- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:382.10-383.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《论灵魂》420b24–32,阐明陆生动物体内热量及心肺冷却的必然性,分析声音的定义(呼气撞击气管且具表示性)及其与咳嗽的区别。
" Τούτῳ γὰρ τῷ μορίῳ πλεῖον ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων." Τὰ πεζὰ τῶν ζῴων, φησίν, ὅσα πνεύμονας ἔχει, πλεονεκτεῖ τὰ ἔνυδρα κατὰ τὴν ἐν τῷ πνεύμονι θερμότητα· μὴ ἔχοντα γὰρ ἐκεῖνα πνεύμονα οὐδὲ τὴν ἐν τούτῳ θερμότητα ἕξει. πνεύμονα δὲ οὐκ ἔχει, ἐπεὶ μηδὲ καρδίαν· τὰ γὰρ καρδίαν ἔχοντα καὶ πνεύμονα ἔχει. οὐ δεῖ δὲ νομίζειν τοῦτο λέγεσθαι ὅτι καθάπαξ θερμότερά ἐστι τὰ πεζὰ τῶν ἐνύδρων, ἀλλὰ τῷ μορίῳ τούτῳ θερμότερα, ἐπειδὴ ὡς εἶπον οὐδ’ ἔχει ἐκεῖνα πνεύμονα, ἐπεί τοί γέ τινά εἰσι τῶν ἐνύδρων θερμότερα κατὰ φύσιν τῶν πεζῶν· πέττουσι γοῦν τῶν ἰχθύων τινὲς ψάμμον καὶ τὰ ἰλυώδη πάντα, ἅπερ τὰ πεζὰ οὐ πέττουσιν.
“因为陆生动物在此部位比其他动物拥有更多的热。” 他说,动物之中,凡拥有肺脏的陆生动物,在肺脏中的热度上胜过水生动物;因为那些[水生动物]既然没有肺脏,也就不会拥有在其中的热度。它们没有肺脏,是因为甚至没有心脏;因为拥有心脏者亦拥有肺脏。但不应认为这是说陆生动物截然比水生动物更热,而是在此部位更热,因为正如我所说,那些动物甚至没有肺脏,而某些水生动物自然本性上确实比陆生动物更热;至少某些鱼类能消化沙子和一切淤泥之物,而陆生动物不能消化这些。
"Διὸ καὶ ἀναγκαῖον εἴσω ἀναπνεομένου1 εἰσιέναι τὸν ἀέρα." Τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς κοινὸν γένος ἡ ἀναπνοή. ἐνταῦθα οὖν ἀναπνεομένου εἶπεν ἀντὶ τοῦ εἰσπνέοντος τοῦ ζῴου ἀναγκαῖον εἴσω εἰσιέναι τὸν ἀέρα εἰς τὸν περὶ τὴν καρδίαν τόπον πρῶτον. οὗτος γὰρ πρῶτός ἐστιν ὁ τῆς ἐμψύξεως δεόμενος· πηγὴ γὰρ τοῦ ἐμφύτου θερμοῦ ἡ καρδία· διὰ δὲ τὸ ἐπικεῖσθαι ταύτῃ τὸν πνεύμονα καὶ πολὺ τὸ θερμὸν ἐξ αὐτῆς δέχεσθαι καὶ αὐτὸς ἐμψύξεως δεῖται. πρώτως οὖν ἡ καρδία δεῖται τῆς ἐμψύξεως, διὰ δὲ αὐτὴν καὶ ὁ πνεύμων. διὰ μὲν οὖν τῆς εἰσπνοῆς ἐμψύχεται, διὰ δὲ τῆς ἐκπνοῆς τὰ λιγνυώδη περιττώματα ἀποκρίνεται.
“因此呼吸之时空气进入内部亦是必然的。” 吸气与呼气的共同属是呼吸。因此在这里,他说“呼吸之时”是用来代替“当动物吸气之时”,即空气必然首先进入内部靠近心脏的区域。因为这是首先需要冷却的区域;因为心脏是天生热的源泉;而由于肺脏覆于其上并从它那里接受了大量的热,它自身亦需要冷却。因此,首先是心脏需要冷却,由于心脏的缘故,肺脏亦需要冷却。通过吸气它得以冷却,而通过呼气,煤烟状的残余物被排出。
"Ὥστε ἡ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος καὶ τὰ ἑξῆς." Ἐντεῦθεν ὁρίζεται τὴν φωνὴν ἀπὸ τοῦ τρόπου τῆς γενέσεως πρῶτον. ἔστι γὰρ ἡ φωνή, φησί, πληγὴ τοῦ ἐκπνεομένου ἀέρος πρὸς τὴν τραχεῖαν ἀρτηρίαν ὑπὸ τῆς ἐν τῷ πνεύμονι καὶ τῷ θώρακι ψυχικῆς δυνάμεως. προσθήσει δὲ τῷ ὁρισμῷ ἐφεξῆς καὶ τὸ οὗ ἕνεκα, λέγων ὅτι τὸ τύπτον καὶ ἔμψυχον2 ἕνεκά του μετὰ φαντασίας τινὸς τοῦτο ποιεῖ. διὸ ὁ τοιοῦτος ψόφος σημαντικός ἐστι, λέγω δὴ ἡ φωνή.
