- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:394.17-396.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德关于不呼吸动物并非拥有别的感觉而是拥有嗅觉的论证(421b21–25)、基于器官遮蔽构造与呼吸对嗅觉差异的解释(421b26–422a3),以及作为气味质料载体的干燥物(422a6)。
" Ἀλλ’ ἀδύνατον, εἴπερ τῆς ὀσμῆς αἰσθάνεται· ἡ γὰρ τοῦ ὀσφραντοῦ αἴσθησις καὶ δυσώδους καὶ εὐώδους ὄσφρησίς ἐστιν." Ὅτι τὰ μὴ ἀναπνέοντα οὐκ ἄλλῃ κέχρηται αἰσθήσει παρὰ τὴν ὄσφρησιν, διὰ τούτων δείκνυσιν. εἰ γὰρ ὀσμῆς, φησίν, αἴσθησιν ἔχουσιν, ἡ δὲ ὀσμὴ οὐδεμιᾷ ἄλλῃ αἰσθήσει ἐστὶν αἰσθητή, ἀλλὰ μόνῃ τῇ ὀσφραντικῇ, τὴν ὄσφρησιν ἄρα καὶ οὐκ ἄλλην ἔχουσιν αἴσθησιν. ὅτι δὲ ὀσμῆς αἰσθάνονται, κατασκευάζει ἐκ τοῦ τῆς κατ’ αὐτὴν ἀντιθέσεως ἀντιλαμβάνεσθαι, εὐωδίας λέγω καὶ δυσωδίας, ὅπερ ἀνωτέρω ἔλεγεν ἡδὺ καὶ λυπηρόν. ἑνὶ μὲν οὖν τούτῳ ἐπιχειρήματι κατεσκεύασεν ὅτι τὴν ὄσφρησιν καὶ οὐκ ἄλλην αἴσθησιν ἔχουσι, λέγω δὴ ἐκ τοῦ τὰς αὐτὰς ἐνεργείας ἐνεργεῖν ὥσπερ καὶ τὰ ὁμολογουμένως ὀσφραινόμενα (ὧν δὲ ἐνέργειαι αἱ αὐταί, τούτων πάντως καὶ αἱ δυνάμεις),1 ἑτέρῳ δέ, ὅτι ὥσπερ τὰ ἀναπνέοντα φθείρεται ὑπὸ τῶν φθαρτικῶν ὀσμῶν, οἷον ἀσφάλτου, θείου, οὕτω καὶ τὰ μὴ ἀναπνέοντα· εἰ δὲ τοῦτο, ὀσφραίνοιντο ἂν δηλονότι καὶ ταῦτα.
“但这绝无可能,如果它们确实感知气味的话;因为对可嗅物(恶臭与芳香)的感知就是嗅觉。” 他通过这些话表明,不呼吸的动物并未运用嗅觉之外的某种别的感觉。他说,因为如果它们拥有对气味的感知,而气味不可被任何其他感觉感知,唯独被嗅觉[能力]感知,那么它们拥有的就是嗅觉而非别的感觉。而它们能感知气味这一点,他是从它们把握气味方面的对立(我指的是芳香与恶臭,也就是他此前所说的适意与痛苦)来论证的。因此,他首先依据这一论据确立了它们拥有嗅觉而非别的感觉,我指的就是依据它们进行着与公认能嗅的动物相同的现实活动(而现实活动相同者,其潜能必然亦相同);其次则依据:正如呼吸动物会被毁灭性的气味(如沥青和硫磺)所毁灭,不呼吸的动物同样如此;如果确实如此,显而易见它们也是能嗅的。
"Ἔοικε δὲ τοῖς ἀνθρώποις διαφέρειν τὸ αἰσθητήριον τοῦτο πρὸς τὸ τῶν ἄλλων ζῴων." Τὴν αἰτίαν ἐντεῦθεν ἀποδίδωσι, τίνος ἕνεκεν τὰ μὲν μὴ ἀναπνέοντα ὀσφραίνεται, τὰ δὲ χωρὶς ἀναπνοῆς ἀδύνατά ἐστιν ὀσφρανθῆναι. φησὶν οὖν ὅτι τοιοῦτό τι συμβέβηκεν ἐπὶ τῆς