- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:397.33-399.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《论灵魂》卷二第十章开篇(422a8–10),阐明了味觉作为一种通过接触感知的触觉为何不需要外在媒介物,以及滋味以湿润之物为质料基底的论证逻辑。
" Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι, καὶ τοῦτο αἴτιον τοῦ μὴ εἶναι αἰσθητὸν διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώματος·1 οὐδὲ γὰρ ἡ ἁφή." Ἀκολούθως περὶ γεύσεως καὶ γευστῶν διαλαμβάνει. διαφέρειν δέ φησι ταύτην τὴν αἴσθησιν τῶν προειλημμένων τριῶν, διότι ἐκεῖναι μὲν διά τινος μεταξὺ τὴν ἀντίληψιν τῶν ἰδίων αἰσθητῶν ἐποιοῦντο, αὕτη δὲ οὐ διά τινος μεταξὺ ἀντιλαμβάνεται τῶν γευστῶν, ἀλλὰ δεῖ τὸ αἰσθητὸν αὐτοῦ θιγεῖν τοῦ αἰσθητηρίου. καὶ τὴν αἰτίαν ἀποδίδωσι τοῦ μὴ δεῖσθαι τὴν γεῦσιν εἰς ἀντίληψιν τῶν γευστῶν μεταξύ τινος· ἁφὴ γάρ τις, φησίν, ἡ γεῦσις καὶ τὸ γευστὸν ἁπτόν τί ἐστιν, ἡ δὲ ἁφὴ οὐ διά τινος μεταξὺ γίνεται· αὐτοῦ γὰρ θιγγάνει τοῦ αἰσθητηρίου τὸ αἰσθητόν, ὅθεν καὶ ἁφὴ κέκληται. ἐπεὶ οὖν καὶ ἡ γεῦσις ἁφή τίς ἐστιν, εἰκότως οὐ δεῖται τοῦ μεταξύ. ἁφὴν δέ τινα λέγει τὴν γεῦσιν, οὐχ ὅτι ὑπὸ τὴν ἁπτικὴν αἴσθησιν ἀνάγεται, ἀλλ’ ὅτι κατὰ θίξιν γίνεται. ἐπεὶ οὖν κοινὸν ἐπ’ ἀμφοτέρων τὸ τῆς θίξεως, ὥσπερ ἐπὶ τῆς ἁφῆς οὐκ ἔστι τὸ μεταξύ, οὕτως οὐδὲ ἐπὶ τῆς γεύσεως. τὴν δὲ αἰτίαν ἐροῦμεν ἐν τῷ περὶ ἁφῆς λόγῳ. προσέθηκε δὲ ἀλλοτρίου ὄντος σώματος, διότι, ὡς ἐρεῖ ἐν τῷ περὶ ἁφῆς λόγῳ, ἔστιν οὖν καὶ ἐν τούτοις μεταξύ τι, ἀλλ’ οὐκ ἀλλότριον, ὥσπερ ἐπὶ τῶν τριῶν αἰσθήσεων. ἐπὶ μὲν γὰρ ἐκείνων διττὸν ἦν τὸ μεταξύ, τὸ μὲν ἀλλότριον τὸ δὲ ἴδιον, ἀλλότριον μὲν ἀὴρ καὶ ὕδωρ, ἴδιον δὲ καὶ συμφυὲς ἐπὶ μὲν [γὰρ] τῶν ὀφθαλμῶν τὰ ὑγρὰ καὶ οἱ χιτῶνες, ἐπὶ δὲ ἀκοῆς ὁ ἐγκατῳκοδομημένος ἀήρ, ἐπὶ δὲ ὀσφρήσεως ἤτοι τοῖς μυκτῆρσιν ἢ 〈ὁ〉 περὶ τὰ ἰσθμοειδῆ ὀστᾶ συμπεφυκὼς ἀὴρ ἢ τοιοῦτό τι ἕτερον· ἀνάλογον γὰρ ἔχει ταῖς ἄλλαις· ἐπὶ μέντοι ἁφῆς καὶ γεύσεως ἀλλότριον μὲν οὐδέν ἐστι μεταξὺ δι’ οὗ αἰσθάνονται, μόνον δὲ ἴδιον· τὴν γὰρ σάρκα βούλεται εἶναι τὸ μεταξύ, ἄλλο δέ τι τὸ αἰσθανόμενον, ὡς ἐκεῖ ἀκριβέστερον εἰσόμεθα. ὥσπερ δὲ ταῖς τρισὶ τὸ διαφανές τε καὶ διηχὲς καὶ δίοσμον ὑπόκειται, δι’ ὧν τὰ χρώματα οἱ ψόφοι τε καὶ αἱ ὀσμαὶ εἰς τὰς αἰσθήσεις διαβιβάζονται, οὕτω καὶ τοῖς χυμοῖς τὸ ὑγρὸν ὑπόκειται. ἀλλ’ ἐκείνοις μὲν οὐχ ὕλη γίνεται τὸ διαφανὲς ἢ διηχὲς ἢ δίοσμον, ἀλλὰ μόνον ἀπαθῶς τὰς ἐνεργείας αὐτῶν ἀπαγγέλλει· τοῖς δὲ χυμοῖς τὸ ὑγρὸν ὡς ὕλη ὑπόκειται, καὶ πάσχον ὑπ’ αὐτῶν καὶ ποιούμενον οὕτω τῇ θίξει τῇ πρὸς τὸ αἰσθητήριον τὴν ἀντίληψιν αὐτῶν παρέχει.