“因此吸入的空气的撞击……等等。” 从这里开始,他首先从产生的方式来定义声音。因为他说,声音是在肺脏和胸腔中的灵魂能力作用下,呼出的空气对气管的撞击。随后他还将在定义中补充目的因,即说明撞击者且有灵魂者伴随着某种表象为了某种目的而做出此事。因此,这样的声响是具有表示性的,我指的正是声音。
"Σημαντικὸς γάρ τις ψόφος ἐστὶν ἡ φωνή, καὶ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ.3" Διχόθεν, ὥσπερ εἶπον ἤδη, χωρίζει τὴν βῆχα ἀπὸ τῆς φωνῆς, καὶ ἀπὸ τοῦ τέλους, ὅτι οὐ σημαντική, ἀλλ’ ἀκούσιος κατά τι πάθος γίνεται, καὶ ὅτι οὐδὲ κατὰ πάντα ὁμοίαν ἔχει τῇ φωνῇ τὴν γένεσιν. ἐπὶ μὲν γὰρ τῆς φωνῆς τὸ ἐκ τοῦ θώρακος ἐκθλιβόμενον πνεῦμα κατὰ βραχὺ προσπεσὸν τῷ ἐναπειλημμένῳ πνεύματι ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ πλήττει αὐτὸ πρὸς αὐτῇ τῇ ἀρτηρίᾳ θλῖβον, καὶ οὕτω πληττομένης ταύτης ὑπὸ τοῦ ἐν αὐτῇ πνεύματος γίνεται ὁ ψόφος ὁ κατὰ τὴν φωνήν· γίνεται δὲ ἔναρθρος, ὅταν λαβοῦσα τὸν ἐκ τῆς κοιλότητος τῆς ἀρτηρίας ὠσθέντα ἀέρα περὶ τὴν ἀχάνειαν ἡ γλῶττα τοίως ἢ τοίως σχηματίσῃ· ἐπὶ δὲ τῆς βηχὸς ἐξωθεῖται μὲν ἐκ τοῦ θώρακος, ἀλλ’ ἀθρόον, καὶ οὐ πλήττει μόνον τὸν ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἀέρα, ἀλλὰ καὶ πλήττεται ὑπ’ αὐτοῦ, καὶ τὰ ἄλλα γίνεται, ὡς ἤδη προεῖπον.
“因为声音是某种具有表示性的声响,而不是吸入空气的声响,像咳嗽那样。” 正如我刚才所言,他从两方面将咳嗽与声音区分开来:其一从目的上,因为它不具有表示性,而是根据某种疾患非自愿地产生的;其二在于它在产生方式上亦并非在所有方面都与声音相似。因为在声音的情形下,从胸腔挤出的气息逐渐落在气管中截留的气息上,在将其压向气管本身的同时予以撞击,如此当气管被其内部的气息撞击时,属于声音的声响便产生了;而当舌头接纳了从气管空腔推至深穴周围的空气并将其塑造成如此这般的形式时,它便成为了清晰的声音;但在咳嗽的情形下,[气息]固然亦从胸腔被推出,但却是一下子猝然推出的,它不仅撞击气管中的空气,而且亦被其撞击,并发生其他事情,正如我先前所说。
- 2.179ἀναπνεομένου
亚里士多德原文引文中的分词 ἀναπνεομένου 是没有明示主语的属格独立结构。斐洛庞奴斯明确将其解释为代指以动物为主语的主动含义:“代替‘当动物吸气之时’(ἀντὶ τοῦ εἰσπνέοντος τοῦ ζῴου)”。
- 2.180τὸ τύπτον καὶ ἔμψυχον
短语 τὸ τύπτον καὶ ἔμψυχον 由单个定冠词 τὸ 统摄,构成复合主语,意为“撞击者且有灵魂者”。斐洛庞奴斯以此说明发出声音的发动因所必须具备的有灵魂、具生命的主体条件。
- 2.181καὶ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ
引文后半部分存在省略,需承前补出 ψόφος(声响),即“并非[吸入空气的声响],如咳嗽那样”。斐洛庞奴斯据此从目的(表示性)与生成机制两方面展开对声音与咳嗽的区分。
