- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:390.25-391.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯通过水生动物和鸟类的例子解释了嗅觉通过空气和水等媒介运作,随后基于气味相互掩盖的现象以及香料烟气的观察提出疑难,质疑是否并非媒介传导现实活动,而是有物体的蒸汽流出物直接到达器官。
" Ἔστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ἀέρος ἢ ὕδατος." Ὅτι ὥσπερ ἐπὶ ὄψεως καὶ ἀκοῆς τοῦ μεταξὺ ἦν χρεία πρὸς τὴν ἀντίληψιν τῶν αἰσθητῶν, οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως διὰ τοῦ μεταξὺ ἡ ἀντίληψις γίνεται. ἔστι δὲ μεταξὺ τῇ ὀσφρήσει ὕδωρ καὶ ἀήρ, ὥσπερ καὶ ὄψει καὶ ἀκοῇ· ἡ γὰρ δίοσμος αὕτη δύναμις κοινή ἐστιν ἀέρος καὶ ὕδατος. ὅτι γὰρ καὶ τὸ ὕδωρ δίοσμόν ἐστι, κατασκευάζει ἐναργῶς ἐκ τῶν ἰχθύων· πολλὰ γὰρ τῶν ἐνύδρων ὀσφραίνεται καὶ πόρρωθεν τῇ ὀσμῇ ἐπὶ τὸ δέλεαρ ἀπαντᾷ, ὥσπερ καὶ τῶν πτηνῶν πολλά, οἷον γῦπες· ἐκ πολλῶν γὰρ οὗτοι διαστημάτων τῆς ὀσμῆς τῶν νεκρῶν σωμάτων ἀντιλαμβάνονται. ἔτι δὲ καὶ ἐπὶ τῶν πεζῶν, οἷον αἱ θηρῶσαι κύνες, καθὼς καὶ Σοφοκλῆς φησι “κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις”. ὥσπερ οὖν τῶν πτηνῶν τε καὶ πεζῶν πολλὰ πόρρωθεν τῶν ὀσμῶν ἀντιλαμβάνονται διὰ τὴν δίοσμον τοῦ ἀέρος δύναμιν, οὕτω καὶ τῶν ἐνύδρων διὰ τὸ ἐνεῖναι καὶ ἐν ὕδατι τὴν δύναμιν ταύτην. αἱ κογχύλαι γοῦν ὄψιν οὐκ ἔχουσαι φαίνονται δελέατι ἐφεπόμεναι, ὁμοίως καὶ οἱ κροκόδειλοι τῶν κρεῶν ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδατος κρεμαμένων ἐφέπονται αὐτοῖς. ὅτι δὲ οὐχ ἁπλῶς ὁρῶντες οἱ ἰχθύες τὰ δελέατα ἐφέπονται, δῆλον μέν, ὡς ἤδη εἶπον, καὶ ἐκ τῶν κογχυλίων, ἅτινα ὄψιν οὐκ ἔχοντα ἐφέπονται τῷ δελέατι, δηλοῦσι δὲ καὶ οἱ ἄλλοι ἰχθύες νύκτωρ θηρώμενοι. ἀπορήσειε δ’ ἄν τις, εἰ διὰ τοῦ μεταξὺ ἡ ὄσφρησις ἀντιλαμβάνεται ἀέρος ὄντος καὶ ὕδατος, διὰ τί ἐπικρατεστέρα γίνεται ὀσμὴ ὀσμῆς· πολλάκις γὰρ δυσώδους ὀσμῆς οὔσης εὐώδης ἐπιγινομένη ἐπεκράτησεν ἐκείνης, ἢ καὶ ἀνάπαλιν, ὅπερ οὐκ ἔδει γενέσθαι, εἰ διαπορθμευτικὸς ἦν τῶν ὀσμῶν ὁ ἀήρ, ἀλλὰ μὴ αὐτοὶ οἱ ἀτμοὶ οἱ ὀσφραντοὶ ἐπὶ τὸ αἰσθητήριον παρεγίνοντο,1 ὥσπερ πάντα τὰ χρώματα διαπορθμεύει καὶ οὐδέποτε ἐπικρατεστέρα γίνεται ἡ ἐνέργεια φέρ’ εἰπεῖν τοῦ λευκοῦ ἢ ἄλλου τινὸς χρώματος, οἷον τοῦ μέλανος, διὰ τὸ μὴ αὐτὰ τὰ χρώματα ἐν τῷ ἀέρι γίνεσθαι, ἀλλὰ τὰς ἐνεργείας αὐτῶν. οὕτως ἔδει καὶ ἐπὶ τῶν ὀσμῶν γενέσθαι, εἴ γε μόνον τὰς ἐνεργείας αὐτῶν διεπόρθμευε καὶ μὴ αὐτοὺς τοὺς ἀτμοὺς σώματα ὄντας. ἔτι δὲ τὴν αὐτὴν ἀπορίαν ἐπιτείνει καὶ τόδε, λέγω τὸ μὴ διὰ τοῦ μεταξὺ τῶν ὀσφραντῶν ἀντιλαμβάνεσθαι τὴν αἴσθησιν,2 ἀλλ’ αὐτὸ τὸ ὀσφραντὸν ἐπὶ τὸ αἰσθητήριον παραγίνεσθαι· τῶν γὰρ θυμιαμάτων τηνικαῦτα ἀντιλαμβανόμεθα, ὅταν ἐπιτεθέντα ἐπὶ τὸ πῦρ εἰς ἀτμοὺς ἀναλύηται. ὁρᾶται γὰρ ἡ λιγνὺς ἐναργῶς ἀνιοῦσα καὶ πρὸς ἡμᾶς ἀφικνουμένη· ἀμέλει καὶ ὁπηνίκα θᾶττον τῆς ὀσμῆς ἀντιλαβέσθαι βουληθῶμεν, ὠθοῦμεν τὴν λιγνὺν ταῖς χερσὶν ἐπὶ τὴν ῥῖνα· ὥστε ἄντικρυς ἀπόρροια τις γίνεται σωματικὴ ἐξ αὐτῶν τῶν εὐωδῶν σωμάτων, καὶ οὐχ ὁ ἀὴρ διαπορθμεύει τὰς ἐνεργείας αὐτῶν, ὡς ἐπὶ τῶν χρωμάτων καὶ τῶν ψόφων.
