← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§387.10-388.10

硬眼动物视觉比喻与气味规定的困难

斐洛庞努斯将人类无法区分气味之种的原因归于嗅觉的迟钝,并将其比作硬眼动物仅凭快适与痛苦而非颜色明暗来把握颜色的视觉。随后他解释了亚里士多德的文句,阐明了“气味”与“嗅觉对象”的涵义,以及嗅觉为何不如光与颜色那样容易界定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.184#3

τοῦ δὲ μὴ δύνασθαι διακρίνειν τῶν ὀσφραντῶν τὰ εἴδη αἴτιον τὸ ἀμυδρὰν ταύτην 〈τὴν〉 αἴσθησιν ἔχειν τὸν ἄνθρωπον. ἐπεὶ οὖν ἀσθενῆ τὴν αἴσθησιν ταύτην ἔχομεν παρὰ τὰ ἄλλα ζῷα, διὰ τοῦτο, φησί, καὶ ὁ περὶ αὐτῆς λόγος δυσδιόριστός ἐστιν. οὕτως οὖν, φησίν, ἔχομεν ἡμεῖς τὴν ὄσφρησιν, ὥσπερ καὶ τὰ σκληρόφθαλμα τῶν ζῴων τὴν ὄψιν, οἷον καρκίνοι, ἰχθύες. διὰ τοῦτο γοῦν ἡ φύσις οὐδὲ προκαλύμματα ἐποίησε τούτοις, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις τὰ βλέφαρα, διὰ τὸ μὴ ῥᾳδίως δύνασθαι βλαβῆναι διὰ τὴν σκληρότητα. ὥσπερ οὖν ἡμεῖς οὐκ ἀκριβῶς ἀντιλαμβανόμεθα τῶν ὀσφραντῶν διὰ τὸ μὴ ἀκριβῆ ἔχειν τὴν αἴσθησιν ταύτην, ἀλλὰ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ μόνῳ διακρίνομεν αὐτά, οὕτως εὔλογον καὶ τὰ σκληρόφθαλμα τῶν χρωμάτων ἀντιλαμβάνεσθαι, τῷ ἡδεῖ μόνον καὶ τῷ λυπηρῷ ἀντιλαμβανόμενα αὐτῶν, οὐ μέντοι ὡς λευκοῦ ἢ μέλανος, τῶν ἄλλων ζῴων εἰδότων τήν τε τοῦ λευκοῦ χρόαν, καὶ ὅτι ἥδει ἢ λυπεῖ. ὅτι γὰρ ἐφιστάνει τὰ ἄλογα τῇ τῶν χρωμάτων καὶ τῇ τῶν ἄλλων αἰσθητῶν διαφορᾷ, δῆλον ἐκ τῆς ἐναργείας. ὥσπερ γὰρ τὸν δεσπότην γνωρίζει τῷ τοιῷδε ἐπιστήσαντα σχήματι,1 ὅτι γρυπός, εἰ τύχοι, ἢ σιμὸς ἤ τι τῶν ἄλλων τῶν τοιούτων, οὕτως οἶδε καὶ ὅτι λευκός, εἰ τύχοι, ἢ αἰθίοψ. καὶ τὸν ἄρτον διακρίνει ἢ τὸν χόρτον οὐ τῇ ὀσμῇ μόνον, ἀλλὰ καὶ τῷ τοιῷδε χρώματι· ὅθεν καὶ πλανηθεῖεν ἂν πρὸς τὸ ὁμόχρουν. τὰ μὲν οὖν ἄλλα τῶν ζῴων οὕτως· τὰ μέντοι σκληρόφθαλμα εὔλογόν φησι μὴ αὐτῆς τῆς διαφορᾶς τῶν χρωμάτων ἀντιλαμβάνεσθαι διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, μόνον δὲ τῷ ἡδεῖ καὶ ἀνιαρῷ διακρίνειν αὐτά. ὡς γοῦν τὰ σκληρόφθαλμα τὴν ὄψιν ἔχει, οὕτως ἡμεῖς τὴν ὄσφρησιν, διότι τῇ οὐσίᾳ τῶν ὀσφραντῶν μὴ ἐπιστήσαντες οὐδὲ ὀνομάσαι αὐτὰ ἠδυνήθημεν, ἀλλ’ ἢ ἐκ περιφράσεως καλοῦμεν τὰς ὀσμάς, κρόκου ὀσμὴν λέγοντες, ἢ δριμεῖαν ἢ πικρὰν ἤ τινα τῶν ἄλλων γευστῶν. τίς δὲ ἡ ἀναλογία καὶ διὰ τί οὕτω καλοῦμεν, ἐν τῷ ῥητῷ ἐπισκεψόμεθα. περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ. ἤτοι ταὐτόν φησιν ὀσμὴν καὶ ὀσφραντὸν τὸ οἷον γένος τῶν ὀσφραντῶν, ὥσπερ τῶν ἀκουστῶν τὸ ψοφοῦν, γένος δ’ οὐ κυρίως, ἀλλ’ ἁπλῶς τὸ κοινὸν ὄνομα παρωνύμως ἐκ τῆς ὀσφρήσεως παρηγμένον, ὥσπερ ἐκ τῆς ὄψεως τὸ ὁρατὸν καὶ τῆς ἀκοῆς τὸ ἀκουστόν, ἢ ὀσμὴν μὲν αὐτὴν τὴν τῆς ὀσφρήσεως ἐνέργειαν, ὀσφραντὸν δὲ αὐτὸ τὸ ἀντιληπτὸν2 τῇ αἰσθήσει, οἷον τὸν ἀτμὸν ἢ ἁπλῶς τὸ τοιόνδε πάθος τὸ τῇ ὀσφρήσει ἀντιληπτόν. οὐ γὰρ δῆλον οἷόν τί ἐστιν ὀσμή, οὕτως ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα. ἰδοὺ τὴν ὀσμὴν ψόφῳ καὶ φωτὶ καὶ χρώματι ἀπείκασε τοῖς γενικωτέροις. εὔλογον δ’ οὕτω. ἐπειδὴ ἄδηλον ἦν, εἰ οὕτως ὁρῶσι τὰ σκληρόφθαλμα, καλῶς εἶπεν εὔλογον. τὸ γὰρ εἰκὸς ἔχει, σκληροῦ ὄντος τοῦ δέρματος, μὴ ἀκριβῶς τὰς ἐνεργείας τῶν χρωμάτων ἐπὶ τὴν αἴσθησιν διαπορθμεύεσθαι. τὸ δὲ πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ, ἀντὶ τοῦ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ.

