← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§386.6-387.10

人类嗅觉的迟钝与依据快苦的气味区分

菲洛波庞引证展示动物嗅觉敏锐的诗句,论证由于人类嗅觉迟钝,我们既无法把握气味的属与种,亦无法为其赋予固有名称,而只能依据快适与痛苦的状态进行外在区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.184#2

δηλοῦσι δὲ οἵ τε κύνες ἰχνεύοντες καὶ τὰ πτηνὰ ἀπὸ διαστήματος πολλοῦ ὀσμώμενα· “κυνός,” φησί, “Λακαίνης ὥς τις εὔρινος βάσις”, καὶ πάλιν “ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτώξ”.1 διά τοι τοῦτο, λέγω δὴ τὸ ἀμυδρὰν ἔχειν παρὰ τὰς ἄλλας αἰσθήσεις τὴν ὄσφρησιν,2 ἐπὶ μὲν τῶν ἄλλων αἰσθήσεων οὐ μόνον τί τὸ γένος τῶν αἰσθητῶν τὸ ὑποκείμενον ἑκάστῃ αἰσθήσει γινώσκομεν, ἀλλὰ καὶ τὰ ὑπὸ τὸ γένος εἴδη. ἴσμεν γὰρ ὅτι τὸ χρῶμά ἐστι τὸ γένος τῶν ὁρατῶν, καὶ τὰ εἴδη τοῦ γένους τούτου ἀκριβῶς διαγινώσκομεν, οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ ἐρυθρόν, τὸ φαιὸν καὶ τὰ ἄλλα. ὁμοίως καὶ ἐπὶ ἀκοῆς γένος μὲν οἱ ψόφοι, εἶδος δ’ ὁ ὀξύς, ὁ βαρύς. ὁμοίως τῶν γευστῶν γένος μὲν οἱ χυμοί, εἶδος δὲ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ λοιπά. καὶ ἐπὶ τῶν ἁπτῶν τὸ μὲν γένος οὐκ εὔδηλον (οὐ γὰρ ἔχομεν ἑνὶ ὀνόματι τοῦτο κεκλημένον· διὸ καὶ ἀπορεῖ περὶ αὐτῆς, εἰ μία ἐστὶν αἴσθησις ἢ πολλαί, διότι οὐ δυνατὸν ἑνὶ γένει πάντα περιλαβεῖν τὰ ἁπτά, πλειόνων οὐσῶν ἀντιθέσεων κατὰ τὰ εἴδη), τὰ μέντοι εἴδη αὐτῶν καὶ πάνυ ἐναργῆ, τὸ θερμὸν τὸ ψυχρόν, τὸ ξηρὸν τὸ ὑγρόν, βαρὺ κοῦφον, μαλακὸν σκληρόν, καὶ τὰ λοιπά. ἐπὶ μέντοι τῆς ὀσφρήσεως οὐ μόνον τί τὸ γένος τῶν ὀσφραντῶν ἀγνοοῦμεν, ἀλλ’ οὐδὲ τὴν κατ’ εἶδος αὐτῶν διαφορὰν ἐπιγινώσκομεν· διόπερ οὐδὲ ὀνομάσαι αὐτὰ ἠδυνήθημεν. ὅταν γὰρ εἴπωμεν ὀσφραντά, παρωνύμως ἐκ τῆς αἰσθήσεως αὐτὰ ὀνομάζομεν, ὥσπερ καὶ τὰ χρώματα ὁρατὰ καὶ τοὺς χυμοὺς γευστὰ καὶ τοὺς ψόφους ἀκουστά· ταῦτα γὰρ τὰ ὀνόματα οὐ τῆς φύσεώς ἐστι τῶν αἰσθητῶν, ἀλλὰ τῆς σχέσεως αὐτῶν τῆς πρὸς τὰς αἰσθήσεις. τοῖς γὰρ χρώμασι καθ’ αὑτὰ μὲν ὑπάρχει τὸ χρώμασιν εἶναι·3 κἂν γὰρ μὴ ᾖ ὄψις ἡ ἀντιλαμβανομένη αὐτῶν, οὐδὲν ἧττόν εἰσι χρώματα· ὁρατοῖς δ’ αὐτοῖς εἶναι ἐν τῇ σχέσει ἐστὶ τῇ πρὸς τὰς ὄψεις. οὕτως οὖν καὶ ὅταν λέγωμεν ὀσφραντὰ καὶ ἁπτά, ὀνόματά φαμεν τῆς σχέσεως αὐτῶν, ἧς ἔχουσι πρὸς τὰς αἰσθήσεις, τῆς μέντοι φύσεως αὐτῶν σημαντικὸν ὄνομα οὐδὲν ἔχομεν, ὥσπερ ἐπὶ τῶν ὁρατῶν τὸ χρῶμα καὶ τῶν γευστῶν χυμοὺς καὶ τῶν ἀκουστῶν ψόφους. ἀλλ’ ἐπὶ μὲν τῶν ἁπτῶν εἰ καὶ μὴ τὸ κοινὸν ὠνόμασται, τῶν γοῦν εἰδῶν ἕκαστον διακέκριται, οἷον θερμὸν ψυχρόν, μαλακὸν σκληρόν, καὶ τὰ λοιπά. ἐπὶ μέντοι τῶν ὀσφραντῶν οὔτε ἡ κοινὴ αὐτῶν φύσις τίς ποτέ ἐστι δήλη ἡμῖν, οὔτε τῶν εἰδῶν ἕκαστον· διακρῖναι γὰρ τὰ ὀσφραντὰ κατ’ εἶδος οὐ δυνάμεθα, μόνῳ δὲ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ αὐτὰ διακρίνομεν, μὴ εἰδότες ποία τις ἰδιότης τοῦ ὀσφραντοῦ ἧσεν ἢ ποία ἐλύπησεν, ὥσπερ ἴσμεν ἐπὶ τῶν χρωμάτων ὅτι τόδε χρῶμα, φέρ’ εἰπεῖν τὸ ἄγαν λευκόν, λυπηρόν ἐστι, τὸ δὲ μέλαν οὐ λυπεῖ τὴν αἴσθησιν, καὶ ὅτι ὁ γλυκὺς μὲν χυμὸς ἥδει, ὁ δὲ πικρὸς ἀνιᾷ· ὁμοίως καὶ ἐπὶ ψόφων καὶ τῶν ἄλλων. τὸ γὰρ εὐῶδες καὶ δυσῶδες οὔκ εἰσιν ὀνόματα τῆς φύσεως τῶν ὀσφραντῶν δηλωτικά, ἀλλὰ τῆς διαθέσεως τῆς ἐξ αὐτῶν ἐγγινομένης τῇ αἰσθήσει, ὥσπερ καὶ ἐπὶ τῶν ὁρατῶν φαμεν εὐειδὲς καὶ δυσειδές, καὶ ἐπὶ τῶν ἀκουστῶν εὔηχον καὶ δύσηχον.

