- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:383.18-384.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了亚里士多德关于人在吸气或呼气时均无法发声的观察,指出呼气并非骤然排出,而是须屏住并加以调控以推动发声器官;随后阐明缺乏肺脏且不进行呼吸的鱼类为何不能发声,并驳斥了关于鱼类呼吸及水中存在空气的错误观点。
" Σημεῖον δὲ τὸ μὴ δύνασθαι φωνεῖν ἀναπνέοντα μηδ’ ἐκπνέοντα." Ἀναπνέοντά φησιν ἀντὶ τοῦ εἰσπνέοντα· τῷ γὰρ γενικῷ ὀνόματι ἀντὶ τοῦ εἰδικοῦ ἐχρήσατο. τί οὖν φησιν; ὅτι, φησίν, ὁ ἐκπνεόμενος ἀὴρ ποιεῖ τὴν φωνήν, σημεῖον τὸ μὴ δύνασθαι φωνοῦντα εἰσπνεῖν, διότι ἔξεισι τὸ πνεῦμα, καὶ ἐὰν ὑπαντήσῃ ἄλλῳ εἰσιόντι, διακόπτεται. οὐ μόνον δέ, φησίν, εἰσπνεῖν οὐ δυνατὸν φωνοῦντα, ἀλλ’ οὐδὲ ἐκπνεῖν. καίτοι αὐτὸ τοῦτο ἐκπνεόντων ἡ φωνὴ γίνεται,1 καὶ ταύτην εἶπεν γένεσιν φωνῆς, τὸν ἐκπνεόμενον ἀέρα. ἴσως οὖν ἐκεῖνό φησιν ὅτι ἀθρόως ἐκπνέοντες οὐ δυνάμεθα φωνεῖν· ἀναλίσκεται γὰρ τῇ ἀθρόᾳ ἐκπνοῇ τὸ πνεῦμα, καὶ οὐ πρότερον φωνῆσαι δυνάμεθα, πρὶν ἄν ἄλλο εἰσπνεύσωμεν, ὅπερ ὑπουργήσει ἐκπνεόμενον εἰς τὴν τῆς φωνῆς γένεσιν. διὸ καὶ θαυμάζομεν τοὺς τραγῳδοὺς ἐκτείνοντας τὰ μέλη ἀδιακόπως μετὰ σφοδρότητος, ὅτι ἐπὶ πολὺ αὐτοῖς ἐξαρκεῖ τὸ πνεῦμα. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῦσιν αὐτοὶ οὗτοι, ὅτε μέλλουσιν ᾄδειν, πολὺ πρότερον εἰσπνέοντες πνεῦμα καὶ οὕτως ἀρχόμενοι φωνεῖν, ἵνα ἐξαρκῇ αὐτοῖς περὶ τὴν ἐκπνοήν. διὰ τοῦτο οὐδὲ ἐπὶ πολὺ ἀπνευστὶ διαλέγεσθαι δυνάμεθα, διὰ τὸ δαπανᾶσθαι τὸ πνεῦμα τὸ ἐν τῷ θώρακι· δεόμεθα οὖν πρότερον εἰσπνεῦσαι ἄλλο εἰς χορηγίαν τῆς φωνῆς. ἅμα δ’ εἰσπνεῖν τε καὶ διαλέγεσθαι ἀδύνατον, ἐπεὶ μηδὲ εἰσπνεῖν τε ἅμα καὶ ἐκπνεῖν· ἐναντία γάρ. κινεῖ τούτῳ κατέχων.2 ὁ γὰρ μέλλων φωνεῖν κατέχων τὸ ἐν τῷ θώρακι πνεῦμα κινεῖ τούτῳ τὸ ἐν τῇ ἀρτηρίᾳ. ἀναλογεῖ δὲ τὸ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἐναπειλημμένον πνεῦμα τῷ ἐγκατῳκοδομημένῳ ἀέρι ἐν τοῖς ὠσί, πλὴν ὅτι τὸ μὲν ἐν τοῖς ὠσὶν ἀκίνητόν ἐστιν καὶ ἀεὶ τὸ αὐτό, τὸ δὲ ἐν τῇ ἀρτηρίᾳ ἄλλοτε ἄλλο.
“吸气或呼气时不能发声,即是其证据。” 他说“吸气时”是用来代替“吸入空气时”;因为他用属名代替了种名。那么他究竟是何意?他说,呼出的空气产生声音的证据,正在于发声时不能吸入空气,因为气息正在外出,若与另一股进入的气息相遇,便会被截断。而且他说,不仅发声时不能吸入空气,甚至亦不能呼出。然而,正是在人们呼出这股气息的当下声音才得以产生,且他曾言这呼出的空气即是声音的生成。或许他指的是:骤然呼气时我们无法发声;因为气息因猝然的呼气而被消耗殆尽,在我们吸入另一股在呼出时将有助于声音生成的空气之前,我们无法发声。因此我们亦赞叹悲剧演员们以强烈的声势不间断地拉长曲调,因为气息能为他们支撑很久。而这一点确然如此,由他们自己在将要演唱时表明:他们先吸入大量的气息,然后才开始发声,以便在呼气过程中足够支撑。由于这个缘故,我们亦无法不换气而长久交谈,这是由于胸腔中的气息被耗尽之故;因此我们需要事先吸入另一股气息以作为声音的供给。但同时吸入气息与交谈是不可能的,因为甚至不可能同时吸气与呼气;因为二者是相反的。“屏住[气息],以之推动”。因为将要发声的人,屏住胸腔中的气息,以之推动气管中的气息。截留在气管中的气息类比于内建在耳朵中的空气,只是耳朵中的空气静止不动且始终如一,而气管中的空气则时常更换。
"Φανερὸν δὲ καὶ διότι οἱ ἰχθύες ἄφωνοι." Ἐκ τῶν εἰρημένων δήλη ἡ αἰτία, δι’ ἣν οἱ ἰχθύες ἄφωνοι· διότι ἡ φωνὴ ὑπὸ τοῦ ἐκπνεομένου πνεύματος γίνεται προσπίπτοντος τῇ τραχείᾳ ἀρτηρίᾳ, ἐπειδὴ μηδὲ πνεύμονα ἔχουσιν, οὗ ἕνεκα τὸ μόριον τοῦτο, εἰκότως ἄφωνοί εἰσι. καὶ ὅσοι, φησί, φωνεῖν αὐτοὺς νομίζουσιν διὰ τὸ ψοφεῖν τοὺς ἐν τῷ Ἀχελῴῳ ἰχθύας, οὗτοι διαμαρτάνουσι τὸν ψόφον φωνεῖν νομίζοντες.3 εἰσὶ δέ τινες οἱ λέγοντες καὶ τοὺς ἰχθύας ἀναπνεῖν, καὶ διὰ τούτου γέ τινες πειρῶνται δεικνύναι ὅτι ἐστὶ καὶ ἐν τῇ θαλάττῃ ἀήρ. τὸ δέ ἐστι ψεῦδος· εἰ γὰρ ἀέρα ἀνέπνεον οἱ ἰχθύες ἐν ὕδατι ὄντες, διὰ τί οὐ ζῶσιν οἱ ἰχθύες ἐν ἀέρι, ὥσπερ οὐδ’ ἡμεῖς ἐν ὕδατι; οὐδὲ γὰρ αὐτάρκη τὰ βράγχια εἰς τὸ ἑλκύσαι ἐντὸς ἀέρα, ὅθεν ἐπὶ βραχὺν χρόνον διαρκοῦντα ἀπόλλυνται. διὰ τοῦτο οὖν, ἐπεὶ μὴ εἰσπνεῖν καὶ ἐκπνεῖν ἄρα δύναται, εἰκότως οὐδὲ φωνεῖ. ἄλλως τε πῶς οἷόν τε ἦν ἐν ὕδατι ἀέρα εἶναι; οὐδὲ γὰρ πέφυκεν ὑφίστασθαι ὁ ἀὴρ τῷ ὕδατι. δηλοῦσι δὲ οἱ πεφυσημένοι ἀσκοὶ καὶ οἱ κενοὶ ἀμφορεῖς ἐπιπολάζοντες αἵ τε πομφόλυγες αἱ γινόμεναι, ἐπειδὰν ὀλίγη μοῖρα τοῦ ἀέρος ἐναποληφθῇ. δι’ ἣν δὲ αἰτίαν, ἕτερος ἔστω λόγος.4 ἤτοι λέγει δι’ ἣν αἰτίαν ἀπατῶνται καὶ παράγονται φωνεῖν αὐτούς, ἢ μᾶλλον δι’ ἣν αἰτίαν οὐκ ἀναπνέουσιν. εἴρηκε δὲ καὶ τούτου τὴν αἰτίαν ἐν τοῖς Περὶ ζῴων μορίων· οὐ γὰρ αὐτάρκης αὐτοῖς ψύξις ἡ ἐκ [τῆς] τοῦ ἀέρος· διὸ οὐκ ἔχουσι τὰ ἀναπνευστικὰ τοῦ ἀέρος μόρια· οὐδὲ γὰρ ἔχουσιν ἀέρα περικείμενον· ἀλλὰ τὸ ὕδωρ αὐτοῖς τήνδε τὴν χρείαν παρέχει ἀνάλογον τῷ ἀναπνεομένῳ ἀέρι ἑλκόμενον ὑπ’ αὐτῶν διὰ τῶν βραγχίων καὶ αὖθις ἀποπτυόμενον. οὐδὲ τὰ ἄναιμα δὲ ἐμψύξεως δεῖται τῷ μὴ τοσοῦτον εἶναι ἐν αὐτοῖς τὸ θερμόν. τὰ δὲ ἔντομα, ὡς ἤδη εἴπομεν, διὰ τῶν ἐντομῶν, εἴ τι καὶ δέοι, ἐμψύχονται· καὶ ταῦτα δὲ ἢ πάντα ἢ τὰ πλείω ἄναιμά εἰσιν.
