← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§37.17-38.17

普遍的动物与后生普遍者的性质

针对亚里士多德“普遍的动物要么不存在要么是在后的”这一论述,注解者援引《形而上学》等文本论证此言并非暗指柏拉图的理念,而是针对概念上的“后生普遍者”,并在参考亚历山大解释的同时阐明亚里士多德的立论意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

" Τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον." Ἐνόμισάν τινες περὶ τῶν ἰδεῶν αὐτὸν τοῦτο λέγειν εἰς Πλάτωνα αἰνιττόμενον. οὐχ οὕτω δὲ ἔχει· καὶ γὰρ καὶ αὐτῷ δοκεῖ εἶναι τὰ πρὸ τῶν πολλῶν γένη καὶ εἴδη. ἐν γοῦν τῇ Μετὰ τὰ φυσικά φησιν ὅτι ὥσπερ ἡ τάξις διττή ἐστιν, ἡ μὲν ἐν τῷ στρατηγῷ, ἡ δὲ ἐν τοῖς στρατιώταις, καὶ [ὅτι] ἐκ τῆς ἐν τῷ στρατηγῷ τάξεως γίνεται ἡ ἐν τοῖς στρατιώταις, καὶ διττὴ ἡ ὑγεία, ἡ μὲν ἐν τῷ ἰατρῷ ἡ δὲ ἐν τῷ ὑγιαζομένῳ σώματι, καὶ ἡ ἐν τῷ ἰατρῷ ποιητική ἐστι τῆς ἐν τῷ σώματι, οὕτω καὶ ἡ ἐν τῷ κόσμῳ τάξις ἐκ τῆς ἐν τῷ δημιουργῷ τάξεως γέγονεν· ὥστε οἶδε καὶ τοὺς ἐξῃρημένους λόγους τῶν πραγμάτων. καὶ ἐν ταύτῃ δὲ τῇ πραγματείᾳ φησὶν ‘ἔστι δὲ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματα’, ‘εὖ γε καὶ οἱ τὴν ψυχὴν τόπον εἰδῶν εἰρηκότες’. καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ πάλιν περὶ τοῦ νοῦ τοῦ θείου διαλεγόμενός φησι πάντων τὰ εἴδη ἐν αὐτῷ εἶναι· λέγει γοῦν ὅτι ἑαυτὸν ὁρῶν τὰ πράγματα ὁρᾷ, καὶ τὰ πράγματα ὁρῶν ἑαυτὸν ὁρᾷ· καὶ μυρία ὅσα ἔστιν αὐτοῦ παραθέσθαι τῆς αὐτῆς ἐχόμενα διανοίας. ὥστε οὐ περὶ τῶν πρὸ τῶν πολλῶν εἰδῶν ὁ λόγος, ἀλλὰ περὶ τῶν ὑστερογενῶν. διὸ οὐχ ἁπλῶς εἶπεν ὅτι τὸ ζῷον οὐδέν ἐστιν, ἀλλὰ προσέθηκε τὸ καθόλου, δηλῶν ὅτι ὡς μὲν οὐσία καὶ ζῷόν ἐστι καὶ ὁριστόν ἐστι, τὸ δὲ καθόλου οὐκ ἔστιν ἐν ὑποστάσει· οὐ γάρ ἐστι τὸ ἁπλῶς καθόλου ζῷον, ὃ μὴ ἔστι τι τῶν μερικῶν. ὥστε ὡς καθόλου καὶ ὡς γένος τὸ ζῷον ἢ οὐδέν ἐστιν ἢ ὕστερον, τουτέστιν ἐννοηματικόν ἐστιν· ἔχει γὰρ τὴν ὑπόστασιν ἐν τῷ νοεῖσθαι, ὡς μέντοι καθ’ αὑτὸ ὑφεστηκὸς οὐδέν ἐστι. καὶ ὁ ἄνθρωπον δ’ ὁριζόμενος καὶ ἵππον οὐ καθὸ κοινόν ἐστιν ἐπὶ πλειόνων ὁρώμενον ἀτόμων ὁρίζεται, ἀλλὰ καθὸ φύσις τίς ἐστι καὶ οὐσία· τὸ γὰρ τούτων πλῆθος διὰ τὴν ὕλην, οὐ διὰ τὸ εἶδός ἐστι. καὶ ὅτι καὶ τὸ ζῷον καὶ ὁ ἄνθρωπος καθὸ οὐσία ἐστὶν ὁρίζονται, οὐ καθὸ ἐπὶ πλειόνων κατηγορεῖται, δῆλον· κἂν γὰρ εἷς εἴη ὁ ἄνθρωπος, ὁμοίως ὁ τοῦ ἀνθρώπου ὁρισμὸς ἁρμόσει,1 ἔτι δὲ καὶ ὁ τοῦ ζῴου. οὕτω μὲν ὁ Ἀλέξανδρος. ὁ δὲ Ἀριστοτέλης ἐπειδὴ ὅλως ἐμνήσθη τοῦ ζῴου εἰπὼν ‘μήποτε εἷς ἐστι πάσης ψυχῆς ὁρισμὸς ὥσπερ τοῦ ζῴου’ διὰ τοῦτο προσέθηκεν ὅτι ὡς καθόλου οὐδέν ἐστι τὸ ζῷον ἢ ὕστερον. εἰ οὖν ὅλως βούλεται ὁρισμὸν εἶναι τοῦ ζῴου,2 οἱ δὲ ὁρισμοὶ οὔκ εἰσι τῶν πρὸ τῶν πολλῶν γενῶν (οὐδὲ γὰρ δυνατὸν ἐκεῖνα ὁρίσασθαι λόγους ὄντας δημιουργικούς), ὁριζόμεθα δὲ τὰ ἐννοηματικά (τὴν γὰρ ἔννοιαν ἣν ἔχομεν περὶ τῶν πραγμάτων ὁριζόμεθα) ταῦτα δὲ ὑστερογενῆ, καλῶς ἄρα εἴπομεν ὅτι περὶ τῶν ὑστερογενῶν ταῦτά φησιν.

