- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:396.10-397.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞注疏了亚里士多德关于嗅觉器官在潜能上即如可嗅物本身的论述(422a7),随后针对前文将气味归于干燥之物、滋味归于湿润之物的规定提出疑难,指出两者的基底皆为复合物,并阐明若执意划分两者时当遵循的理据。
" Τὸ δὲ ὀσφραντικὸν αἰσθητήριον τὸ δυνάμει τοιοῦτον." Εἰπὼν περὶ τοῦ ὀσφραντοῦ λέγει καὶ περὶ τοῦ ὀσφραντικοῦ. καθόλου δὲ περὶ πάσης αἰσθήσεως εἶπεν ὅτι ἔστι δυνάμει τοῦτο ὅπερ τὸ αἰσθητὸν ἐνεργείᾳ. τὸ αὐτὸ οὖν φησι καὶ περὶ τοῦ ὀσφραντικοῦ, ὅτι δυνάμει ἐστὶν ὅπερ τὸ ὀσφραντόν. γίνεται δὲ ὅμοιον, ὅταν δέξηται τῶν ὀσφραντῶν τὰς ἐνεργείας καὶ γένηται ἐνεργείᾳ ὀσφραινόμενον. οὐ γὰρ δυσῶδες ἢ εὐῶδες γίνεται, ἀλλὰ διακρίνεται ἢ συγκρίνεται ὑπὸ τοῦ αἰσθητοῦ. εἶπε δὲ ἤδη ἐντελέστερον, πῶς γίνεται τὸ αἰσθητήριον ὅπερ τὸ αἰσθητόν. ὅπερ δὲ νῦν εἶπεν περὶ αἰσθήσεως, τοῦτο ἐρεῖ ἐφεξῆς καὶ περὶ ὄψεως καὶ περὶ τῶν λοιπῶν· δοκεῖ γὰρ ἐν τοῖς προλαβοῦσιν εἰπὼν περὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν μηδὲν εἰπεῖν περὶ ὄψεως καὶ ἀκοῆς. ἀπορήσειε δ’ ἄν τις εἰκότως, πῶς φησι τῶν μὲν ὀσμῶν ὕλην τὸ ξηρόν, τῶν δὲ χυμῶν τὸ ὑγρόν· καὶ γὰρ οὐδὲν μᾶλλον ξηρὰ τὰ ὀσφραντὰ ἢ ὑγρά, οἷον τὸ ὀποβάλσαμον καὶ ὅσοι ἄλλοι τῶν ὀπῶν εὐώδεις ἢ δυσώδεις. ἀλλὰ καὶ ὁ χυμὸς οὐ μᾶλλον ἐν ὑγρῷ ἢ ἐν ξηρῷ· τὰ γὰρ βρωτὰ πάντα ξηρά, καί τινα τῶν ἐδωδίμων ἢ τῶν φαρμακωδῶν χυμῶν μετέχοντα οὕτως ἐστὶ ξηρὰ πολλάκις καὶ ἁφῇ καὶ δυνάμει, ὡς καὶ ξηραίνειν τοὺς προσφερομένους. ἄλλως τε τὸ ὕδωρ, ὃ μάλιστα τῶν ὑγρῶν τοῖς χυμοῖς ὑπόκειται, ἢ πάντῃ ἢ ἐγγὺς ἄχυμόν ἐστι, ποιοῦται δὲ ἐκ τῶν ἐν τῷ ξηρῷ ᾧ ἐμμίγνυται· οὕτω γοῦν καὶ αὐτὸς ἐν τοῖς Μετεώροις τὴν θάλατταν ἐκ τῆς ὑποκειμένης γῆς τὸν πικρὸν καὶ ἁλμυρὸν χυμὸν ἔχειν ἔλεγεν. ἀλλὰ καὶ ἐν γῇ τὸ ὕδωρ γινόμενον τοὺς διαφόρους χυμοὺς τῶν τε βοτανῶν καὶ δένδρων ἴσχει. οὕτως ἄρα ἐκ τοῦ ξηροῦ μᾶλλον τοὺς χυμοὺς δέχεται. ὥστε καὶ εἴ τις συνηγορῶν τῷ τὰς ὀσμὰς ἐν ξηρῷ εἶναι λέγοντι τὰς ἐν τοῖς ὀποῖς εὐωδίας ἢ δυσωδίας ἐκ τῆς ξηρᾶς οὐσίας τῆς τε γῆς ἢ τῶν δένδρων οἷς ἐνεμίχθη τὸ ὕδωρ γεγενῆσθαι δώσει, οὕτως ἐξ ἀνάγκης τῷ αὐτῷ λόγῳ καὶ τοὺς χυμοὺς τοῦ ξηροῦ μᾶλλον εἶναι, εἴ γε καὶ τούτους ἐκ τῆς ἐμμιχθείσης ξηρᾶς οὐσίας τὸ ὑγρὸν δέχεσθαι.1 ἀλλὰ πρὸς ταῦτά φησι τὸ μὲν ὑγρὸν ὥσπερ ὕλην ὑποκεῖσθαι τοῖς χυμοῖς,2 ἐγγίνεσθαι μέντοι ἐμμιγνυμένου τοῦ ὕδατος τῷ ξηρῷ τοὺς χυμούς, οὐκ ἐνυπάρχοντας ἐνεργείᾳ ἐν τῷ ξηρῷ, ἀλλ’ οἷον ποιοῦντος ἐν τῷ ὑγρῷ τότε τοῦ ξηροῦ τοὺς χυμούς, ἵνα ποιητικὸν αἴτιον λάβωμεν τῶν χυμῶν τὸ ξηρόν, ὕλην δὲ τὸ ὑγρόν. ἀλλὰ πρῶτον μὲν τούτῳ τῷ λόγῳ καὶ ἐπὶ τῶν ὀσμῶν χρήσασθαι δυνατόν· τὸ γὰρ ὕδωρ ἄοσμον ὂν ἐγγινόμενον ἐν τῷ ξηρῷ μυρίας ὀσμῶν ἰδέας δέχεται, αἳ μὴ προυπῆρχον ἐνεργείᾳ ἐν τῇ γῇ. δυνατὸν οὖν πάλιν εἰπεῖν ὅτι ὡς ὕλη μὲν τὸ ὑγρὸν ἐδέξατο τὰς ὀσμάς, τὸ δὲ ξηρὸν ποιητικὴν ἔσχεν αἰτίαν. ἔπειτα δυνατὸν καὶ τὸν λόγον ἀντιστρέψαι, ἐφ’ ὧν ξηρά τινά ἐστιν ἢ ὀσφραντὰ ἢ γευστά, ἃ ἀκράτως μένοντα ξηρὰ οἷον γῆ οὔτε ὀσμὴν εἶχεν οὔτε χυμόν, ἐμμιχθέντα δὲ τῷ ὑγρῷ ἔσχεν ἀμφότερα, καὶ δυνατὸν λέγειν τὸ ὕδωρ ποιητικὴν ἐσχηκέναι τούτων αἰτίαν, τὸ δὲ ξηρὸν ὡς ὕλην ὑποκεῖσθαι.// οὔκουν ὑγιὴς οὗτος ὁ λόγος ὁ ἀφορίζων τῷ ξηρῷ μὲν τὰς ὀσμάς, τῷ ὑγρῷ δὲ τοὺς χυμούς· ἀλλ’ ὥσπερ τοῖς χρώμασιν οὐχ ἁπλῶς ἕν τι τῶν ἁπλῶν ὑπόκειται, ἀλλ’ ἡ τοιάδε κρᾶσις τοῖς τοιοῖσδε ὑπόκειται χρώμασι, καὶ τῷδε μέν, εἰ τύχοι, τῷ χρώματι ὑγρότερον τὸ ὑποκείμενον, ἄλλῳ δὲ ξηρότερον, οὕτω δὴ καὶ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς σύνθετόν ἐστι τὸ ὑποκείμενον. πρὸς δὲ τὴν ἰδιότητα τῶν χυμῶν ἢ τῶν ὀσμῶν καὶ τὸ ὑποκείμενον ἢ ξηρότερόν ἐστιν ἢ ὑγρότερον. εἰ δὲ δέοι τῷ ὄντι τὰ δύο μερίζειν, τὸ ὑγρόν φημι καὶ ξηρόν, ἀφοριστέον τοῖς μὲν χυμοῖς τὸ ὑγρόν (καὶ γὰρ τοῖς ἐδέσμασιν ὁ χυμὸς μάλιστα ὑπὸ τοῦ ὑγροῦ καὶ τῆς ἐν τούτῳ ποιότητος ἐγγίνεται, καὶ ὡς ἤδη εἶπον, ὅταν ἀποξηρανθῇ, οὐδὲ χυμοῦ μετέχει, τὸ δ’ ὑγρόν, οἷον τὸ ὕδωρ, ὅπως ἂν ᾖ ἁπλούστατον καὶ ἀμιγές, χυμοῦ τινος μετέχει), τοῖς δὲ ξηροῖς ὡσαύτως τὰς ὀσμάς· τὸ μὲν γὰρ ὕδωρ ὅταν μάλιστα ἁπλούστατον ᾖ, πάντῃ ἐστὶν ἄοσμον· τὸ μέντοι ξηρὸν οὐδὲν κωλύει μετέχειν τῶν ὀσμῶν, δέεται δὲ τοῦ ὑγροῦ, οὐχ ἵνα ὀσμῆς μεταδῷ, ἀλλ’ ἵνα ἀτμίσῃ ῥᾷον καὶ συνανενέγκῃ τὴν ξηρὰν ἀναθυμίασιν, καὶ οὕτω παθὼν ὁ ἀὴρ ποιήσῃ εἰς ἡμᾶς.3 οὕτω γοῦν πολλάκις τῆς γῆς βραχείσης ὑπὸ ὑετοῦ ἄνεισί τις εὐωδία ἐξατμιζούσης.
“而嗅觉器官在潜能上就是这样的。” 在谈论了可嗅物之后,他也谈及了嗅觉器官。总括而言,关于一切感觉,他都说过:它在潜能上就是感觉对象在现实活动中所是的那个东西。因此关于嗅觉器官,他也说了同样的话,即它在潜能上就是可嗅物所是的那个东西。而当它接受了可嗅物的现实活动并在现实中进行嗅闻时,它就变得与对象相似;因为并非它自身变臭或变香,而是被感觉对象所分散或聚集。至于感觉器官如何变成感觉对象所是的那个东西,他此前已作了更为完备的说明。他现在关于感觉所说的这些,接下来关于视觉及其他感觉也会同样论述;因为看来他在前文谈论了可见物与可听物之后,并未谈及视觉与听觉。 然而有人理应会提出疑难:为何他说干燥之物是气味的质料,而湿润之物是滋味的质料?因为可嗅物并不更是干燥的而非湿润的,例如香脂以及其他一切散发芳香或恶臭的汁液。而且滋味存在于湿润之物中,也并不比存在于干燥之物中更多;因为一切食物都是干燥的,并且某些分有滋味的食品或药物,无论在触觉上还是在潜能上往往都极其干燥,甚至以致使摄入它们的人变得干燥。再者,在所有湿质中作为滋味之基底最多的水,要么完全无味,要么近乎无味,它乃是由于它所混入的干燥之物中的诸性质才获得特性的;至少他自己在《气象学》中也是这样说,大海是从其下所陈的土地中获得苦味与咸味的。不仅如此,水进入大地之中,便获得了草木的各种不同滋味。如此看来,水宁可说是从干燥之物中接受了滋味。因此,即便是有人为了替主张“气味存在于干燥之物中”的人辩护,而承认汁液中的芳香或恶臭是由水与之相混的大地或树木的干燥实体所产生的,那么依循同一论理,滋味也必然宁可说是属于干燥之物的,既然湿润之物同样是从渗入的干燥实体中接受这些滋味的。 然而对此他会说,湿润之物作为质料作为滋味的基底,但水与干燥之物相混时滋味得以产生,并非因为滋味在现实活动中内在于干燥之物中,而是干燥之物彼时在湿润之物中仿佛造就了滋味,以便我们将干燥之物视为滋味的作因,而将湿润之物视为质料。