“而可尝物是某种可触物,这就是它不能通过作为外在物体的媒介物被感知的原因;因为触觉也不是这样。” 顺应次序,他论述了味觉与可尝物。他说这门感觉与前面所讨论的三种感觉不同,因为那些感觉是通过某种媒介物对各自固有的感觉对象进行把握,而这门感觉并非通过某种媒介物把握可尝物,而是感觉对象必须触及感觉器官本身。并且他给出了味觉在把握可尝物时不需要任何媒介物的原因:因为他说,味觉是某种触觉,而可尝物是某种可触物,但触觉并非通过某种媒介物产生;因为感觉对象触及感觉器官本身,这也是它被称为触觉的原因。因此,既然味觉也是某种触觉,它自然不需要媒介物。而他称味觉为“某种触觉”,并非因为它被归入触觉这一感觉门类之下,而是因为它依据接触而产生。因此,既然接触这一点为两者所共有,正如在触觉中没有媒介物一样,在味觉中也没有。至于其原因,我们将在关于触觉的论述中予以说明。此外,他加上了“作为外在物体的”这一语词,是因为正如他将在关于触觉的论述中所说的那样,在这些感觉中也确实存在某种媒介物,但并非像在那三种感觉中那样的外在媒介物。因为在那些感觉中,媒介物是双重的,一种是外在的,另一种是固有的:外在的是空气和水,而固有且生就相连的,对于眼睛而言是液体和膜层,对于听觉而言是内在固有的空气,对于嗅觉而言则是与鼻孔或筛骨周围生就相连的空气或诸如此类的其他事物(因为这与其他感觉具有类似性)。然而对于触觉和味觉而言,没有任何作为它们感知凭借的外在媒介物,而仅有固有的媒介物;因为他意图将肌肉作为媒介物,而感知者则是另一种事物,关于这一点我们在那里将更为精确地了解。正如透明、传声和通臭作为那三种感觉的基底,颜色、声音和气味通过它们被传导至诸感觉,同样,湿润之物也作为滋味的基底。然而对于前者,透明或传声或通臭之物并不成为质料,而仅仅是不受作用地传达它们的现实活动;但对于滋味,湿润之物乃是作为质料而作为基底,由于受到滋味的作用并被赋予定型,从而通过与感觉器官的接触提供了对滋味的把握。
"Καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ.2" Ὅτι ἁφή τις ἡ γεῦσις καὶ διὰ τοῦτο οὐ δεῖται τοῦ μεταξύ, διὰ τούτων κατασκευάζει. τὸ γὰρ σῶμα, φησίν, ἐν ᾧ ὡς ἐν ὕλῃ τὸ εἶναι ἔχει ὁ χυμός, ὅσπερ ἐστὶ γευστόν, ὑγρόν ἐστιν· ἐρεῖ γὰρ ἐν τοῖς ἐφεξῆς ὑποκείμενον εἶναι τοῖς χυμοῖς τὸ ὑγρόν. ὥστε εἰ τὸ μὲν γευστόν, ὁ χυμός, ἐν ὑγρῷ τὸ εἶναι ἔχει, τὸ δὲ ὑγρὸν ἁπτόν (ἁφὴ γὰρ ὑγροῦ ἀντιληπτική), τὸ γευστὸν ἄρα ἁπτόν. ὁ μὲν γὰρ χυμὸς αὐτὸς καθ’ αὑτὸν ἀσώματος, ὥσπερ καὶ τὸ χρῶμα καὶ αἱ ἄλλαι ποιότητες, ἐν σώματι μέντοι ὑγρῷ τὸ εἶναι ἔχει. ὥστε εἰ τὸ ὑγρὸν ὑποκείμενον τῷ χυμῷ, τοῦτο δὲ ἁπτόν, εἰκότως ἄρα οὐ δεῖται τοῦ μεταξὺ ἡ γεῦσις· δεῖ γὰρ τὸν ἀντιληψόμενον τοῦ χυμοῦ ἅψασθαι τοῦ σώματος, ἐν ᾧ τὸ εἶναι ἔχει, λέγω δὴ τοῦ ὑγροῦ.
“并且滋味即此可尝物所在的物体,在作为质料的湿润之物中。” 关于味觉是某种触觉并因此不需要媒介物这一点,他通过这些话予以确立。因为他说,滋味——即此可尝物——如在质料中一般具有存在的那个物体,是湿润的;因为他在接下来的内容中会说,湿润之物作为滋味的基底。因此,如果作为可尝物的滋味在湿润之物中具有存在,而湿润之物是可触物(因为触觉是把握湿润之物的),那么可尝物便因而也就是可触物。因为滋味就其自身而言是非物体的,正如颜色及其他性质一样,但它在湿润的物体中具有存在。因此,如果湿润之物作为滋味的基底,而这又是可触物,那么味觉自然就不需要媒介物;因为将要把握滋味的人必须触及它在其中具有存在的那个物体,即湿润之物。
- 2.196ἀλλοτρίου ὄντος σώματος
修饰名词短语 τοῦ μεταξύ 的分词结构,意为“作为外在物体的[媒介物]”。正如菲洛波诺斯紧接着所解释的,触觉和味觉体内虽有固有媒介(肌肉),但缺乏如空气或水这般的外在媒介(ἀλλότριον),该短语用于限定这一区别。
- 2.197Καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ.
亚里士多德的原引文省略了系动词 ἐστί,结构极为凝练。菲洛波诺斯将其解读为“滋味(即此可尝物)所在的物体,是在作为质料的湿润之物中[或者说是湿润的]”,并以此作为滋味的质料基底为湿润之物、进而证明味觉属于触觉的前提命题。