“嗅觉也是通过媒介产生的,如空气或水。” 这是说,正如在视觉和听觉中为了把握感觉对象需要媒介一样,在嗅觉中把握也是通过媒介产生的。而嗅觉的媒介是水和空气,正如视觉和听觉一样;因为这种透嗅的能力对于空气和水是共通的。因为关于水也是透嗅的,他从鱼类清楚地论证了这一点;因为许多水生动物能嗅出气味,并从远处循着气味靠近诱饵,正如许多鸟类一样,例如秃鹰(因为它们能从很远的距离把握尸体的气味)。此外,陆生动物中亦是如此,例如猎犬,正如索福克勒斯所说:“宛如拉科尼亚母犬的敏锐嗅觉步伐”。因此,正如许多鸟类和陆生动物凭借空气的透嗅能力从远处把握气味一样,水生动物亦是凭借水中同样存在这种能力而把握的。至少贝类虽无视觉,却被观察到循着诱饵而去,同样,当肉块悬挂在水面之上时,鳄鱼也会循着它们而去。而鱼类并非仅仅因为看见诱饵才循之而去,这一点正如我已经说过的,从贝类(它们没有视觉却循着诱饵)即可明了,夜间被捕获的其他鱼类亦表明了这一点。但有人可能会提出疑难:如果嗅觉是通过空气和水这样的媒介来把握的,为什么一种气味会胜过另一种气味?因为很多时候在有恶臭存在时,随后产生的芳香会压倒前者,或者反之亦然;而如果空气只是传导气味,并非可嗅的蒸汽本身到达感觉器官,这本是不应当发生的;正如[空气]传导一切颜色,而比方说白色的现实活动绝不会压倒另一种颜色(如黑色)的现实活动,因为并不是颜色本身存在于空气中,而是它们的现实活动。如果空气确实仅仅传导它们的现实活动,而非传导作为物体的蒸汽本身,那么在气味上也应当如此发生。而且,以下这点亦加剧了同样的疑难,我指的是感觉并非通过媒介把握可嗅之物,而是可嗅之物本身到达感觉器官。因为我们在香料被置于火上并分解为蒸汽时才能把握它们。事实上,人们清晰地看到烟气升起并到达我们这里;当然,每当我们希望更快地把握气味时,我们就会用手把烟气向鼻孔驱赶。因此,从芳香的物体本身直接产生出某种物体性的流出物,并非像在颜色和声音的情形中那样由空气传导它们的现实活动。
- 2.188ὅπερ οὐκ ἔδει γενέσθαι, εἰ διαπορθμευτικὸς ἦν τῶν ὀσμῶν ὁ ἀήρ, ἀλλὰ μὴ αὐτοὶ οἱ ἀτμοὶ οἱ ὀσφραντοὶ ἐπὶ τὸ αἰσθητήριον παρεγίνοντο
过去反事实条件句。结论部分使用未完成过去直陈式 ἔδει(表示义务/必然性的动词在此惯用省略 ἄν),条件从句由 εἰ ἦν ... ἀλλὰ μὴ ... παρεγίνοντο 构成(“如果空气仅仅是传导者,而并非蒸汽自身到达”)。关系代词 ὅπερ 指代前文所述的一种气味压倒另一种气味的现象。
- 2.188λέγω τὸ μὴ διὰ τοῦ μεταξὺ τῶν ὀσφραντῶν ἀντιλαμβάνεσθαι τὴν αἴσθησιν
动词 λέγω 用作释义性插入,用于进一步说明紧邻的指示代词 τόδε(“以下这点”)。其后带有定冠词的不定式短语(τὸ μὴ ... ἀντιλαμβάνεσθαι)与 τόδε 构成同位语。