ὀσφρήσεως, οἷον καὶ ἐπὶ τῶν ὄψεων. ὥσπερ γὰρ ἐπὶ τούτων τὰ μὲν σκληρόφθαλμα τῶν ζῴων οὐκ ἔχουσι βλέφαρα προκαλύμματα τῶν ὀμμάτων καὶ φυλακτήρια, διὰ τὸ αὐτόθεν ἔχειν τὴν ἀσφάλειαν ἐκ τῆς δυσπαθείας τῆς κατὰ τὴν σκληρότητα, τὰ δὲ μαλακόφθαλμα βλεφάροις ἐπικεκαλυμμένους ἔχει τοὺς ὀφθαλμοὺς πρὸς φυλακὴν τῶν αἰσθητηρίων ὡς εὐπαθεστέρων, καὶ διὰ τοῦτο τὰ μὲν ἔχοντα βλέφαρα, εἰ μέλλοι ὁρᾶν, δεῖ πρότερον ἀνασπάσαι τὰ βλέφαρα, τὰ δὲ μὴ ἔχοντα οὐ δεῖται τούτου, οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως τὰ μὲν ἀναπνέοντα τῶν ζῴων ἐοίκασι προκάλυμμά τι καὶ ἔλυτρον τοῦ ὀσφραντικοῦ μορίου ἔχειν ἀσθενεστέρου κατὰ τὸ εἰκὸς τυγχάνοντος, τοῖς δὲ μὴ ἀναπνέουσιν ἀκάλυφές τε εἶναι τὸ αἰσθητήριον τοῦτο, καὶ μηδενὸς δεῖσθαι προκαλύμματος. ὅσα οὖν οἷον ἐπικάλυμμα ἔχει πρὸς τὸ αἰσθητήριον, δέονται τῆς εἰσπνοῆς, ὥστε εὐρῦναι τὸ φλέβιον (φλέβιον δέ φησι τὸ ὀσφραντικὸν νεῦρον), ἵνα καθαρῶς δέξηται τὰς ἐνεργείας τῶν ὀσφραντῶν. αὐτὸς μὲν οὖν τοσοῦτον εἶπεν. ἴσως δ’ ἐπειδὴ ἐντὸς τῶν ἰσθμοειδῶν ὀστέων ἐστὶ τὸ ὀσφραντικὸν αἰσθητήριον, ἐν δὲ ταῖς τρήσεσι τοῦ ὀστοῦ τούτου συνάγεται περιττώματά τε ἄλλα καὶ μύξαι, γλίσχρα ὄντα, διὰ τοῦτο δεόμεθα τῆς εἰσπνοῆς καὶ σφοδροτέρας ἴσως, ἵνα καθάραντες τὰς τρήσεις ταύτας εὐρυτέραν τὴν ὁδὸν τῷ διόσμῳ ἀέρι ποιήσωμεν. ἴσως δὲ καὶ σαρκίον τί ἐστιν ἢ ὑμὴν ἐπικείμενος, ὅσπερ καὶ αὐτὸς τῇ εἰσπνοῇ κουφίζεται. ἀπορήσειε δ’ ἄν τις περὶ τῶν ἀμφιβίων, πότερον εἰ, ὥσπερ οὐ δέονται τοῦ εἰσπνεῖν ἐν ὕδατι ὄντα, ἵνα ὀσφρανθῶσιν, οὕτως οὐδὲ ἐν ἀέρι ὄντα δεῖται τῆς εἰσπνοῆς, ἵνα ὀσφρανθῇ.2 καὶ οὐδέν γε θαυμαστὸν ἐν μὲν ὕδατι ἀρκεῖσθαι αὐτὰ τῆς ἐκ τοῦ ὕδατος ἐμψύξεως, ὅταν δ’ ἐν ἀέρι γένηται, χρῆσθαι τοῖς ἀναπνευστικοῖς μορίοις· ἐπειδὴ γὰρ ἀμφίβιά ἐστι, πρὸς ἀμφότερα αὐτοῖς ὄργανα παρεσκεύασεν ἡ φύσις.
“这一感觉器官在人身上似乎与在其他动物身上有所不同。” 由此他给出了为何不呼吸动物能嗅、而呼吸动物无呼吸便不能嗅的原因。他说,嗅觉方面发生的事情,就类似于视觉方面的情况。因为正如在视觉方面,硬眼动物并没有作为眼之遮蔽物和防卫物的眼睑,这是因为它们凭借硬度带来的不易受影响性而直接具有安全性;而软眼动物的眼睛则被眼睑所遮蔽,以保护较为脆弱的感觉器官——因此拥有眼睑的动物若要看见,必须先抬起眼睑,而没有眼睑的动物则不需要这一点——同样在嗅觉方面,呼吸动物似乎对嗅觉部分拥有某种遮蔽物和鞘套(该部分可能较为脆弱),而不呼吸动物的感觉器官则是未被遮蔽的,并不需要任何遮蔽物。因此,凡是对感觉器官拥有类似遮蔽物者,都需要吸气,以便扩张细管(他所说的细管是指嗅觉神经),从而清晰地接受可嗅物的现实活动。他本人所说的仅止于此。然而或许是因为嗅觉器官位于筛骨内部,而在此骨的孔隙中积聚着具有黏性的黏液及其他排泄物,正因如此我们需要吸气,且或许需要更强烈的吸气,以便通过清理这些孔隙为透嗅空气开辟更宽阔的通道。或者也许是有一小块肉质或薄膜覆盖在上面,它本身也因吸气而被抬起。不过有人可能会对两栖动物提出疑难:是否正如它们在水中为了嗅闻不需要吸气一样,它们在空气中为了嗅闻同样不需要吸气?它们在水中满足于来自水的冷却,而一旦来到空气中就使用呼吸器官,这丝毫不足为奇;因为既然它们是两栖的,自然便为它们预备了适应两者的器官。
"Καὶ διὰ τοῦτο τὰ ἀναπνέοντα οὐκ ὀσμᾶται ἐν τῷ ὑγρῷ." Ἀποδοὺς τὴν αἰτίαν δι’ ἣν τὰ ἀναπνέοντα δίχα τοῦ εἰσπνεῖν οὐκ ὀσφραίνεται, εἰκότως φησὶ τὰ τοιαῦτα οὐδὲ ἐν ὕδατι3 ὀσφρήσασθαι διὰ τὴν εἰρημένην αἰτίαν· ἐν ὕδατι δ’ ἀναπνεῖν οὐ δυνατόν. ἐπειδὴ μηδὲ ἔστιν ἐκεῖ ἀήρ, εἰκότως ὀσφρήσασθαι 〈οὐ〉 δύναται ἐν ὕδατι.
