- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:388.11-389.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者阐释了亚里士多德将触觉的精确性与人类理智的优越性相结合的论点,说明肉质柔嫩是促进残留物发散的质料因,并解答了为何关于感觉的论述未从最精确的触觉开始这一难题。
" Ἔοικε μὲν γὰρ ἀνάλογον ἔχειν πρὸς τὴν γεῦσιν." Ἀναλογίαν τινὰ ἔχει, φησίν, ἡ ὄσφρησις πρὸς γεῦσιν, διότι ἐκ μεταφορᾶς κατά τινα ἀναλογίαν τοῖς τῶν χυμῶν ὀνόμασι καλοῦμεν καὶ τὰ ὀσφραντά, γλυκεῖαν ὀσμὴν λέγοντες καὶ δριμεῖαν καὶ τὰς ἄλλας. ἀλλ’ εἰ καὶ ἀναλογία τίς ἐστιν ἐπί τε τῆς ὀσφρήσεως καὶ τῆς γεύσεως, ἀλλ’ οὖν τὴν μὲν ὄσφρησιν ἀμυδρὰν ἔχομεν, ἀκριβεστάτην δὲ τὴν γεῦσιν. εἶτα καὶ τὴν αἰτίαν ἐπήγαγεν τοῦ ἔχειν ἡμᾶς ἀκριβῆ τὴν γεῦσιν· διότι, φησίν, ἁφή τίς ἐστιν ἡ γεῦσις, τὴν δὲ ἁφὴν ἀκριβεστάτην ἔχομεν οἱ ἄνθρωποι. κατὰ γὰρ τὰς ἄλλας αἰσθήσεις πολλῶν ζῴων λειπόμενοι, ταύτῃ πάντων ἐσμὲν ἀκριβέστεροι, διότι, φησίν, πάντων φρονιμώτερον ζῷον ὁ ἄνθρωπος· ὡς γὰρ μαλακόσαρκος, ἐξ οὗ καὶ κατὰ τὴν ἁφὴν αἰσθητικώτερός ἐστι, θᾶττον διαφορεῖται τὰ περιττώματα καὶ οὐκ ἐπιθολοῦται αὐτοῦ τὸ φανταστικὸν καὶ λογιστικόν. ἐπιστῆσαι δὲ χρὴ ὅτι ὡς ὑλικὸν αἴτιον αἰτιᾶται τὴν σάρκα· οὐ γὰρ ποιητική ἐστι φρονήσεως, εἰ μὴ ὡς συναίτιον· διὰ γὰρ τὸν σύνδεσμον συνδιατίθεται τὰ ψυχικὰ κινήματα ταῖς τοῦ σώματος κράσεσιν, οὐ γεννώμενα ὑπὸ τῆς κράσεως, ἀλλ’ οὐκ ἄνευ τῆς τοιαύτης κράσεως τοιῶσδε ἢ τοιῶσδε ἐνεργοῦντα. εἰ δέ τινα εἴη ἄλλα τοῦ ἀνθρώπου μαλακωτέραν ἔχοντα τὴν σάρκα, οἷον σκώληκες, τοῖς ἄλλοις δῆλον ὅτι ἐλλείπουσιν· οὐ γὰρ ἔχουσι τέλειον τὸ φανταστικόν· νῦν δὲ περὶ τῶν τελείων ζῴων ὁ λόγος. τάχα δὲ οὐδὲ σὰρξ ἡ τῶν σκωλήκων ὡς οὐδὲ ἡ τῶν μυιῶν. ὅτι δὲ τῷ μαλακωτέραν ἔχειν τὴν σάρκα ὁ ἄνθρωπος φρονιμώτερος, κατασκευάζει ἐκ τοῦ καὶ ἐπ’ αὐτῶν τῶν ἀνθρώπων τοὺς μαλακοσάρκους μᾶλλον φρονιμωτέρους1 καὶ εὐφυεστέρους εἶναι· διὸ καὶ τοὺς ἀνοήτους παχυδέρμους καλοῦμεν. δῆλον δὲ ὅτι τῶν ἄλλων τῶν αὐτῶν φυλαττομένων, οἷον ἀγωγῆς τῆς αὐτῆς, φύσεως τῆς αὐτῆς, ἵνα μὴ παραβάλλῃς ἄνδρα πρὸς γυναῖκα, ὁμοίως ἐν τῷ κατὰ φύσιν ἀμφοτέρων ὄντων οἱ μαλακόσαρκοι εὐφυέστεροι, διὰ τὸ ὡς εἶπον θᾶττον τῶν περιττωμάτων διαφορουμένων καθαρώτερον γίνεσθαι τὸ πνεῦμα, ἔνθα τὸ φανταστικὸν ἵδρυται. εἴπομεν δὲ τῶν ἄλλων τῶν αὐτῶν ὄντων, διότι ἐνδέχεται τινα ἀπὸ γυμνασίων πλειόνων καὶ τῶν περὶ τὰς βαναύσους τέχνας ἐνεργειῶν σκληροτέραν ἴσχειν τὴν σάρκα τῶν σκιατραφουμένων καὶ ἐν ἀργίᾳ διατριβόντων. ὁ δὲ λόγος τὴν ἐκ φύσεως ζητεῖ σύστασιν· δεῖ οὖν τὰ ἄλλα πάντα τὰ αὐτὰ εἶναι, καὶ τότε τὴν τοῦ λόγου ζητεῖν ἀλήθειαν. παρ’ ἄλλο δὲ μηδὲν εἶπεν2 ἀντὶ τοῦ παρ’ ἄλλο μηδὲν αἰσθητήριον χεῖρον ἔχον ἢ βέλτιον εὐφυεῖς ἢ ἀφυεῖς εἶναι, ἀλλὰ παρὰ μόνην τὴν ἁφήν. εἰ δέ τις εἰπόντος αὐτοῦ τὴν ἁφὴν ἀκριβεστέραν εἶναι τῶν ἄλλων ἀποροίη, πῶς ἐκ τῆς ὄψεως ἤρξατο (δέον γὰρ ἐκ τῶν σαφεστέρων ἄρξασθαι),3 λέγομεν ὅτι, εἰ καὶ ἀκριβεστέραν ἔχομεν τὴν ἁφήν, ἀλλ’ οὖν δυσχερεστέρα ἐστὶ τῶν ἄλλων κατὰ τὴν διδασκαλίαν. ἀπορήσει γὰρ περὶ αὐτῆς, μήποτε οὐδὲ μία τις αἴσθησίς ἐστιν ἡ ἁφή, ἀλλὰ πλείους. πάσης γὰρ αἰσθήσεως περὶ μίαν ἀντίθεσιν ἐχούσης, ὄψεως μὲν περὶ τὸ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξύ, ἀκοῆς περὶ τοὺς ὀξεῖς καὶ βαρεῖς φθόγγους, γεύσεως περὶ τὸ γλυκὺ καὶ πικρὸν καὶ μεταξύ, ἡ ἁφὴ περὶ πλείους ἔχει ἀντιθέσεις, τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ ξηρὸν καὶ τὸ ὑγρόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, καὶ ἄλλας πλείους.