不能区分嗅觉对象的种的原因,在于人所具有的这种感觉是迟钝的。既然与其他动物相比我们具有软弱的这种感觉,因此,他说,关于它的说明亦是难以明确界定的。因此,他说,正如硬眼动物(例如蟹和鱼)具有视觉一样,我们也是如此具有嗅觉。至少正因如此,自然甚至未曾为它们造就防护性的遮盖物,就像在其他动物中的眼睑那样,这是由于硬度的缘故它们不易受损。因此,正如我们因并未精确地具有这种感觉而不能精确地把握嗅觉对象,而仅凭快适与痛苦来区分它们一样,硬眼动物亦合情理地以此种方式把握颜色,即仅凭快适与痛苦来把握它们,但决非作为白或黑来把握,而其他动物则既知道白色的色调,又知道它是带来快适还是痛苦。因为毫无理性的动物着眼于颜色以及其他感觉对象的差异,这一点由显明的事实可知。因为正如它们通过着眼于此类形状来辨认主人——即他是鹰钩鼻(如果是这样的话),或是塌鼻子,或是诸如此类的其他特征——它们亦同样知道他是白人(如果是这样的话)或是埃塞俄比亚人。并且它们区分面包或饲料不仅凭嗅觉,而且亦凭此类颜色;由此它们甚至可能因同色的东西而被迷惑。关于其他动物的情况固然如此;但他指出,关于硬眼动物,合乎情理的是,由于视觉的软弱,它们不能把握颜色的差异本身,而仅凭快适与难受来区分它们。无论如何,正如硬眼动物具有视觉一样,我们也是如此具有嗅觉,因为我们未能着眼于嗅觉对象的实体,甚至无法给它们命名,而是要么通过迂回表述来称呼气味,说番红花的气味,要么称之为辛辣的、苦的或某些其他滋味[的气味]。至于究竟有何种类比以及我们为何如此称呼它们,我们将在经文本身中进行考察。“关于气味与嗅觉对象”。这要么是指,他把气味与嗅觉对象视为同一事物,即嗅觉对象的准属——正如发声之物之于可听对象一样,并非严格意义上的属,而仅仅是从嗅觉同源派生出的共名,如同从视觉派生出可见对象、从听觉派生出可听对象一样——要么是指,把气味视为嗅觉的现实活动本身,而把嗅觉对象视为凭感觉可把握之物本身,例如蒸气或纯粹是能为嗅觉所把握的此类性质。“因为气味究竟是何种事物并不清楚,不像声音、光或颜色那样”。看哪,他把气味比作了更具属意义的声音、光与颜色。“而这样是合乎情理的”。既然硬眼动物是否如此观看并不显明,他恰当地说了“合乎情理”。因为在表皮坚硬的情况下,颜色的现实活动不能精确地传导到感觉上,这具有盖然性。而“除了凭借可怖与不可怖之外”这句话,则是用来代替“凭借快适与痛苦”。

语法注2 条
  1. 2.184ἐπιστήσαντα σχήματι

    不定过去时分词 ἐπιστήσαντα 在语法上为中性复数主格,与承接自上文的主语 τὰ ἄλογα 一致(按希腊语句法,中性复数主语配单数限定动词 γνωρίζει、οἶδε、διακρίνει,而分词 ἐπιστήσαντα 及下文的祈愿式 πλανηθεῖεν 则用复数)。与上文的 ἐφιστάνει τὰ ἄλογα τῇ ... διαφορᾷ 及下文的 τῇ οὐσίᾳ ... μὴ ἐπιστήσαντες 用法相同,支配与格 τῷ τοιῷδε ... σχήματι,意为“着眼于此类形状”。

  2. 2.184ἤτοι ταὐτόν φησιν ὀσμὴν καὶ ὀσφραντὸν ... ἢ ὀσμὴν μὲν αὐτὴν τὴν τῆς ὀσφρήσεως ἐνέργειαν, ὀσφραντὸν δὲ αὐτὸ τὸ ἀντιληπτὸν

    由 ἤτοι ... ἢ ... 构成的析取并列句。前一个分句提出将“气味(ὀσμή)”与“嗅觉对象(ὀσφραντόν)”视为同义的准属(从嗅觉派生出的共名),后一个分句则提出一种区分性方案,即“气味”指嗅觉的现实活动本身,而“嗅觉对象”指外在可感物本身(如蒸气)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:387.10-388.10