← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§38.18-40.5

灵魂的部分与潜能、活动及对象的探讨顺序

斐洛波诺阐明了将灵魂视为诸部分而非多数灵魂的两种理解方式,并考察了探讨的顺序问题:究竟应当从整体开始还是从部分(潜能)开始,进而应当优先探讨潜能、活动还是活动的对象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

" Ἔτι δὲ εἰ μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια, πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια." Εἰπὼν πότερον μία ἢ πολλαί, καὶ ὅτι εἰ πολλαί, πότερον τῷ εἴδει μόνον ἕτεραι ἢ καὶ τῷ γένει, νῦν τὸ ἕτερον μόριον τῆς διαιρέσεως ἐξετάζει·1 εἰ γὰρ μὴ πολλαὶ ψυχαί, φησίν, ἀλλὰ μόρια. τὸ δὲ μὴ πολλαὶ πάλιν διχῶς ἐκληψόμεθα ἀναλόγως τοῖς ἀνωτέρω· ἢ γὰρ ἐν ἑκάστῳ ἡμῶν καὶ ἁπλῶς τῶν ἐμψύχων οὐ πολλαὶ ψυχαί, οἷον ἐν ἀνθρώπῳ ἡ φυτικὴ καὶ ἡ ἄλογος καὶ ἡ λογικὴ καὶ τούτων τὰ μόρια, ἀλλὰ μία μὲν ψυχή, μόρια δὲ αὐτῆς ταῦτα, τουτέστι διάφοροι δυνάμεις· ἢ ὅτι2 ἡ ἁπλῶς ψυχὴ οὐ διαιρεῖται ὡς γένος εἰς πολλὰ εἴδη ψυχῶν, εἰς λόγον, εἰς θυμόν, εἰς ἐπιθυμίαν καὶ τὰς λοιπάς, ὡς εἶναι ἕκαστον τούτων ψυχήν, ὅπερ ἔλεγεν ἄνω ‘πότερον μεριστὴ ἢ ἀμέριστος’· τὸ γὰρ γένος εἰς τὰ εἴδη μερίζεται· ὥστε εἶναι ἐν ἑκάστῳ τῶν ἐμψύχων οὐ ψυχὴν ἀλλὰ μόριον ἢ μόρια ψυχῆς, τῆς ἁπλῶς ψυχῆς ὁλότητος οὔσης, οὐ γένους. εἰ τοίνυν, φησί, μὴ πολλαὶ ψυχαὶ ἀλλὰ μόρια ψυχῶν, τουτέστι δυνάμεις εἰσὶ πολλαί. εἴ τε οὕτως εἴ τε ἐκείνως ἐκλαμβάνοις, πάλιν, φησί, πολλὰς ἀπορίας ἔχει ὁ λόγος· ζητητέον γὰρ πόθεν ἀρκτέον τῆς διδασκαλίας ἢ τῆς θεωρίας, πότερον ἐκ τῶν μορίων ἢ ἐκ τοῦ ὅλου. δόξει γὰρ ἑκάτερον εἶναι εὔλογον· ὑπολάβοι γὰρ ἄν τις δεῖν ἐκ τοῦ ὅλου ἄρχεσθαι ὡς σαφεστέρου· σαφέστερον γὰρ τὸ ὅλον τῶν μερῶν· πάλιν δόξειε τὸ δεῖν μᾶλλον ἐκ τῶν μερῶν ἄρχεσθαι ὡς ἁπλουστέρων·3 δεῖ γὰρ τὸν μέλλοντα εἰδέναι τι σύνθετον ἐκεῖνα εἰδέναι πρότερον τὰ ἐξ ὧν συνέστηκε. πάλιν ἐπειδὴ αἱ δυνάμεις ἔχουσιν ἔργα τινά, λέγω δὴ τὰς ἐνεργείας (πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως), πάλιν ζητητέον εἰ ἀπὸ τῶν ἐνεργειῶν ἀρκτέον πρῶτον ἢ ἀπ’ αὐτῶν τῶν δυνάμεων. ἐπειδὴ οὖν αἱ μὲν οὐσίαι τῶν πραγμάτων ἄδηλοι, δῆλαι δὲ αἱ ἐνέργειαι, διὰ τοῦτο δεῖ ἀπὸ τῶν δήλων ἄρχεσθαι. σταθμώμεθα γὰρ τὰς ἕξεις ἐκ τῶν ἐνεργειῶν, ἀδήλων οὐσῶν τῶν ἕξεων, μαθόντες δὲ τὰς ἕξεις, ταὐτὸν δὲ εἰπεῖν τὰς δυνάμεις, ἐξ αὐτῶν σταθμώμεθα καὶ τὰς οὐσίας· πᾶσα γὰρ δύναμις ἐξ οὐσίας, καὶ πᾶσα ἐνέργεια ἐκ δυνάμεως. ἀλλ’ ἐπειδάν, φησί, καὶ τοῦτο εὕρωμεν, ὅτι δεῖ ἐκ τῶν ἐνεργειῶν ἄρχεσθαι, ἐπειδὴ αἱ ἐνέργειαι τῶν πρός τί εἰσιν, οἷον ἡ νόησις τοῦ νοητοῦ καὶ ἡ αἴσθησις τοῦ αἰσθητοῦ καὶ ἡ φαντασία τοῦ φανταστοῦ καὶ ἡ διάνοια τοῦ διανοητοῦ καὶ αἱ λοιπαὶ ὁμοίως, ταῦτα δὲ τῶν πρός τι, δεῖ δὲ τὸν εἰδότα τὰ πρός τι εἰδέναι καὶ πρὸς ὅ ἐστιν, ἀνάγκη πάλιν, φησί, ζητεῖν, πότερον ἐκ τῶν ἐνεργειῶν δεῖ ἄρχεσθαι ἢ ἐκ τῶν περὶ ἃ ἐνεργοῦσι. καὶ ἐπειδὴ σαφέστερα τὰ περὶ ἃ ἐνεργοῦσι τῶν ἐνεργειῶν (σαφέστερον γὰρ τὸ αἰσθητὸν τῆς αἰσθήσεως καὶ τὸ δοξαστὸν τῆς δόξης καὶ τὰ λοιπὰ ὁμοίως), ἐκ τούτων ἄρα ἀρκτέον. διαφέρει δὲ μόνον ἐπὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ· ἐνταῦθα γὰρ ἀσαφέστερον τὸ νοητὸν τοῦ νοῦ· ὁ μὲν γὰρ νοῦς ἡμέτερος, τὸ δὲ νοητὸν ὑπὲρ ἡμᾶς. διὰ τοῦτο οὖν δεῖ τὸν τὰ νοητὰ μέλλοντα γινώσκειν εἰδέναι πρότερον τί ποτέ ἐστι νοῦς. οὕτω γοῦν καὶ ὁ Ἀριστοτέλης ἐπὶ τούτου μόνου ποιεῖ, πρότερον περὶ τοῦ νοῦ, εἶτα περὶ τῶν νοητῶν διδάσκων. χαλεπὸν δὲ καὶ ἐπὶ τούτων διορίσαι ποῖα πέφυκεν ἕτερα ἀλλήλων. ἄδηλον γὰρ εἰ φαντασία καὶ αἴσθησις ταὐτὸν ἢ ἕτερον, ἢ τὸ φανταστικὸν καὶ τὸ κατὰ τόπον κινητικόν, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. καὶ πότερον τὰ μόρια χρὴ ζητεῖν πρότερον ἢ τὰ ἔργα αὐτῶν, μόρια μὲν τὰς δυνάμεις, ἔργα δὲ αὐτῶν τὰς ἐνεργείας. οἷον τὸ νοεῖν ἢ τὸν νοῦν, νοῦν μὲν τὴν δύναμιν, νοεῖν δὲ τὴν ἐνέργειαν, καὶ τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν, αἰσθάνεσθαι πάλιν τὴν ἐνέργειαν, αἰσθητικὸν δὲ τὴν δύναμιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δηλονότι δυνάμεων καὶ ἐνεργειῶν [τοῦ νοῦ καὶ τοῦ νοητοῦ, δόξης καὶ δοξαστοῦ, καὶ τῶν λοιπῶν]. εἰ δὲ τὰ ἔργα πρότερον, πάλιν ἄν τις ἀπορήσειεν, εἰ τὰ ἀντικείμενα τούτων πρότερον ζητητέον ἢ τὰ ἔργα, τουτέστιν ἢ τὰς ἐνεργείας· ἀντικείμενα δὲ ταῖς ἐνεργείαις εἴπομεν τὸ αἰσθητὸν τῇ αἰσθήσει καὶ τὰ λοιπὰ ὁμοίως· ἀντίκειται δὲ ταῦτα ὡς τὰ πρός τι· ἡ γὰρ αἴσθησις αἰσθητοῦ αἴσθησις. οἷον τὸ αἰσθητὸν τοῦ αἰσθητικοῦ, καὶ τὸ νοητὸν τοῦ νοητικοῦ. ἔδει εἰπεῖν τὸ αἰσθητὸν τῆς αἰσθήσεως καὶ τὸ νοητὸν τῆς νοήσεως· ταῦτα γάρ ἐστι τὰ τῶν ἐνεργειῶν σημαντικά· νῦν δὲ εἶπε καταχρώμενος ‘τοῦ αἰσθητικοῦ καὶ νοητικοῦ’, ἅπερ ἦν σημαντικὰ τῶν δυνάμεων.4