“因为它似乎与味觉具有类比关系。” 他说,嗅觉与味觉具有某种类比,因为按照某种类比的隐喻,我们亦用滋味的名称来称呼嗅觉对象,说甜的气味、辛辣的气味以及其他气味。然而,即使在嗅觉与味觉之间存在某种类比,我们所具有的嗅觉固然迟钝,而味觉却最为精确。随后他亦附加了我们具有精确味觉的原因:他说,这是因为味觉是某种触觉,而我们人类所具有的触觉最为精确。因为在其他感觉方面虽然落后于许多动物,但在这[触觉]方面我们比一切都要精确,他说,这是因为人是一切动物中最聪慧的。由于他是肉质柔嫩的——由此在触觉上他亦更有敏锐感觉能力——残留物发散得更为迅速,他的表象能力与推理能力亦不会被蒙蔽混浊。但应当注意的是,他把肉作为质料因提出;因为除作为协同原因之外,肉并不是聪慧的能动作因;由于连结的缘故,灵魂的活动与身体的配比一同被塑成,但并不是由配比产生的,而是若没有此类配比就无法以这种或那种方式活动。假如有某种拥有比人更柔软之肉的其他生物,例如蠕虫,显而易见它们在其他方面有所缺失;因为它们没有完满的表象能力;而当下的讨论是关于完满动物的。或许蠕虫的肉根本就不是肉,正如苍蝇的肉一样。人因肉质更柔软而更为聪慧这一点,他通过甚至在人类自身之中,肉质柔嫩者更加聪慧且赋有天赋这一事实来加以确立;因此我们亦称愚笨之人为“厚皮的”。显然,在其他条件保持相同的情况下,例如相同的抚育、相同的天性——以免你把男人与女人相比较——在两者同样处于合乎自然的状态时,肉质柔嫩者更加赋有天赋,这是因为如我所言,残留物发散得更为迅速,使得表象能力所安居的精气变得更加纯净。我们之所以说“在其他条件相同的情况下”,是因为有可能某人由于较多的身体锻炼以及从事工匠技艺的活动,比那些在林荫下抚育且生活于闲散中的人拥有更硬的肉。但这里的说明探求的是出于自然本性的构成;因此必须其他一切都相同,然后在此时探求这一说明的真理。而他所说的“并非由于任何其他”,是用来代替:他们赋有天赋或缺乏天赋,并非由于任何其他感觉器官具有更劣或更优[的状态],而仅仅是由于触觉。如果在他指出触觉比其他感觉更精确时,有人质疑他为何从视觉开始讨论(因为本应当从更明晰者开始),我们则说,即使我们拥有更精确的触觉,但就讲授而言,它却比其他感觉更为困难。因为关于它人们会产生疑问,触觉是否甚至根本不是单一的感觉,而是多种感觉。因为每一感觉都关涉单一的对立,视觉关涉白与黑及其中间物,听觉关涉高音与低音,味觉关涉甜与苦及其中间物,而触觉却关涉多种对立:热与冷、干与湿、重与轻以及其他多种对立。
- 2.185μᾶλλον φρονιμωτέρους
副词 μᾶλλον 叠置于比较级形容词 φρονιμωτέρους(φρόνιμος 的比较级阳性复数宾格)之前。这是希腊语散文中用于强化比较意义的双重比较(赘词)结构。
- 2.185παρ’ ἄλλο δὲ μηδὲν εἶπεν
此处引用了亚里士多德经文(421a22)中的词句 παρ’ ἄλλο δὲ μηδέν。注疏者就介词 παρά 接宾格表示原因(“由于 / 起因于”)的句法关系进行了解释与补充,指出其含义为并非由于其他感觉器官的好坏,而完全是由于触觉(ἀλλὰ παρὰ μόνην τὴν ἁφήν)。
- 2.185δέον γὰρ ἐκ τῶν σαφεστέρων ἄρξασθαι
δέον 是无人称动词 δεῖ 的现在分词中性单数宾格,在此作宾格绝对结构(accusative absolute)。它表达让步或与事实相反的背景说明(“本应当从更明晰者开始”),与亚里士多德实际采取的从视觉开始的做法形成对照。
