← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§379.24-380.20

咳嗽与声音的区别及分节语言的形成

菲洛波庞论述完咳嗽与声音在生理及目的论上的区别(包括依据约定而咳嗽的例外情况),概括了声音的定义,并进一步阐明舌等器官如何将声音塑造为分节语言,以及动物和鸟类能否模仿语言的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.176#2

ὑγροῦ γὰρ παρὰ φύσιν συστάντος ἐν τῷ θώρακι, τοῦτο ἡ φύσις ἐξωθῆσαι βούλεται διὰ τοῦ πνεύματος, εἶτα μὴ ἐξισχύοντος τοῦ πνεύματος ἐξωθῆσαι αὐτὸ ἀντιπλήττεται ὑπ’ αὐτοῦ καὶ πολλάκις ὁρμῆσαν διακόπτεται· ὅθεν καὶ ὁ κλόνος γίνεται τοῦ σώματος. αὐτὸ δὲ τὸ διακόπτεσθαι καὶ κλονεῖσθαι σημεῖόν ἐστι τοῦ μὴ ἐξισχύειν τὸ πνεῦμα ἐξωθῆσαι τὰ παρακείμενα. καὶ φλεγμαίνοντος δέ τινος τῶν περὶ τὸν θώρακα στενοχωρούμενον τὸ πνεῦμα δυσπνοίας τε καὶ τῆς κατὰ βῆχα ἀτάκτου κινήσεως αἴτιον γίνεται. καὶ ταύτῃ οὖν διαφέρει ἡ βὴξ τῆς φωνῆς καὶ τῷ τέλει, ὅτι οὐ μετὰ φαντασίας γίνεται (οὐ γὰρ τοῦ σημᾶναί τι ἕνεκα) ἀλλ’ ἀκουσίως, εἰ μή τι κατά τινα συνθήκην γένηται, οἷον ὅτι ἐὰν χρέμψωμαι ἢ βήξω, τόδε τι σημαίνω· τότε γὰρ καὶ ταῦτα φωναί τινές εἰσιν. ἔστιν οὖν συνελόντα εἰπεῖν ὅτι ἔστιν ἡ φωνὴ ζῴου ψόφος διὰ τῶν φωνητικῶν μορίων μετὰ φαντασίας γινόμενος, φαντασίας δηλονότι ἕνεκα τοῦ σημᾶναί τι. διὸ καὶ κατὰ βραχὺ κινοῦμεν τὸν εἰσπνευσθέντα ἐν τῷ θώρακι ἀέρα, ὡς ἂν προαιρέσεως ἔχομεν1 μετὰ τάχους ἢ βραδυτῆτος φθέγγεσθαι. τῆς μὲν οὖν φωνῆς ὄργανα ταῦτα· διαλέκτου δὲ γλῶττα, ὑπερῴα, ὀδόντες. τοίως γὰρ καὶ τοίως τὸ φωνοῦν πνεῦμα σχηματίζουσα ἡ γλῶττα διὰ τῆς ποιᾶς περιαγωγῆς, οὕτω τὰς λέξεις ποιεῖ. διόπερ ὅσοις ἡ γλῶττα πέρα τοῦ μετρίου ἢ κεχάλασται ἢ δέδεται, οὗτοι〈οὐδὲ〉 διαλέγεσθαι ἢ οὐκ ἐνάρθρως διαλέγεσθαι δύνανται, μηκέτι τῆς γλώττης οἵας τε οὔσης κατὰ λόγον ποιεῖσθαι τὰς κινήσεις, δι’ ὧν ἡ φωνὴ σχηματίζεται. ὥσπερ γὰρ καὶ ἐν αὐλοῖς καὶ ἐν τοῖς ὀργάνοις οἱ δάκτυλοι τὸ διὰ τῶν ἀσκῶν ἢ τοῦ σώματος ἐκφυσώμενον εἰς τοὺς αὐλοὺς πνεῦμα καὶ ψοφοῦν τοίως καὶ τοίως σχηματίζοντες εἰς λέξεις ῥυθμίζουσιν, οὕτω καὶ ἡ γλῶττα τὸ ἐκ τοῦ θώρακος ἐκπνεόμενον καὶ πρὸς τῇ ἀρτηρίᾳ ψοφοῦν σχηματίζει εἰς τὰς λέξεις. ὅθεν τὰ ἄλογα ἐπεὶ μὴ λογικὴν ἔχει ψυχήν, τὴν γλῶτταν ἀνειμένην ἔχει καὶ σεσηρότα τὰ χείλη· οὐδὲ γὰρ ἐδεῖτο αὐτῆς εἰς διαλέκτου ὑπηρεσίαν. διὸ καὶ τῶν πτηνῶν ὅσα παραπλησίαν ἔχει τὴν τε τῆς γλώττης καὶ τὴν τῶν γενύων διάθεσιν τοῖς τῶν ἀνθρώπων, μὴ πάνυ σεσηρυῖαν, μιμεῖσθαι διάλεκτον δύνανται, οἷαί εἰσι κίτται καὶ ψιττακοὶ καὶ τὰ ὅμοια. ἀλλ’ ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι,2 τινὸς μὲν τοῦ πλήττοντος, τὶ δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ ἀέρι, ὅπερ αὐτὸς ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστιν ἀήρ· εἰ δὲ οὕτως ὁ ψόφος γίνεται, εἰκότως πάντα ὅσα μήτε πνεύμονα ἔχει καὶ ὅσα ἐν ὕδατι διαιτᾶται, οὐκ ἔχει φωνήν.