“此外,如果不是多数灵魂而是诸部分,应当先探讨整体灵魂还是诸部分。” 在说明了是一个还是多数,以及如果是多数,仅在种上不同还是在属上也[不同]之后,他现在考察划分中的另一部分:他说,因为如果不是多数灵魂,而是诸部分。至于“不是多数”,我们参照上文再次从两方面来理解:要么是在我们每个人中以及单纯而言的有生命者中,并非存在多数灵魂,例如在人中存在植物性灵魂、无理性灵魂和理性灵魂,以及这些灵魂的诸部分,而是一个灵魂,这些则是它的部分,即不同的潜能;要么是单纯而言的灵魂并不作为属划分为灵魂的许多种,如划分为理性、激情、欲望及其他,以致它们中的每一个都是灵魂(这正如他在上文所说的“是可分的还是不可分的”,因为属划分为种),从而在每个有生命者中存在的不是灵魂,而是灵魂的部分或诸部分,而单纯而言的灵魂是整体,而非属。因此他说,如果不是多数灵魂而是灵魂的诸部分,也就是说存在多数潜能。无论你照前一种方式还是照后一种方式理解,他说,这番论述再次包含许多疑难:因为必须探讨教学或理论应当从何处开始,是从诸部分还是从整体开始。因为两者都显得合乎情理:有人可能认为应当从整体开始,因为它是更为明白的,毕竟整体比部分更明白;但又可能认为更应当从诸部分开始,因为它们是更为单纯的;因为将要知道某一复合体的人,必须先知道构成它的那些成分。再者,由于诸潜能具有某些功用,我意指活动(因为一切活动都出于潜能),又必须探讨应当首先从活动开始还是从潜能本身开始。既然事物的实体是不明显的,而活动是明显的,因此必须从明显者开始。因为当品性不明显时,我们由活动推断品性,而认识了品性(换言之即认识了潜能),我们由此亦推断其实体;因为一切潜能都出于实体,一切活动都出于潜能。然而他说,即使我们发现了这一点,即应当从活动开始,但由于活动属于相关物,例如理知是关于可知者的,感觉是关于可感觉者的,表象是关于可表象者的,思考是关于可思考者的,其余的亦复如此,而这些是相关物,知晓相关物的人亦必须知晓其所相关的对象,因此他说,必须再次探讨究竟应当从活动开始,还是从它们所围绕活动的对象开始。并且既然活动所围绕的对象比活动更明白(因为可感觉者比感觉更明白,可设想者比设想更明白,其余亦然),因此必须从这些开始。唯独在理智与可知者的情况下有所不同:因为在此处可知者不如理智明白;理智属于我们,而可知者在我们之上。正是由于这个原因,将要知道可知者的人,必须先知道理智究竟是什么。至少亚里士多德也唯独在此处是这样做的,先讲授理智,然后讲授可知者。但在这些情况下,要辨别哪类事物本性上彼此相异也是困难的;因为表象与感觉是相同还是相异,或者表象能力与空间运动能力[是相同还是相异],在其余情况下亦然,都是不明显的。以及是否应当先探讨诸部分,还是探讨它们的功用:部分即是诸潜能,它们的功用即是诸活动。例如,是探讨理知还是理智:理智是潜能,理知是活动;以及探讨感觉活动还是感觉能力:感觉活动再次是活动,感觉能力是潜能。在其他潜能和活动[理智与可知者,设想与可设想者,及其他]中显然亦复如此。如果功用在先,又有人会生疑:是否它们的对立对象应当先于功用(即先于活动)受到探讨;我们说过,活动的对立对象是相对于感觉的可感觉者,其余亦复如此;这些事物作为相关物而对立,因为感觉是关于可感觉者的感觉。例如可感觉者之于感觉能力,可知者之于理智能力。他本该说关于感觉的可感觉者和关于理知的可知者,因为这些词是表示活动的;但现在他转义说了“感觉能力的和理智能力的”,而这些词本来是表示潜能的。