但首先,依循这一论理同样可以用于气味方面;因为水本是无气味的,当它进入干燥之物时,便接受了无数种气味的形态,而这些气味此前在现实活动中并不存在于泥土中。因此同样可以说:湿润之物作为质料接受了气味,而干燥之物具有作因。其次,也可以对某些具有气味或滋味的干燥之物将论理颠倒过来:这类事物当纯然保持干燥(如泥土)时既无气味亦无滋味,但与湿润之物相混后便两者兼备,因此可以说水具有这些性质的作因,而干燥之物作为质料作为基底。因此,将气味限定于干燥之物、将滋味限定于湿润之物的这一论理并不健全。相反,正如对于颜色而言,绝非单纯事物中的某一个单纯之物作为基底,而是这般的调和作为这般颜色的基底,并且如果碰巧的话,对于这种颜色基底较为湿润,而对于另一种颜色基底较为干燥;同样,对于气味与滋味而言,其基底也是复合的。根据滋味或气味的特异性,其基底要么较干,要么较湿。 然而,如果确实必须将这两者——我指的是湿润与干燥——加以划分,那么应当将湿润之物限定于滋味(因为在食物中,滋味主要由湿润之物及其中的性质所产生,正如我刚才所说,〔食物〕一旦完全干枯,就完全不分有滋味,而湿润之物如水,无论它是多么单纯且未混杂,都分有某种滋味);同样应当将气味限定于干燥之物。因为水在最为单纯之时完全是无气味的;然而干燥之物则丝毫不妨碍其分有气味,只是它需要湿润之物,并非为了让湿润之物传达气味,而是为了使之更容易蒸发并将干燥的蒸发物一同带起,从而使受此影响的空气作用于我们。因此,大地在被雨水润湿之后,往往随着蒸散而升起某种芳香。
- 2.195ὥστε καὶ εἴ τις συνηγορῶν τῷ τὰς ὀσμὰς ἐν ξηρῷ εἶναι λέγοντι τὰς ἐν τοῖς ὀποῖς εὐωδίας ἢ δυσωδίας ἐκ τῆς ξηρᾶς οὐσίας τῆς τε γῆς ἢ τῶν δένδρων οἷς ἐνεμίχθη τὸ ὕδωρ γεγενῆσθαι δώσει, οὕτως ἐξ ἀνάγκης τῷ αὐτῷ λόγῳ καὶ τοὺς χυμοὺς τοῦ ξηροῦ μᾶλλον εἶναι, εἴ γε καὶ τούτους ἐκ τῆς ἐμμιχθείσης ξηρᾶς οὐσίας τὸ ὑγρὸν δέχεσθαι.
这是一个由 ὥστε 引导的长复杂结果从句,其中主句缺少限定动词,表现为不定式结构(οὕτως ἐξ ἀνάγκης ... εἶναι,隐含了 ἀνάγκη ἐστίν 或 συμβήσεται)。条件从句 εἴ τις ... δώσει 中嵌套了分词短语(συνηγορῶν...)和不定式 γεγενῆσθαι,主句的不定式 εἶναι 之后又连接了一个间接引语性质的不定式从属条件句(εἴ γε ... δέχεσθαι)。
- 2.195ἀλλὰ πρὸς ταῦτά φησι τὸ μὲν ὑγρὸν ὥσπερ ὕλην ὑποκεῖσθαι τοῖς χυμοῖς
未明示主语的 φησί 指涉论辩对手(亚里士多德立场的辩护者)或亚里士多德本人。它引入针对前述疑难(为何滋味属湿而气味属干)的设想反驳,其后统摄带宾格不定式结构(ὑποκεῖσθαι, ἐγγίνεσθαι),直至 ἵνα ποιητικὸν αἴτιον λάβωμεν(“以便我们视作……”)。
- 2.195καὶ οὕτω παθὼν ὁ ἀὴρ ποιήσῃ εἰς ἡμᾶς
ποιέω εἰς 加宾格是表示“对……起作用/施加影响”的惯用表达。此句受前文 ἵνα 统摄,是其中的第三个虚拟式动词(ἀτμίσῃ... καὶ συνανενέγκῃ... καὶ ... ποιήσῃ),其主语为 ὁ ἀήρ(空气)。