因为当体液反常地聚积在胸廓内时,自然便意图借由气息将它排出,随之在气息无力排出它时,气息便被它反击,在屡次冲击后被打断;由此身体的震颤亦随之产生。而这一被打断与震颤本身,正是气息无力排出周遭滞留之物的征兆。而在胸廓周围的某部位发炎时,受到局限的气息便成为呼吸困难以及因咳嗽而起的无秩序运动的原因。因此,咳嗽在这一点上,亦在目的上不同于声音:因为它并非伴随着表象而产生(因为并不是为了表示某物),而是非自愿的,除非它是依循某种约定而产生的,例如“若我清嗓或咳嗽,便表示某事”;因为彼时这些亦是某种声音。所以概括而言,声音是动物通过发声部位、伴随着表象而产生的响声,显然即为了表示某物的表象。因此,我们亦根据我们在快速或缓慢发声上的意向选择状态,逐渐地调动吸入胸廓内的空气。这些便是声音的器官;而语言的器官则是舌、上腭与牙齿。因为舌通过某种回旋,以如此或彼般的方式塑形发声的气息,以此生成字词。因此,凡舌头过度松弛或被束缚的人,甚至不能运用语言,或不能清晰地运用语言,因为舌头不再能够合乎理序地做出塑形声音的那些运动。因为正如在笛管和乐器中,手指将通过皮囊或身体吹入笛管中发响的气息塑造成如此或彼般形态,并将其节制成词句一般,舌头亦同样将从胸廓呼出并在气管处发响的气息塑造成字词。由此,无理性动物既然不具有理性的灵魂,便拥有松散的舌头和张开的嘴唇;因为它们不需要它来服侍语言。因此,鸟类中凡其舌头与颚的构造与人类相似、且并不全然张开的,都能模仿语言,例如喜鹊、鹦鹉及类似之物。但是,既然一切发响都在某物击打、某物被击打并在某物之中的情况下发生——“某物”指击打者,“某物”指被击打者,“在某物之中”指在空气之中,正如他自己所阐明的,说“而这就是空气”——若响声以这种方式产生,那么凡不具有肺脏之物以及凡在水中栖息之物,理所当然地都不具有声音。

语法注2 条
  1. 2.176ὡς ἂν προαιρέσεως ἔχομεν

    副词短语 ὡς ἄν 与动词 ἔχομεν 及属格名词 προαιρέσεως 搭配,表示“依照我们在意向选择方面的状态”(ἔχω 搭配属格用于表示在某方面的状态)。随后的不定式 φθέγγεσθαι 则补充说明该选择的具体内容或目的。

  2. 2.176ἀλλ’ ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι

    该句以精炼的结构列举了发响所必需的三要素:施动的主体以属格独立结构形式给出(τύπτοντός τινος,即“有某物击打时”),受击的客体以宾格(或名目形式)给出(καί τι,“击打某物”),介质则以介词短语给出(καὶ ἔν τινι,“并在某物之中”)。紧接着的句成分(τινὸς μὲν τοῦ πλήττοντος, τὶ δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ ἀέρι)是以并列同位语的方式逐项对应并解释这三个要素。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:379.24-380.20