενοι τοῦ ὕδατος τοῦ γλυκέος ἀντιλαμβανόμεθα, ἐκεῖ δὲ δι’ αὐτοῦ καὶ οὐκ αὐτοῦ ἁπτόμενοι. λέγει δὲ φέρεσθαι καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος, καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕδατι· σημαίνειν δέ φησι τὴν γραφὴν ταύτην ὅτι ὁ χυμὸς ἐν τοιούτῳ ἐστὶν ὑγρῷ, ὁποῖόν ἐστι τὸ ὕδωρ· οὐ γὰρ δοκεῖ ὁ ἀὴρ χυμῶν εἶναι δεκτικός, καίτοι ὑγρὸς ὤν, εἰ μὴ πάνυ δραστήριος ᾖ ὁ χυμός. παρόντος γὰρ πολλάκις ἀψινθίου συναισθανόμεθα ἐν τῇ γεύσει τῆς πικρότητος, δηλονότι τοῦ ἀέρος τοῦ παρακειμένου πεποιωμένου καὶ πεπονθότος τῇ παραθέσει, ἢ οὐσίας τινὸς ἀπορρεούσης καὶ ἐγκαταμιχθείσης αὐτῷ, ὡς ἐπὶ τοῦ μέλιτος καὶ τοῦ ὕδατος (διὰ τοῦτο γίνεται μάλιστα ἔτι νεοδρέπτου ὄντος καὶ μὴ κατεξηρασμένου)· πλὴν ἐπὶ τῶν γευστῶν πλείστων ποιοτήτων οὐ γίνεται αὐτῶν δεκτικὸς ὁ ἀήρ. ἔστι δὲ τὸ ὕδωρ ἢ καὶ παντελῶς ἄχυμον τῇ αὐτοῦ φύσει, ὡς τοῖς ἰατροῖς δοκεῖ, ἢ ἐγγὺς ἄχυμον· αἰσθανόμεθα γὰρ γλυκέος καὶ ἁλμυροῦ ὕδατος, εἰ καὶ προσγεγενῆσθαι αὐτῷ φασι τὰς τοιαύτας ποιότητας. διόπερ τὰ λεπτομερέστερα τῶν ὑδάτων ἀποιότερά ἐστι. σημεῖον δὲ ὅτι τὸ διηθούμενον ὕδωρ καὶ ἐξατμιζόμενον καὶ πολλάκις τούτων τι ὑπομένον ἐγγὺς ἄποιον γίνεται. εἰ δὲ τὸ διηθεῖν καὶ ἐξατμίζειν χωρίζειν ἐστὶ τοῦ παχυμερεστέρου τε καὶ γεώδους, δῆλον ὅτι αὐτὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἄποιόν ἐστιν, εἴ γε τῇ μίξει τοῦ γεώδους ἔγχυμον γίνεται· πλὴν ἢ παντελῶς ἐστιν ἄχυμον καθ’ αὑτὸ ἢ ἐγγύς. ἔχει μέντοι δύναμιν πάντων τῶν χυμῶν δεκτικήν, διὸ καὶ ἀπολαύει παντὸς χυμοῦ, ἂν πλησιάσῃ αὐτῷ, καὶ ὕλη αὐτοῦ γίνεται. ἐν ὑγρῷ οὖν ὁ χυμὸς ὡς ἐν ὕδατι· οὐ γὰρ τῷ ὡς ἐν ἀέρι ὑγρῷ· οὐ γὰρ γευστὸν ὁ ἀὴρ οὐδὲ ὕλη χυμῶν. τὸ δὲ καθάπερ ἐπὶ τοῦ ποτοῦ, παράδειγμά ἐστι, πῶς ἂν ἐν ὕδατι ὄντες ᾐσθανόμεθα τοῦ γλυκέος, ὅτι τῷ γεύεσθαι, καθάπερ ἐπὶ τοῦ ποτοῦ, καὶ οὐχ ὡς διά τινος μεταξύ.

“因此,即使我们在水中,甜味之物一经投入,我们也会感知到它。” 关于湿润之物是滋味的质料,以及我们在把握滋味时并不需要媒介物,他是通过诸如此类的论据来确立的。因为如果我们是在水中,当某种甜味之物投入其中时,我们固然会感知到它,但并不像我们透过水看到颜色那样,也不像透过水被嗅到的事物那样;因为在那些情况下,即使颜色不在水中,嗅觉的对象也不在水中,对它们的把握也会产生,而在这里,甜味之物必须投入水本身之中,并且水必须作为质料接纳甜味,被其赋予形式,并且水自身也变成甜的。正因如此,在蜂蜜水中需要搅动,以便蜂蜜在水中分散细化,从而使蜂蜜自身的实体与水混合。而在那里则并非如此;因为颜色不与水混合,可嗅物和发声物也不与水混合。因此,在这里我们是通过品尝水来把握甜味,而在那里则是透过水,而不是通过触及它。此外,亚历山大说还流传着另一种异读:“并且滋味所在的物体,即此可尝物,在作为水一般的湿润之物中”;他说这一异读的意思是,滋味处于像水这样的湿润之物中;因为空气虽是湿润的,但似乎并不接纳滋味,除非滋味极为剧烈。因为当苦艾在场时,我们在味觉中常常一同感知到苦味,这显然是因为邻近的空气因这种并置而被赋予定型并受到作用,或者是由于某种实体流出并混入其中,正如在蜂蜜和水的情况下那样(因此,这尤其在它还是刚采摘且尚未干枯时发生);然而对于绝大多数可尝性质,空气并不接纳它们。而水就其自身的本性而言,或者如医家们所认为的那样完全无味,或者接近于无味;因为我们感知到甜水和咸水,即使人们说这类性质是后来附加上去的。因此,由更微细部分构成的水更缺乏性质。其标志是,经过滤并蒸发、且多次经历其中某种过程的水,会变得近乎无性质。而如果过滤和蒸发是将较粗大且属土的部分分离开来,显而易见,水自身依照其固有本性是无性质的,既然它是由于属土之物的混入而具有滋味;然而就其自身而言,它要么完全无味,要么接近无味。不过,它具有接纳所有滋味的能力,因此只要滋味临近它,它就会获得每一种滋味,并成为其质料。所以,滋味是处于“作为水一般的湿润之物中”;因为并非处于作为空气一般的湿润之物中;因为空气既非可尝物,亦非滋味的质料。而“正如在饮料的情况中一样”这一语词则是一个例子,表明如果我们在水中,我们将如何感知到甜味:即通过品尝它,正如在饮料的情况中一样,而不是如同透过某种媒介物。

语法注2 条
  1. 2.198καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕδατι

    引述前一节(422a10)读法“καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ”的异读(γραφή)。系动词 ἐστίν 被省略,作为完整引语,意为“滋味所在的物体,即此可尝物,在作为水一般的湿润之物中”。

  2. 2.198ἐπ’ ἐκείνων μὲν γὰρ καὶ μὴ ὄντων ἐν τῷ ὕδατι τῶν χρωμάτων, μηδὲ ὧν ἡ ὄσφρησις ἡ ἀντίληψις αὐτῶν γίνεται

    καὶ μὴ ὄντων ... τῶν χρωμάτων 是表示让步的独立属格结构。其后的 μηδὲ ὧν ἡ ὄσφρησις 省略了带有分词的先行词(如 μηδὲ [τούτων ὄντων])以及关系从句中的系动词([ἐστίν]),整个让步结构均从属于主句 ἡ ἀντίληψις αὐτῶν γίνεται。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:399.6-400.8