语法注4 条
  1. 1.22Εἰπὼν πότερον μία ἢ πολλαί, καὶ ὅτι εἰ πολλαί, πότερον τῷ εἴδει μόνον ἕτεραι ἢ καὶ τῷ γένει, νῦν τὸ ἕτερον μόριον τῆς διαιρέσεως ἐξετάζει

    主节主语为省略的第三人称单数(亚里士多德),分词短语 Εἰπὼν πότερον μία ἢ πολλαί... 概括前文讨论并修饰主动词 ἐξετάζει。直接宾语为 τὸ ἕτερον μόριον τῆς διαιρέσεως,随后的解释性语句详细说明划分的另一分支。

  2. 1.22τὸ δὲ μὴ πολλαὶ πάλιν διχῶς ἐκληψόμεθα ἀναλόγως τοῖς ἀνωτέρω· ἢ γὰρ... ἢ ὅτι...

    冠词短语 τὸ μὴ πολλαί 将引语名词化,充当 ἐκληψόμεθα 的直接宾语。随后的两种理解方式通过 ἢ γὰρ...(独立句结构)和 ἢ ὅτι...(内容从句)以略微不对称的形式并列呈现。

  3. 1.22πάλιν δόξειε τὸ δεῖν μᾶλλον ἐκ τῶν μερῶν ἄρχεσθαι ὡς ἁπλουστέρων

    δόξειε 为潜在祈愿语气(省略 ἄν)。主语是带有中性定冠词的不定式短语 τὸ δεῖν μᾶλλον ἐκ τῶν μερῶν ἄρχεσθαι。短语 ὡς ἁπλουστέρων 是表示原因的分词短语(省略 ὄντων),修饰 μερῶν。

  4. 1.22νῦν δὲ εἶπε καταχρώμενος ‘τοῦ αἰσθητικοῦ καὶ νοητικοῦ’, ἅπερ ἦν σημαντικὰ τῶν δυνάμεων

    καταχρώμενος 为方式分词(转义、不严格地使用)。引用的属格短语 ‘τοῦ αἰσθητικοῦ καὶ νοητικοῦ’ 直接引用了亚里士多德的用语。关系代词 ἅπερ 指代上述词语,未完成过去时 ἦν 表达对既定本质或定义的唤起(“本是表示潜能的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:38.18-40.5