- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:385.1-386.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞从感知距离活动与对应元素的双重视角解释了亚里士多德为何将嗅觉置于五感之居中位置,并阐明界定气味的困难源于人类该感官相较于其他动物的不完备。
" Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἧττον εὐδιόριστόν ἐστι τῶν εἰρημένων· οὐ γὰρ δῆλον οἷόν τί ἐστιν ὀσμή, οὕτως ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα." Τὴν περὶ τῆς ὀσφρήσεως καὶ τὴν τῶν ὀσφραντῶν διδασκαλίαν μέσην ἔταξε, τρίτην μὲν τῆς ὄψεως καὶ τῆς ἀκοῆς, προτέραν δὲ τῆς γεύσεως καὶ τῆς ἁφῆς· τοῦτο δὲ ἐπειδὴ καὶ μέσην εἴληχε φύσιν τῶν ἄλλων κατά τε τὰς ἐνεργείας καὶ κατὰ τὰ ὑποκείμενα. κατὰ μὲν τὰς ἐνεργείας, ὅτι ἡ μὲν ὄψις τῶν πορρωτάτω ἀντιλαμβάνεται, ἡ δὲ ἀκοὴ καὶ αὐτὴ μὲν τῶν πόρρω, ἧττον δὲ τῆς ὄψεως1 (οὐδὲ γὰρ ἐκ τοῦ αὐτοῦ διαστήματος, ἀφ’ οὗπερ ὁρῶμεν, ἀπὸ τοῦ αὐτοῦ καὶ ψόφων ἀκούομεν. οὕτω γοῦν ἐν τοῖς Μετεώροις ἐλέγετο ὅτι διὰ τοῦτο τῆς βροντῆς ὕστερον ἀκούομεν, τὴν δὲ ἀστραπὴν πρῶτον ὁρῶμεν, ὅτι θᾶττον ὁρᾶν ἢ καὶ ἀκούειν δυνάμεθα. τοῦ γὰρ πνεύματος προσρηγνυμένου τοῖς νέφεσιν ἡ βροντὴ γίνεται, ἐκ δὲ τῆς προσρήξεως ἡ ἔξαψις τοῦ πνεύματος γίνεται, ὥσπερ ἐπὶ τῶν λίθων τῶν τῇ παρατρίψει τε καὶ προσρήξει ἐξαπτόντων τὸ πῦρ. πρώτην οὖν ἐχούσης τῆς βροντῆς τὴν γένεσιν,2 πρώτην τὴν ἀστραπὴν ὁρῶμεν διὰ τὸ αὐτὴν μᾶλλον ὀξυτέραν εἶναι3 καὶ τῶν πορρωτάτω ἀντιλαμβάνεσθαι ἤπερ τὴν ἀκοήν. καὶ διὰ τοῦτο ἀστραπῆς γενομένης εὐθὺς καὶ βροντὴ ἐπακολουθεῖ· δεῖται γὰρ ἡ ἀκοὴ παθεῖν μᾶλλον τὸν πλησίον ἀέρα ὑπὸ τοῦ ψόφου, ἵν’ οὕτως αὐτοῦ ἀντιλάβηται. καὶ ἐπὶ τῆς εἰρεσίας, εἰ πόρρωθεν εἴη τις, πρότερον ὄψεταί τις τὴν κώπην ἀνενεχθεῖσαν, εἶτα τοῦ ψόφου αἰσθήσεται)· γεῦσις δὲ καὶ ἁφὴ ἁπτόμεναι τῶν αἰσθητῶν ἀντιλαμβάνονται· ἡ μέντοι ὀσμὴ οὔτε οὕτω πόρρωθεν ἀντιλαμβάνεται ὡς ἡ ὄψις καὶ ἡ ἀκοή, οὔτε οὕτως δεῖται ἐγγύθεν ἔχειν τὸ αἰσθητὸν ὡς ἡ ἁφὴ καὶ ἡ γεῦσις, μέσως δὲ πρὸς ἑκατέρας ἔχει. οὕτω μὲν οὖν κατὰ τὰς ἐνεργείας μέση ἡ ὄσφρησις· κατὰ δὲ τὰ ὑποκείμενα, διότι ἡ μὲν ὄψις περὶ χρώματα ἔχει καὶ τὸ φῶς, ἅπερ ἐστὶ πύρια, λεπτομερέστατον δὲ τὸ πῦρ καὶ ὡς ἐν σώμασιν ἀσώματον, ἡ δὲ ἀκοὴ περὶ ψόφους, οἵτινες ἀέρος εἰσίν, ὅσπερ τοῦ πυρὸς μὲν παχύτερός ἐστιν, τῶν δὲ λοιπῶν λεπτότερος (κενὸν γοῦν τινες οἴονται εἶναι τὸν ἀέρα), ἡ δὲ γεῦσις περὶ χυμούς, οἵτινές εἰσιν ὕδατος· ὄχημα γὰρ τοῖς χυμοῖς τὸ ὑγρόν· ἁφὴ δὲ περὶ τὰ στερεὰ καὶ γεώδη. τούτων πάλιν τῶν τεσσάρων μέση ἐστὶν ἡ ὄσφρησις περὶ ἀτμοὺς ἔχουσα καὶ τὸ ἡμιγενὲς σῶμα, οἵτινες μεταξύ εἰσιν ἢ γῆς καὶ πυρός, ὡς ἡ ξηρὰ ἀναθυμίασις, ἢ ἀέρος καὶ ὕδατος, ὡς ἡ ὑγρά. οὕτω δὲ καὶ ὁ Πλάτων κατὰ τὴν εἰρημένην τῶν στοιχείων τάξιν τὰς αἰσθήσεις ἑκάστῳ ἀφορίζει. εἰκότως οὖν μέσην ἐχούσης τάξιν τῆς ὀσφρήσεως μέσην καὶ τὴν περὶ αὐτῆς ἐποιήσατο διδασκαλίαν. λέγει οὖν ὅτι ὁ περὶ ὀσμῆς λόγος ἧττον τῶν ἄλλων αἰσθήσεών ἐστιν εὐδιόριστος, διότι καὶ ὁ περὶ ὀσφραντοῦ λόγος οὐκ εὔδηλος. αἴτιον δέ φησιν εἶναι τῆς ἐν τούτοις ἀσαφείας τὸ μὴ ἔχειν ἡμᾶς ἀκριβῆ τὴν αἴσθησιν ταύτην, ἀλλὰ χείρονα πολλῶν ζῴων. ὥσπερ γὰρ τῇ ἁφῇ πλεονεκτοῦμεν τὰ ἄλλα πάντα, οὕτω ταύτῃ ἐλλείπομεν.
“关于气味与嗅觉对象,比起前述诸事物来更不易界定;因为气味究竟是何种事物,并不如声音、光或颜色那样明了。” 他将关于嗅觉和嗅觉对象的讲论置于中间,排在视听之后的第三位,但在味触之前。这是因为无论就活动而言还是就底层元素而言,它在其他诸感觉中都获得了居中的本性。就活动而言,是因为视觉能够把握最远处的事物,而听觉虽亦能把握远处的事物,却不如视觉(因为我们并非在能看见的相同距离处亦能听到声音;无论如何,《气象学》中即是这样说的:我们较晚听到雷鸣而较先看到闪电,是因为我们看见的能力比听见更快。因为当气息撞击云层时雷鸣产生,而从撞击中发生气息的燃烧,正如通过摩擦与撞击引燃火焰的石头那样。因此,尽管雷鸣最先具有生成,我们却先看到闪电,这是由于它〔视觉〕更敏锐、比起听觉能把握更远的事物之故。正因如此,闪电发生后雷鸣立即尾随而来;因为听觉需要近旁的空气更受到声音的作用,以便如此把握它。在划船的事例中,如果有人在远处,他会先看到桨被举起,然后才感觉到声响);而味觉与触觉则是通过接触感觉对象来把握的。然而,嗅觉既不像视觉和听觉那样从如此远处把握,亦不像触觉和味觉那样需要感觉对象如此邻近,而是在二者之间居于中道。因此,就活动而言嗅觉居中;就底层元素而言,是因为视觉关涉颜色与光,它们属于火性,而火是颗粒最细腻的,在物体中可谓无形的;听觉关涉声音,声音属于空气,空气虽比火稠密,却比其余元素更细腻(无论如何,有人认为空气即是虚空);味觉关涉滋味,滋味属于水(因为湿润乃是滋味的载体);触觉关涉坚硬与泥土性的事物。在这四者之中,嗅觉再次居中,关涉蒸气与半生成的物体,它们要么处于土与火之间(如干燥的升气),要么处于空气与水之间(如湿润的升气)。柏拉图亦是这样按照所述的元素秩序将诸感觉分配给各元素的。因此,既然嗅觉占有中等的位次,他理所当然地亦将关于嗅觉的讲论置于中间。于是他说,关于气味的论说比起其他感觉来更不易界定,因为关于嗅觉对象的论说亦不明朗。他说,在这些事情上不清晰的原因在于,我们并不精确地具有这种感觉,而是比许多动物更为低劣;因为正如我们在触觉上胜过所有其他动物一样,我们在嗅觉上是有所欠缺的。
- 2.184ἧττον δὲ τῆς ὄψεως
τὴν ὄψεως 在原本应当使用比较属格 τῆς ὄψεως(或 ἢ τὴν ὄψιν)之处出现了宾格冠词。此处应理解为比较属格 τῆς ὄψεως 中冠词 τῆς 的讹误,意为“不及视觉”。
- 2.184πρώτην οὖν ἐχούσης τῆς βροντῆς τὴν γένεσιν
属格独立结构,相对于主句“我们先看到闪电”(πρώτην τὴν ἀστραπὴν ὁρῶμεν)带有让步意味(“尽管雷鸣先获得其生成”)。
- 2.184διὰ τὸ αὐτὴν μᾶλλον ὀξυτέραν εἶναι
阴性宾格单数代词 αὐτήν 指代前文的视觉(ἡ ὄψις)。比较级 ὀξυτέραν 与副词 μᾶλλον 叠用,起强调比较的作用。
