- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:392.34-394.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注421b10–13的引文,讨论有血与无血动物在嗅觉上的共同点,并提出为何仅有呼吸动物通过吸气来嗅闻的疑难及其解答。
" Ὁμοίως δὲ καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα." Τοῦτο μεταξυλογία ἐστίν. ἔστι δὲ τὸ ἀκόλουθον τῆς συντάξεως τοῦ ῥητοῦ οὕτως. καὶ γὰρ τὰ ἔνυδρα δοκοῦσιν ὀσμῆς αἰσθάνεσθαι, ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι. εἶτα τὸ ἑξῆς κατασκευαστικὸν τοῦ ὀσφραίνεσθαι τὰ ἔνυδρα, 〈καὶ〉 γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾷ πρὸς τὴν τροφήν· τούτων δηλονότι τῶν ἐνύδρων. τὸ δὲ ὁμοίως δὲ καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα ἐπί τε τῶν ἐνύδρων καὶ τῶν ἐν τῷ ἀέρι· ἐν ἀμφοτέροις γάρ ἐστιν αὕτη ἡ διαφορά· ὀσφραίνονται δὲ καὶ τὰ ἄναιμα, οἷον τὰ ἔντομα. ἐὰν δὲ περιττεύῃ ὁ δέ τοῦ ὁμοίως δέ,1 καθαρὰ γίνεται ἡ σύνταξις.
“同样,有血动物与无血动物皆然。” 这是插入句。该句的句法连贯如下:“因为水生动物似乎也像处于空气中的动物一样感知气味。”随后接续的部分确立了水生动物具有嗅觉:“因为它们中的某些能从远处趋赴食物”;“它们中的”显然是指水生动物。而“同样,有血动物与无血动物皆然”既适用于水生动物,也适用于处于空气中的动物;因为在二者中皆存在这种差异;无血动物(例如昆虫)同样能嗅。如果把“同样”之后的“而(或‘又’)”视为赘余,句法便清晰了。
"Διὸ καὶ ἄπορον φαίνεται, εἰ πάντα μὲν ὁμοίως ὀσμᾶται, ὁ δὲ ἄνθρωπος ἀναπνέων." Εἰπὼν ὅτι2 οὐ μόνον τὰ χερσαῖα, ἀλλὰ καὶ τὰ ἔνυδρα ὀσφραίνεται καὶ ἐν ἑκατέροις καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα, καὶ ὅτι πάντα διὰ τοῦ μεταξύ, ἐπειδὴ τούτων τὰ μὲν ἀναπνέοντα ὀσφραίνεται, οἷον ἄνθρωπος καὶ πάντα τὰ ἔχοντα πνεύμονα (τὸν γὰρ ἄνθρωπον ἔλαβε παράδειγμα ἀντὶ πάντων τῶν ἀναπνεόντων), οὐκ ἀναπνέουσι δὲ οἵ τε ἰχθύες καὶ τῶν χερσαίων τὰ ἄναιμα, καὶ τῶν ἐναίμων γίνεται ἡ ἀντίληψις τῶν ὀσμῶν διὰ τῆς διόσμου τοῦ ἀέρος δυνάμεως, ἀπορεῖ ἐπὶ τούτοις ὅτι εἰ πάντα τὰ ὀσμώμενα ὁμοίως ἀντιληπτικά ἐστι τῶν ὀσμῶν, ὁ δὲ ἄνθρωπος, ταὐτὸν δὲ εἰπεῖν πάντα τὰ ἀναπνέοντα, εἰσπνέων ὀσμᾶται, οὔτε δὲ ἐκπνέων οὔτε κατέχων τὸ πνεῦμα, ὡς ἡ ἐνάργεια δηλοῖ, ἀλλ’ οὔτ’ ἂν πόρρω ᾖ τὸ ὀσφραντόν, οὔτ’ ἂν πάνυ ἐγγύς, ὡς ἐπ’ αὐτὸν κεῖσθαι τὸν μυκτῆρα ἐντός, ἀκόλουθον ἂν εἴη καὶ τὰ ἄλλα τὰ ὀσμώμενα ἀναπνέοντα ὀσμᾶσθαι. καὶ γὰρ καὶ τὰ ἄλλα ὁμοίως ὀσφραίνεται τοῖς ἀναπνέουσιν· οὔτε γὰρ πόρρω ὄντος τοῦ ὀσφραντοῦ ἀντιλαμβάνονται οὔτ’ ἂν ἐντὸς τοῦ μυκτῆρος τεθῇ. τὸ δὲ διὰ τοῦ εἰσπνεῖν ὀσμᾶσθαι ἴδιόν ἐστι, φησί, τοῦ ἀνθρώπου, ταὐτὸν δὲ εἰπεῖν πάντων τῶν ἀναπνεόντων. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ κοινωνοῦσι μὲν πάντα τὰ ὀσμώμενα ζῷα κατὰ τὰ ἄλλα πάντα, τὰ δὲ ἀναπνέοντα οὐκ ἄλλως ὀσμᾶται ἢ διὰ τοῦ εἰσπνεῖν, ἔοικεν ἄρα τὰ μὴ ἀναπνέοντα τῶν ζῴων, οἷον τὰ ἄναιμα, οὐκ ὄσφρησιν ἀλλ’ ἄλλην τινὰ αἴσθησιν ἔχειν. εἰ γὰρ ἡ δίοσμος τοῦ ἀέρος δύναμις καὶ μὴ ἀναπνέουσιν αὐτοῖς διαβιβάζει ἐπὶ τὸ αἰσθητήριον αὐτῶν τὰς ὀσμάς, διὰ τί μὴ καὶ ἐπὶ τῶν ἀναπνεόντων τοῦτο συμβαίνει, ἀλλὰ δέονται τοῦ εἰσπνεῖν; ἡ μὲν οὖν ἀπορία αὕτη. ἑξῆς δὲ ἐπισυνάπτει καὶ τὴν λύσιν, καὶ πρῶτον μὲν δείκνυσιν ὅτι καὶ τὰ μὴ ἀναπνέοντα οὐκ ἄλλην τινὰ αἴσθησιν ἔχει, ἔπειτα καὶ τὴν αἰτίαν ἐπάγει, διὰ τί τὰ ἀναπνέοντα ἄνευ τοῦ εἰσπνεῖν οὐ δύναται ὀσφραίνεσθαι, τῶν ἄλλων πρὸς τὴν ἀντίληψιν τῶν ὀσφραντῶν ὅλως ἀναπνοῆς μὴ δεομένων. παρὰ δὲ τὴν ἀναπνοὴν ἀντὶ τῆς εἰσπνοῆς φησι τὸ γενικὸν ἀντὶ τοῦ εἰδικοῦ. τοῦ δὲ τὸ ὀσφραντὸν ἐπιτιθέμενον ἐπὶ τὸ ὀσφραντικὸν αἰσθητήριον μὴ παρέχειν αὐτοῦ τὴν ἀντίληψιν οὐκ ἔχομεν ἐκ τῆς ἐναργείας τὴν πίστιν·3 οὐδὲ γὰρ ὑποπίπτει ἡμῖν εἰς τὸ ἐμφανὲς τοῦτο τὸ αἰσθητήριον· συλλογίσασθαι δὲ ἔστι τοῦτο ἔκ τε τῶν ἄλλων αἰσθήσεων τῶν τοῦ μεταξὺ δεομένων καὶ ἐκ τοῦ μήτε ἐκπνέοντας μήτε κατέχοντας τὸν ἀέρα ὀσφραίνεσθαι, ὡς δέον πάντως παθεῖν τι τὸν ἀέρα ὑπὸ τῶν ὀσφραντῶν καὶ τοῦτο εἰς ἡμᾶς ποιῆσαι. ἐπὶ γοῦν τῶν μὴ δεομένων τοῦ μεταξύ, γεύσεως λέγω καὶ ἁφῆς, εἰ μὴ αὐτοῦ ἅψηται τοῦ αἰσθητηρίου τὸ ἁπτὸν καὶ τὸ γευστόν, οὐ παρέχει ἡμῖν ἑαυτοῦ τὴν ἀντίληψιν διὰ τὸ μὴ πάσχειν τι τὸν ἀέρα ὑπὸ τῶν χυμῶν, καὶ τοῦτο εἰκότως· τῶν μὲν γὰρ χυμῶν τὸ ὕδωρ ἐστὶν ὄχημα, τῶν δὲ ὀσμῶν οἱ ἀτμοί· οὗτοι δὲ μᾶλλον ἀέρος. οὐ δεῖ δὲ νομίζειν, ὅπερ ἤδη εἶπον, ὅτι αὐτοὺς δεῖ τοὺς ἀτμούς, ἐν οἷς αἱ ὀσμαί, παραγενέσθαι εἰς τὸ αἰσθητήριον (καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ οἱ ἰχθύες ὀσφραίνονται), ἀλλ’ ὅτι ποιοῦσιν4 οὗτοι τὴν δίοσμον δύναμιν τοῦ τε ἀέρος καὶ τοῦ ὕδατος, οὐκέτι τῆς οὐσίας τοῦ ὕδατος δεχομένης τὴν ὀσμήν, ἀλλὰ τῆς διόσμου δυνάμεως αὐτοῦ τελειουμένης, ὥσπερ καὶ ὑπὸ τῶν χρωμάτων οὐκ αὐτὴ ἡ τοῦ ἀέρος οὐσία ποιοῦται, ἀλλ’ ἡ διαπορθμευτικὴ τῶν χρωμάτων αὐτοῦ δύναμις τελειοῦται.