追踪足迹的猎犬与从极远处嗅闻气味的鸟类表明了这一点。“犹如拉哥尼亚母犬某种嗅觉灵敏的步伐,”他说,又如“即使〔他〕身处高处,脚步敏捷的野兔亦未能逃过他”。正是因为这一点——我指的是比起其他诸感觉来具有更为迟钝的嗅觉——在其他诸感觉的情形下,我们不仅知道作为每个感觉之底层的感觉对象之属是什么,而且亦知道该属之下的各种。因为我们知道颜色是可见对象的属,并且我们能精确地分辨该属之下的种,例如白、黑、红、灰等等。同样在听觉的情形下,声音是属,而高音与低音是种。同样,可尝对象的属是滋味,而甜、苦等等是种。在可触对象的情形下,尽管属并不显明(因为我们没有用单一的名称称呼它;因此他关于触觉亦提出了疑难,即它究竟是一种感觉还是多种,因为既然按照种的对立有多种,便不可能用一个属来包容所有的可触对象),然而它们的种却是极其明了的:热、冷、干、湿、重、轻、软、硬等等。但在嗅觉的情形下,我们不仅不知嗅觉对象的属是什么,甚至亦不能辨识它们在种上的差异;因此我们甚至未能给它们命名。因为当我们说“嗅觉对象”时,我们是依随感觉来同源地称呼它们的,正如我们称颜色为可见对象、滋味为可尝对象、声音为可听对象一样;因为这些名称并不属于感觉对象的本性,而是属于它们对诸感觉的关系。因为对颜色而言,凭其自身便具有“作为颜色而存在”;因为即使没有把握它们的视觉存在,它们亦丝毫不少是颜色;但它们作为可见对象而存在,则是在于对视觉的关系之中。因此,当我们说“嗅觉对象”与“可触对象”时,我们所说的亦是它们对感觉所具有之关系的名称,但我们没有任何指示其本性的名称,不像在可见对象中具有颜色、在可尝对象中具有滋味、在可听对象中具有声音那样。然而在可触对象中,即使共名未被命名,各种中的每一者至少已被区分开来,例如热、冷、软、硬等等。但在嗅觉对象中,既非它们共同的本性究竟为何对我们是清楚的,亦非各种中的每一者对我们是清楚的;因为我们无法按照种来区分嗅觉对象,而仅凭快适与痛苦来区分它们,不知道嗅觉对象的何种特性带来了愉悦,或者何种特性带来了痛苦,不像我们在颜色中知道某种颜色(比如过度的白色)是令人痛苦的,而黑色不使感觉痛苦,并且知道甘甜的滋味令人愉悦,而苦涩的滋味令人难受那样;同样在声音和其他事物中〔我们〕亦是如此〔知道的〕。因为“芬芳”与“恶臭”并不是显示嗅觉对象本性的名称,而是显示由它们在感觉中产生的状态,正如在可见对象中我们说“悦目的”与“难看的”,在可听对象中我们说“悦耳的”与“刺耳的”一样。

语法注3 条
  1. 2.184ὅν τε καὶ ὑψόθ’ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτώξ

    引自荷马《伊利亚特》第17卷676行。动词 οὐκ ἔλαθε(源自 λανθάνω)的主语是主格名词 πτώξ(野兔),宾格关系代词 ὅν(指鹰)为其宾语。短语 πόδας ταχύς 修饰主语 πτώξ,其中 πόδας 是表示观点的宾格(关系宾格,意为“就脚步而言迅捷”)。

  2. 2.184διά τοι τοῦτο, λέγω δὴ τὸ ἀμυδρὰν ἔχειν παρὰ τὰς ἄλλας αἰσθήσεις τὴν ὄσφρησιν

    διά τοι τοῦτο 所指的内容由后接的 λέγω δή 所引导的带冠词不定式短语 τὸ ... ἔχειν 以同位语方式进行说明。介词短语 παρὰ τὰς ἄλλας αἰσθήσεις 表示比较(“相较于其他诸感觉”),表语性形容词 ἀμυδράν 则用作直接宾语 τὴν ὄσφρησιν 的补足语。

  3. 2.184τοῖς γὰρ χρώμασι καθ’ αὑτὰ μὲν ὑπάρχει τὸ χρώμασιν εἶναι

    带有表语性与格(χρώμασιν)的带冠词不定式 τὸ ... εἶναι 作主语,表示“作为颜色而存在(本质)”。句首的与格 τοῖς χρώμασι 是动词 ὑπάρχει(“属于/成立”)的补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:386.6-387.10