- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:380.21-382.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论灵魂》420b16,论述自然如何将吸气不仅用于维持生命(存在)的体内冷却,亦转用于发声与语言(完满存在)的双重目的,并结合解剖构造(喉、软骨、气管、肺及鳃)分析了声音与语言的四因。
" Ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπὶ δύο ἔργα, καθάπερ τῇ γλώττῃ ἐπί τε τὴν γεῦσιν καὶ τὴν διάλεκτον." Ἐπειδὴ εἶπεν ὅτι ταῦτα τῶν ζῴων φωνῇ κέχρηται, ὅσα ἀναπνεῖ, ἔστι δὲ τοῦ ἀναπνεῖν προηγουμένη τις ἄλλη χρεία ἐν τοῖς ἀναπνέουσι, πῶς καὶ πρὸς τὴν φωνὴν ἡ ἀναπνοὴ συντελεῖ, διὰ τούτων προσέθηκεν. ὥσπερ γάρ, φησί, τὴν γλῶτταν ἐποίησεν ἡ φύσις πρὸς δύο ἔργα, ὧν τὸ μὲν εἰς τὸ εἶναι συμβάλλεται τοῖς ἔχουσιν, ἡ γεῦσις, τὸ δὲ εἰς τὸ εὖ εἶναι, ἡ διάλεκτος, οὕτω καὶ τῆς ἀναπνοῆς δύο ἐποίησε τὰ ἔργα, τὸ μὲν ἓν πρὸς τὸ εἶναι, τὸ δὲ ἕτερον πρὸς τὸ εὖ εἶναι. συντομίας γὰρ ἀντιποιεῖται ἡ φύσις· διὸ τοῖς αὐτοῖς ἐν πλείοσι κέχρηται. χρῆται οὖν τῇ γλώττῃ ἡ φύσις καὶ πρὸς τὴν χρῆσιν τῶν χυμῶν καὶ πρὸς τὴν διάλεκτον, ὧν τὸ μὲν πρὸς τὸ εἶναι συμβάλλεται (δίχα γὰρ τροφῆς ζῆσαι ἀδύνατον) ἡ δὲ διάλεκτος πρὸς τὸ εὖ εἶναι· ἔνθεν γὰρ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος, καὶ δι’ αὐτῆς ἐπιστήμονες ὑπὸ τῶν διδασκάλων γινόμεθα. διὰ τοῦτο ἡ μὲν γεῦσις ἐν πᾶσι τοῖς ζῴοις, ἡ διάλεκτος δὲ οὐκ ἐν πᾶσιν, ἀλλ’ οὐδ’ ὅλως ἡ φωνή, ἀλλ’ ἐν τοῖς τελειοτέροις. ὥσπερ οὖν ἐπὶ τῆς γλώττης ἔχει, οὕτω καὶ ἐπὶ τῆς ἀναπνοῆς. πρός τε γὰρ τὴν τοῦ ἐντὸς θερμοῦ κατάψυξιν συμβάλλεται, ὅπερ ἐστὶν ἀναγκαῖον ἔργον τῆς φύσεως· εἰς γὰρ τὸ εἶναι συντελεῖ τοῖς ἀναπνέουσιν, ὡς εἴρηκεν ἐν τοῖς Περὶ ζῴων μορίων καὶ ἐν τῷ Περὶ ἀναπνοῆς καὶ ἐκπνοῆς, εἰς ἃ καὶ ὑπερτίθεται ὡς ἐν ἐκείνοις ἐρῶν.1 δεῖται γάρ, φησί, καὶ ὁ πνεύμων ἀναπνοῆς, θερμότερος ὢν κατὰ φύσιν ἐπὶ τῶν πεζῶν ζῴων διὰ τὸ ἐπικεῖσθαι τῇ καρδίᾳ, καὶ πολὺ πρότερον ἡ καρδία· ἀπὸ γὰρ ταύτης καὶ ἐν τῷ πνεύμονι τὸ θερμὸν περιττεύει. διὰ τοῦτο γὰρ εἶπεν πρῶτον δεῖσθαι ἐμψύξεως τὸν περὶ τὴν καρδίαν τόπον. ἐμψύχεται δὲ διὰ τοῦ πνεύμονος αὐτὴ δεχομένου τὸν ἀναπνεόμενον ἀέρα καὶ τῇ ἰδίᾳ ἐμψύξει ἐπιψύχοντος κἀκείνην. αὕτη μὲν οὖν ἡ ἀναγκαία τῆς ἀναπνοῆς χρεία πρὸς τὸ εἶναι συμβαλλομένη τοῖς ζῴοις. συμβάλλεται δὲ καὶ εἰς διάλεκτον, ἥτις ἡμῖν ὑπάρχει πρὸς τὸ εὖ εἶναι, εἴ γε καὶ πρὸς τὴν φωνήν·2 ἡ γὰρ φωνὴ ὕλη τῆς διαλέκτου. τῆς δὲ φωνῆς ὕλη ὁ ἐκπνεόμενος ἀήρ, ποιητικὸν δὲ αἴτιον ἡ φύσις, ὀργανικὸν δὲ ἡ τραχεῖα ἀρτηρία· οἷον γὰρ αὐλός ἐστιν. ἀμέλει καὶ οἱ μὲν νέοι εὐφωνότεροί εἰσιν ὡς λείαν ἔχοντες αὐτήν, οἱ δὲ γέροντες κακοφωνότεροι ὡς τραχυτέραν αὐτὴν ἔχοντες. τελικὸν δὲ ἡ σημασία· τέλος γὰρ τῷ ζῴῳ τῆς φωνῆς τὸ σημαίνειν δι’ αὐτῆς τὰς τῆς ψυχῆς διαθέσεις. τῆς δὲ διαλέκτου ὕλη μέν, ὡς εἴρηται, ἡ φωνή, ποιητικὸν δὲ αἴτιον ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα καὶ ὑπερῴα καὶ ὀδόντες, τελικὸν δὲ ἡ σημασία τῶν νοημάτων. ὄργανον δὲ τῆς φωνῆς ὁ φάρυγξ. φάρυγξ ὅτε μὲν θηλυκῶς λέγεται, σημαίνει τὴν κυρίως φάρυγγα· αὕτη δέ ἐστιν ἡ ἀχανία ἡ μετὰ τὴν τῆς γλώττης ῥίζαν· ὅτε δὲ ἀρσενικῶς, σημαίνει πολλάκις τὸν λάρυγγα, ὥσπερ καὶ ἐνταῦθα. ἔστι δὲ ὁ λάρυγξ τὸ ἔσχατον τῆς τραχείας ἀρτηρίας, ὅπερ ὑπὸ τῶν τριῶν χόνδρων περιέχεται, τοῦ τε ἀρυταινοειδοῦς καλουμένου καὶ τοῦ θυροειδοῦς καὶ τοῦ ἀνωνύμου, οἵτινες συστελλόμενοι καὶ διαστελλόμενοι ὑπὸ τῶν ἐκεῖ μυῶν τὴν φωνὴν ῥυθμίζουσιν. ὑπὸ γὰρ τῆς τοιᾶσδε τούτων συστολῆς καὶ διαστολῆς ἢ μᾶλλον ἢ ἧττον εἰδοποιεῖται ἡ φωνὴ κατά τε τὸ ὀξὺ καὶ τὸ βαρύ, καὶ εἴ τι ἄλλο εἶδος περὶ ταύτην θεωρεῖται, ὥσπερ ὑπὸ τῆς γλώττης καὶ τῆς ὑπερῴας καὶ τῶν ὀδόντων εἰδοποιεῖται ἡ διάλεκτος. ὄργανον οὖν φησιν εἶναι τῆς φωνῆς εἰς τὸ σύμπαν εἰπεῖν τὴν τραχεῖαν ἀρτηρίαν· ταύτης γὰρ ἀρχὴ ὁ λάρυγξ ἤτοι ὁ φάρυγξ, ὡς αὐτὸς εἶπεν. οὗ δὲ ἕνεκα τὸ μόριον τοῦτο, πνεύμων·3 ἕνεκα γὰρ τοῦ πνεύμονός φησι γεγενῆσθαι τὴν τραχεῖαν ἀρτηρίαν, ἣν φάρυγγα ἐκάλεσεν, ἵνα δι’ αὐτῆς εἰσιὸν τὸ πνεῦμα καταψύχῃ αὐτόν· ὅσα γὰρ πνεύμονα ἔχει, ταῦτα καὶ τραχεῖαν ἀρτηρίαν. ὅσα μὲν οὖν πνεύμονα ἔχει, τῇ τραχείᾳ ἀρτηρίᾳ καταψύχεται τὸ ἐντὸς θερμόν, δι’ αὐτῆς εἰσιόντος τοῦ ἀέρος. οἱ δὲ ἰχθύες διὰ τῶν βραγχίων καταψύχουσι τὸ ἐντὸς θερμὸν συστέλλοντες αὐτὰ καὶ εἰσδεχόμενοι τὸ ὕδωρ, ὥστε οὐ δέονται πνεύμονος. καὶ ἄλλως οὐδὲ πάνυ δέονται τὰ ἔνυδρα τοῦ εἰσιέναι ἔξωθεν τὸ ψυχρόν, ἵνα ἐμψύξῃ· τὸ γὰρ ὕδωρ αὐτοῖς περικείμενον αὐτῇ τῇ ἁφῇ τὴν ἔμψυξιν ἐργάζεται· εἰ δέ τι καὶ δέοιντο καὶ τῆς ἐν τῷ βάθει τοῦ ψυχροῦ παρόδου, διὰ τῶν βραγχίων τοῦτο ποιοῦσι συστελλομένων καὶ διαστελλομένων.