“鱼类为何无声,亦甚显然。” 由前所述,鱼类无声的原因是显而易见的:因为声音是由呼出的气息撞击气管而产生的,而既然它们连肺脏亦没有——这一部位正是为了肺脏而存在的——它们自然无声。他说,凡因阿刻罗俄斯河中的鱼发出声响而认为它们能发声的人,都是因为把声响误认为是发声而犯了错误。亦有一些人主张鱼类也是呼吸的,且某些人正试图以此证明海中亦存在空气。但这乃是虚妄的;因为如果鱼类在水中呼吸的是空气,为何鱼类不能在空气中生存,正如我们不能在水中生存一样?因为鱼鳃不足以将空气吸入内部,因此它们仅能支撑短暂时间便死去了。因此,既然它们终究不能吸气与呼气,它们自然亦不能发声。此外,水中又怎可能存在空气?因为空气自然本性上并不沉于水下。充满气的皮囊和空双耳罐漂浮于表面,以及当小部分空气被截留时所产生的气泡,都表明了这一点。“至于何以如此,且留作另一讨论。”他指的是人们因何原因受骗而误认它们能发声,抑或更有可能是指它们因何原因不呼吸。他亦在《论动物的部分》中说明了此事的原由:因为来自空气的冷却对它们而言并不充分;因此它们没有呼吸空气的部位;因为它们周围甚至没有空气环绕;相反,水为它们提供了这种功用,水通过鱼鳃被它们吸入并再次吐出,类比于吸入的空气。无血动物亦不需要冷却,因为它们体内的热并不如此之大。而昆虫,正如我们已然说过的那样,即使真有何种需要,亦是通过节孔来冷却的;且这些昆虫要么全都是无血的,要么大部分是无血的。
- 2.182καίτοι αὐτὸ τοῦτο ἐκπνεόντων ἡ φωνὴ γίνεται
ἐκπνεόντων 是带有泛指主语(人们)的属格独立结构。它针对前文“呼气时亦不能发声”的佯谬说法提出质疑:声音分明正是在人们呼气时产生的,何以言呼气时不能发声?
- 2.182κινεῖ τούτῳ κατέχων
此处简短引用了亚里士多德原文(421a2-3)的句式,紧接着的“ὁ γὰρ μέλλων φωνεῖν κατέχων τὸ ἐν τῷ θώρακι πνεῦμα κινεῖ τούτῳ τὸ ἐν τῇ ἀρτηρίᾳ”对其语法和含义进行了展开说明。τούτῳ 是工具与格,指代胸腔中的气息。
- 2.183διαμαρτάνουσι τὸν ψόφον φωνεῖν νομίζοντες
φωνεῖν 为不定式,由 νομίζοντες 支配:他们由于将该声响看作是(鱼在)发声,因而陷入错误。
- 2.183δι’ ἣν δὲ αἰτίαν, ἕτερος ἔστω λόγος
此处直接引用了亚里士多德的文本(421a5–6)。斐洛波诺斯在接下来的句子中通过 ἤτοι... ἢ μᾶλλον 探讨了该间接疑问从句(“因何原因”)的所指:究竟是指人们受骗误以为鱼类发声的原因,还是更有可能是指鱼类不呼吸的原因。
