- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:389.21-390.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞斯注解421a26–421b3,讨论了滋味的名称(如甜、辛辣等)如何通过隐喻与类比转用于气味,并区分了气味与滋味相调和及不调和的事物。随后,他阐释了正如各感觉能够附带地把握其固有对象的缺失一样,嗅觉亦能把握不可嗅之物,这包括完全无气味之物以及仅能微弱感知之物。
" Ἔστι δ’ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, οὕτω καὶ αἱ ὀσμαί." Εἰπὼν ὅτι ἀναλογίαν τινὰ ἔχει τὰ ὀσφραντὰ πρὸς τὰ γευστά, καὶ ὅτι οὐχ ὁμοίως ἡ ὄσφρησις τῶν ὀσφραντῶν ἀντιλαμβάνεται ὡς ἡ γεῦσις τῶν γευστῶν, καὶ δείξας, διὰ τί ἡ γεῦσις τῆς ὀσφρήσεως ἀκριβεστέρα, βούλεται δεῖξαι ὅτι καὶ τίς ἡ ἀναλογία τῶν ὀσφραντῶν πρὸς τὰ γευστά, ὅτι ὥσπερ τῶν χυμῶν1 οἱ μὲν γλυκεῖς χυμοὶ λέγονται οἱ δὲ δριμεῖς οἱ δὲ λιπαροί, οὕτω καὶ ἐπὶ τῶν ὀσφραντῶν κατὰ μεταφορὰν λέγομεν τὰ ὀνόματα ταῦτα, κοινωνίας τινὸς ἀμυδρᾶς ἐπ’ ἀμφοτέρων θεωρουμένης. τῶν δὲ γευστῶν φησιν ἅμα καὶ ὀσφραντῶν τὰ μὲν σύμφωνον ἔχειν τὸν χυμὸν τῇ ὀσμῇ, οἷον κρόκος τε καὶ μέλι (γλυκεῖα γὰρ ἐπ’ ἀμφοτέρων λέγεται ἡ ὀσμή, ὥσπερ καὶ ὁ χυμός· ὁμοίως τὸ θύμον, σκόροδον, πράσον δριμὺ καὶ τῇ ὀσφρήσει καὶ τῇ γεύσει), τὰ δὲ ἀσύμφωνον, οἷον ὁ ἀλόας τὴν μὲν γεῦσιν πικρὰν ἔχει, γλυκεῖαν δὲ τὴν ὀσμήν, ὁμοίως δὲ καὶ ὁ στύραξ. δῆλον δὲ ὅτι ἐπὶ μὲν τῶν γευστῶν κυρίως λέγονται τὰ ὀνόματα ταῦτα, ἐπειδὴ καὶ ἡ οὐσία αὐτῶν κατείληπται, ἐπὶ δὲ τῶν ὀσφραντῶν κατὰ ἀναλογίαν, ἐπειδὴ δακνώδης ἐστὶν ὁ δριμὺς χυμός, ἔστι δὲ καί τι ὀσφραντὸν τοιοῦτον τρόπον, διὰ τοῦτο καὶ τοῦτο δριμὺ ἐκαλέσαμεν. καὶ ἐπὶ τῶν ἄλλων ἡ αὐτὴ ἀναλογία.
“正如滋味有甜有苦,气味亦是如此。” 在说明了嗅觉对象对于味觉对象具有某种类比,以及嗅觉并不像味觉把握味觉对象那样把握嗅觉对象,并展示了为何味觉比嗅觉更为精确之后,他意图进一步展示嗅觉对象对于味觉对象的类比究竟为何。也就是说,正如在滋味中,一些被称为甜的滋味,另一些被称为辛辣的,另一些被称为油润的,在嗅觉对象上我们亦通过隐喻表达这些名称,在两者之中都可以观察到某种微弱的共同性。而在既是味觉对象又是嗅觉对象的事物中,他说有些事物的滋味与气味相一致,例如藏红花与蜂蜜(因为在两者上,正如滋味一样,气味亦被称为甜的;同样,百里香、大蒜、韭葱在嗅觉和味觉上都是辛辣的);而另一些事物则不一致,例如芦荟在味觉上是苦的,而气味却是甜的,苏合香树脂亦是如此。显然,在味觉对象上这些名称是按本义而言的,因为它们的基本性质已经被把握;而在嗅觉对象上则是依类比而言的,因为既然辛辣的滋味具有刺痛感,且亦有某种具有此类方式的嗅觉对象,因此我们亦称此物为辛辣的。在其他事物上亦适用同样的类比。
"Ἔστι δ’ ὥσπερ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων, ἡ μὲν τοῦ ἀκουστοῦ καὶ ἀνηκούστου, ἡ δὲ τοῦ ὁρατοῦ καὶ ἀνοράτου, καὶ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου." Ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἔλεγεν, ὄψεώς τε καὶ ἀκοῆς, ὅτι ἀντιλαμβάνονται οὐ μόνον τῶν οἰκείων αἰσθητῶν, ἀλλὰ καὶ τῶν στερήσεων καὶ τῶν ὑπερβολῶν (τὸ γὰρ σκότος μὴ ὁρατὸν ὂν * * * οὐδενὶ ἄλλῳ ἢ τῇ ἀκοῇ),2 οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως λέγει ὅτι ἀντιλαμβάνεται οὐ μόνον τοῦ ὀσφραντοῦ, ἀλλὰ καὶ τοῦ ἀνοσφράντου. τὸ γὰρ ἄοσμον τίνι ἄλλῳ κρίνομεν ἢ τῇ ὀσφρήσει; οὐ πᾶν δ’ ἁπλῶς τὸ ἄοσμον κρίνει, ὥσπερ οὐδ’ ἡ ὄψις τὸ ἀνόρατον. οὐ γὰρ ἐπειδὴ οἱ ψόφοι καὶ οἱ χυμοὶ καὶ ἄοσμοι καὶ ἀνόρατοι, διὰ τοῦτο φήσομεν ἢ τὴν ὄψιν τούτων εἶναι ἀντιληπτικὴν ἢ τὴν ὄσφρησιν· λόγος γάρ ἐστιν ὁ κρίνων ὅτι ὁ ψόφος ἀνόρατος καὶ ἄοσμος, οὐκ αἴσθησις· ἀλλὰ ταύτης ἀντιλαμβάνεται τῆς στερήσεως τῆς ἀντικειμένης τῇ ἰδίᾳ τῶν αἰσθητῶν ἕξει, οἷον ὅταν τὸ πεφυκὸς ὁρατὸν εἶναι μὴ ὁρᾶται, ὡς τὸ διαφανές, ἢ τὸ πεφυκὸς ὀσφραντὸν εἶναι μὴ ἔχῃ ὀσμήν, ὡς τὸ σεσηπὸς μῆλον. τούτων δὲ δῆλον ὅτι κατὰ συμβεβηκὸς καὶ κατὰ ἀπόφασιν ἀντιλαμβάνεται. τὸ δὲ ἀνόσφραντον πάλιν διττόν φησιν, ἢ τὸ μηδ’ ὅλως ὀσφραντὸν τὸ κατὰ στέρησιν, ὡς τὸ ἄοσμον, ἢ τὸ ὀσφραντὸν μέν, ἀμυδρῶς δὲ ὀσφραντόν, ὡς τὸ λυκόφωτον ἀνόρατον ἐλέγετο, οἷον αἱ Χαρώνιοι ὀσμαὶ πνιγώδεις οὖσαι3 καὶ ἕτερα τοιαῦτα. οὕτω δέ, φησί, καὶ τὸ ἄγευστον λέγεται διχῶς, ὥσπερ καὶ τὸ ἀνόσφραντον. ἐρεῖ δ’ ἐν τῷ περὶ γεύσεως.
“正如听觉以及每一种感觉,一者关涉可听之物与不可听之物,另一者关涉可见之物与不可见之物,嗅觉亦关涉可嗅之物与不可嗅之物。” 正如他在其他感觉——即视觉与听觉——上所说的那样,它们不仅把握各自固有的感觉对象,亦把握它们的缺失与过度(因为黑暗虽为不可见之物,[却由视觉来判断,正如寂静]不是由任何其他东西、而正是由听觉来判断一样),在嗅觉上他同样指出,它不仅把握可嗅之物,亦把握不可嗅之物。因为除了嗅觉,我们还能凭借什么来判断无气味之物呢?但它并非无条件地判断一切无气味之物,正如视觉亦不判断一切不可见之物一样。因为声音与滋味虽然既无气味又不可见,我们绝不会因此便说视觉或嗅觉能够把握这些事物;因为判断声音不可见且无气味的是理性,而非感觉;相反,它所把握的是与感觉对象的固有状态相对立的那种缺失,例如当本性上适于可见的事物不可见时(如透明体),或者当本性上适于可嗅的事物没有气味时(如烂苹果)。显而易见,[感觉]是附带地且通过否定来把握这些事物的。他又说,“不可嗅之物”又是双重的:要么是依缺失而言根本不可嗅之物,如无气味之物;要么是虽可嗅、但仅微弱可嗅之物(正如薄暮被称为不可见之物一样,例如窒息性的冥府瘴气以及其他此类气味)。他说,无味之物正如不可嗅之物一样,亦以此两种方式被言说。而他将在论味觉的部分中谈及这一点。
- 2.186βούλεται δεῖξαι ὅτι καὶ τίς ἡ ἀναλογία τῶν ὀσφραντῶν πρὸς τὰ γευστά, ὅτι ὥσπερ τῶν χυμῶν
在主要动词短语 βούλεται δεῖξαι 之后,间接疑问从句 καὶ τίς ἡ ἀναλογία... 充当宾语从句,而其后的 ὅτι 从句(ὅτι ὥσπερ...)则作为同位或说明性从句,具体展开说明这一类比的内容。间接疑问句前面的 ὅτι 属于分词引导的前置成分之后的赘生性连词。
- 2.187τὸ γὰρ σκότος μὴ ὁρατὸν ὂν * * * οὐδενὶ ἄλλῳ ἢ τῇ ἀκοῇ
该处抄本存在文本脱落(lacuna)。前半句引出黑暗作为不可见之物(τὸ γὰρ σκότος μὴ ὁρατὸν ὄν),而残存的谓语部分(οὐδενὶ ἄλλῳ ἢ τῇ ἀκοῇ)则显然适用于听觉对寂静的判断。就句法而言,原文原本构成了平行的对比:视觉判断黑暗,而听觉判断寂静。
- 2.187οἷον αἱ Χαρώνιοι ὀσμαὶ πνιγώδεις οὖσαι
短语 αἱ Χαρώνιοι ὀσμαί 指“卡隆的气味”(即与冥府入口相关的窒息性毒气或地穴瘴气)。它在句法上紧随“微弱可嗅之物”(类比于视力在薄暮时的状态)作为举例,在语境中亦可理解为通过极度的窒息感或过度刺激(ὑπερβολή)使得正常气味辨识失效的情形。