“因此这也显出疑难:若一切皆同样地嗅,而人却在呼吸时嗅。” 在说明了不仅陆生动物,而且水生动物也能嗅,且在二者之中有血动物和无血动物皆能嗅,并且一切动物皆通过媒介来嗅之后,既然在它们之中呼吸者是在呼吸时嗅的,例如人以及一切拥有肺的动物(因为他用人作为一切呼吸动物的例证),而鱼类以及陆生无血动物并不呼吸,且有血动物对气味的把握是通过空气的透嗅能力发生的,他在这些基础上提出了疑难:如果一切能嗅者皆同样能把握气味,但人——或者说一切呼吸动物——在吸气时嗅,而既不在呼气时也不在屏气时嗅(正如明晰的事实所表明的那样),而且既不在可嗅之物处于远处时嗅,也不在它极近以致置于鼻孔本身内部时嗅,那么这就应当顺理成章地推得:其他能嗅者亦是在呼吸时嗅的。因为其他动物确实像呼吸动物一样嗅;因为当可嗅之物过远或置于鼻孔内部时,它们同样无法把握。他说,通过吸气来嗅是人特有的——或者说是一切呼吸动物特有的。如果情况如此,且一切能嗅的动物在其他一切方面皆共有,而呼吸动物唯有通过吸气才能嗅,那么不呼吸的动物(例如无血动物)似乎就不是拥有嗅觉,而是拥有某种别的感觉了。因为如果空气的透嗅能力在它们不呼吸时也能将气味传导至它们的感觉器官,那为何在呼吸动物的情形中不发生这种情况,反而需要吸气呢?这就是疑难所在。接下来他也附上了解决办法:首先他表明不呼吸动物也并没有某种别的感觉,随后提出为何呼吸动物若不吸气便无法嗅闻,而其他动物在把握可嗅之物时则全然不需要呼吸的原因。他以呼吸代替吸气,是用属概念代替了种概念。 至于当可嗅之物覆于嗅觉器官之上时无法提供对自身的把握,我们并没有来自显明事实的确证,因为这一器官并未直接呈现在我们眼前;但这可以从需要媒介的其他感觉推论出来,亦可从我们既不在呼气时也不在屏气时能嗅推论出来,即空气必须无论如何受到可嗅之物的某种影响并将此作用于我们。至少在不需要媒介的感觉(我指的是味觉和触觉)中,若可触之物和可味之物不触碰感觉器官本身,便不向我们提供对自身的把握,这是因为空气完全不受滋味的影响;而这是合乎道理的,因为水是滋味的载体,而蒸汽则是气味的载体,后者更属于空气。然而正如我已说过的那样,不应当认为:气味所寄居的蒸汽本身必须抵达感觉器官(这一点从鱼类亦能嗅闻显而易见),而是它们质化了空气与水两者的透嗅能力,此时并非水之实体接受气味,而是水的透嗅能力得以完满;正如空气之实体本身并不被颜色所质化,而是它传导颜色的能力得以完满。
- 2.189ἐὰν δὲ περιττεύῃ ὁ δέ τοῦ ὁμοίως δέ
评注者的句法观察:若将引文 ὁμοίως δὲ καί 中的小词 δέ 视为赘词(pleonastic),该分句便能直接与前文的 ὥσπερ καὶ τὰ ἐν τῷ ἀέρι 平行连结,消除句法上的断裂。
- 2.190Εἰπὼν ὅτι οὐ μόνον τὰ χερσαῖα... ἀπορεῖ ἐπὶ τούτοις ὅτι
长难句结构。主干为 Εἰπὼν... ἐπειδὴ... ἀπορεῖ ἐπὶ τούτοις ὅτι...(“在说明了……之后,既然……,他在此基础上提出疑难说……”)。在 ὅτι 引导的宾语从句内部,嵌套了对比条件从句 εἰ πάντα μὲν... ὁ δὲ ἄνθρωπος...,其主句结论则为 ἀκόλουθον ἂν εἴη καὶ τὰ ἄλλα...。
- 2.190τοῦ δὲ τὸ ὀσφραντὸν ἐπιτιθέμενον ἐπὶ τὸ ὀσφραντικὸν αἰσθητήριον μὴ παρέχειν αὐτοῦ τὴν ἀντίληψιν οὐκ ἔχομεν ἐκ τῆς ἐναργείας τὴν πίστιν
带冠词不定式属格短语 τοῦ ... μὴ παρέχειν 置于句首,既可作为表示主题关涉的属格(“关于……一事”),亦可作后续名词 πίστιν 的宾格性属格修饰语(“关于……的确证”)。
- 2.190ποιοῦσιν
此处的 ποιοῦσιν 并非普通动词 ποιέω(制作、促成),而是用作 ποιόω(赋质、赋予某种质性特征)之意,与后文被动语态的 ποιοῦται(被质化)形成直接的主被动呼应。