“因为自然已经将吸入之物转用于两种功用,正如将舌头用于味觉和语言两者一样。” 既然他说凡吸气的动物都使用声音,而在吸气之物中吸气另有某种更先行的功用,他便通过这些话补充了吸气如何亦有助于声音。因为他说,正如自然造舌头是为了两种功用,其中之一有助于拥有者的存在,即味觉,而另一种有助于其完满存在,即语言,同样,它亦使吸气的功用成为两种,其一为了存在,另一为了完满存在。因为自然力求简约;因此它将同一事物用于更多目的。所以,自然将舌头既用于滋味之运用,亦用于语言,其中之一有助于存在(因为没有养料不可能生存),而语言则有助于完满存在;因为由此人成为社会性的动物,并且通过它我们在教师教导下成为有知识的人。因此,味觉存在于所有动物中,而语言并不存在于所有动物中,甚至声音根本亦非如此,而是存在于较完全的动物中。正如舌头的情形一样,吸气的情形亦是如此。因为它有助于体内热量的冷却,这正是自然的必然功用;因为这有助于吸气者的存在,正如他在《动物组成部分论》和《论吸气与呼气》中所言,并且他暂且搁置而推延至那些篇章,视作要在其中论述一般。因为他说,由于在陆生动物中紧邻心脏而自然本性上更为炽热,肺脏亦需要吸气,而心脏远在先前就需要;因为从心脏出发,热量在肺脏中亦过剩。正是由于这个原因,他说靠近心脏的区域首先需要冷却。而〔心脏〕自身是通过肺脏接纳吸入的空气、并以自身的冷却亦冷却心脏来得以冷却的。这便是吸气有助于动物存在的必然功用。但它亦有助于语言,语言为了我们的完满存在而存在,既然它亦有助于声音;因为声音是语言的质料。而声音的质料是呼出的空气,动力因是自然,工具因是气管;因为它就像笛管一般。无怪乎青年人由于拥有平滑的气管而声音悦耳,老年人由于拥有较粗糙的气管而声音嘶哑。而目的因是表示;因为动物拥有声音的目的在于通过它表示灵魂的性向。正如所言,语言的质料是声音,动力因是理性灵魂,工具因是舌、上腭与牙齿,目的因是思想的表示。而声音的器官是喉咽。当“喉咽”以阴性表达时,指严格意义上的咽;而这是舌根之后的深穴;但当以阳性表达时,往往指喉,正如在此处一样。喉是气管的顶端,它被三块软骨包围,即被称为勺状软骨、甲状软骨与无名软骨的那些软骨,它们受那里的肌肉收缩与扩张来节制声音。因为通过这些软骨的这种收缩与扩张,声音在高低音以及在此可见的其他形式上,或多或少地被赋予了形式,正如语言被舌、上腭与牙齿赋予形式一般。因此,他总括而言说声音的器官是气管;因为气管的开端是喉,亦即如他自己所说的咽。而这部位所为了的目的则是肺脏;因为他说气管(他称之为咽)是为了肺脏而生成的,以便穿过它的气息能够将其冷却;因为凡有肺脏者,亦皆有气管。凡有肺脏者,便通过气管来冷却体内的热量,空气经由它进入。而鱼类通过收缩鳃部并接纳水来经由鳃部冷却体内热量,因此它们不需要肺脏。况且,水生动物根本不太需要冷物从外部进入以进行冷却;因为环绕它们的水通过接触本身就产生了冷却;但若它们确实需要冷物通入深处,它们便通过鳃部的收缩与扩张来实现这一点。
- 2.177ὡς ἐν ἐκείνοις ἐρῶν
连词 ὡς 结合将来时分词 ἐρῶν,用以修饰主动词 ὑπερτίθεται(推迟、搁置),表示意图或动机(“视作将在其中论述”)。
- 2.177εἴ γε καὶ πρὸς τὴν φωνήν
条件从句中省略了动词(συντελεῖ 或 συμβάλλεται),意为“既然它亦有助于声音[则亦有助于语言]”,承接前文以确立其推论关系。
- 2.177οὗ δὲ ἕνεκα τὸ μόριον τοῦτο, πνεύμων
属格关系代词 οὗ 的先行词是省略的表语名词(即目的),整句结构为“这一部位所为了的目的就是肺脏”。