“正因如此,呼吸动物在湿质[即水中]并不嗅闻。” 在阐明了呼吸动物若不吸气便无法嗅闻的原因之后,他说,这类动物由于上述原因在水中亦不嗅闻,这是合乎道理的;因为在水中是不可能呼吸的。既然那里连空气都没有,它们在水中[无法]嗅闻便是自然的了。
"Ἔστι δ’ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοῦ ὑγροῦ." Ὕλην τοῦ γευστοῦ φησιν εἶναι τὸ ὑγρόν, διὸ τὰ πάνυ κατεξηρασμένα καὶ ἄχυμά ἐστι παντελῶς· ἐρεῖ δὲ περὶ τούτων μετ’ ὀλίγον. ὥσπερ οὖν, φησίν, ὁ χυμὸς τοῦ ὑγροῦ ἐστιν, οὕτως ἡ ὀσμὴ τοῦ ξηροῦ. ξηρὸν δὲ λέγει οὐ τὸ γεῶδες, ἀλλὰ τὸ πυρῶδες, οἵαν ἐλέγομεν εἶναι τὴν καπνώδη ἀναθυμίασιν· δεικνύουσι δὲ τὰ θυμιάματα τὴν τοιαύτην ἀνάδοσιν ἐν τῷ θυμιᾶσθαι ποιοῦντα. ὅτι δὲ ἡ ὀσμὴ τοῦ ξηροῦ ἐστιν, ἐπὶ πλέον ἐν τῷ Περὶ αἰσθήσεως λέγει. οὐκ ἀκουστέον δὲ ξηρὸν τὸ μηδεμίαν πάντῃ ἔχον ὑγρότητα (τοῦτο γὰρ καὶ ἄοσμόν ἐστιν, ὡς δηλοῦσι καὶ τὰ πάνυ κατεξηρασμένα τῶν θυμιαμάτων), ἀλλὰ τὸ μετέχον μέν τινος ὑγρότητος, μᾶλλον δὲ ὂν ξηρὸν ἢ ὑγρόν. ἔδειξε δὲ καὶ ἐν τοῖς Μετεώροις ὅτι οὐκ ἄλλως ἡ καπνώδης ἀναθυμίασις ἐκ τῆς γῆς ἀναδίδοται, μὴ βραχείσης αὐτῆς.4
“而气味属于干燥之物,正如滋味属于湿润之物。” 他说湿润之物是可味之物的质料,因此极度干枯之物也完全无味;他稍后将谈及这些。因此他说,正如滋味属于湿润之物,气味同样属于干燥之物。但他所说的干燥并非指土性的东西,而是指火性的东西,即正如我们所说的那种烟状蒸发物;香料在焚烧时产生出此类散发便表明了这一点。至于气味属于干燥之物,他在《论感觉》中论述得更为详尽。但不可将完全不含任何湿气的物理解为干燥(因为正如极度干枯的香料所表明的那样,这也是无气味的),而应当理解为分有某些湿气,但干燥多于湿润之物。而且他在《气象学》中也指出,若非大地被润湿,烟状蒸发物绝不可能从大地中散发出来。
- 2.191ὧν δὲ ἐνέργειαι αἱ αὐταί, τούτων πάντως καὶ αἱ δυνάμεις
倒装的关系从句结构,先行词 τούτων 置于关系代词 ὧν 之后,省略了系动词 εἰσί,意为“凡活动相同者,其潜能必然亦相同”。
- 2.192ἀπορήσειε δ’ ἄν τις περὶ τῶν ἀμφιβίων, πότερον εἰ, ὥσπερ οὐ δέονται τοῦ εἰσπνεῖν ἐν ὕδατι ὄντα, ἵνα ὀσφρανθῶσιν, οὕτως οὐδὲ ἐν ἀέρι ὄντα δεῖται τῆς εἰσπνοῆς, ἵνα ὀσφρανθῇ.
由 ἀπορήσειε ἄν(带有 ἄν 的希求法表示潜势)引导的间接疑问句。句式骨架为 πότερον εἰ ... οὕτως οὐδέ ...,在内部的 ὥσπερ ... οὕτως 对比中,与中性复数主语(ὄντα)一致的动词在数上由复数(δέονται)转为单数(δεῖται),两处主语皆通指两栖动物。
- 2.193εἰκότως ὀσφρήσασθαι 〈οὐ〉 δύναται ἐν ὕδατι.
接受底本增补的否定词 〈οὐ〉 的结构。由前句“在水中呼吸是不可能的”之前提,得出结论:“它们在水中[无法]嗅闻便是自然的了”。
- 2.194μὴ βραχείσης αὐτῆς
带有否定词 μή 的属格绝对结构(βρέχω 的不定过去时被动分词),在此起条件从句的作用(“若非被润湿”)。