“然而普遍的动物,要么不存在,要么是后于[具体者]的。” 有些人认为他这是针对理念而言,暗指柏拉图。但情况并非如此;因为在他自己看来,也存在先于多数者的属与种。至少在《形而上学》中他说,正如秩序具有双重性,一种在将领中,另一种在士兵中,且士兵中的秩序由将领中的秩序产生,健康亦具有双重性,一种在医生中,另一种在被医治的身体中,且医生中的健康对身体中的健康具有生成作用,同样,宇宙中的秩序也是由造物主中的秩序产生的;因此他也承认事物之超验的理性原则。而且在这部著作[《论灵魂》]中他也说:“现实活动中的理智即是诸事物”,以及“将灵魂称为诸形相之居所的人说得很好”。在《形而上学》中,他在探讨神圣理智时再次说,一切事物的形相都在其中;至少他说,理智通过注视自身而注视诸事物,通过注视诸事物而注视自身;而且可以援引他无数持相同主旨的论述。因此,这里的论述并非关于先于多数者的形相,而是关于后生者。为此他并未断然说动物不存在,而是添加了“普遍的”,以此表明:作为实体而言,它既是动物亦是可被界说的,但作为普遍者,它并不自存;因为并不存在一个完全普遍的、而非个别事物之一的动物。因此,作为普遍者和作为属的动物,要么不存在,要么是在后的,也就是说它是概念上的;因为它在被思索中获得其实存,但作为依自身独立自存者,它并不存在。界定人或马的人,亦不是在它被视为显现于多数个体之上的共同事物这一层面上来界定,而是在它作为某种本性与实体这一层面上来界定;因为这些[个体]的多数性是由于质料,而非由于形相。并且,动物和人都是作为实体被界定,而非作为被述说于多数事物之上的东西被界定,这一点是显而易见的;因为即便只有单独一个人,人的定义同样适用,而且动物的定义亦复如此。亚历山大是这样理解的。然而亚里士多德既然总归提到了动物,说了“是否所有灵魂的界说如同动物的界说一样是单一的”,正是为此他补充说,作为普遍者的动物要么不存在要么是在后的。那么,如果他根本上主张存在动物的界说,而诸界说并不属于先于多数者的属(因为既然它们是创造性的理性原则,界定它们是不可能的),并且我们所界定的是概念上的事物(因为我们界定的是我们关于事物所持有的概念),而这些乃是后生者,那么我们说他是就后生者而言说这些的,就是正确的。

语法注2 条
  1. 1.21κἂν γὰρ εἷς εἴη ὁ ἄνθρωπος, ὁμοίως ὁ τοῦ ἀνθρώπου ὁρισμὸς ἁρμόσει

    κἂν 为 καὶ ἐάν(或 καὶ ἄν)之缩合。此处构成混合条件句:条件从句动词 εἴη 采用祈愿语气(表达潜在假定:“即使只有单单一人”),而归结主句动词 ἁρμόσει 则采用直陈式将来时(“同样将适用”),以此强调该推论在逻辑上的必然性。

  2. 1.21εἰ οὖν ὅλως βούλεται ὁρισμὸν εἶναι τοῦ ζῴου

    此处展示了段末长句推论的骨架。在条件从句 εἰ... βούλεται(大前提)之后,通过连词 δέ 并列引入了三个小前提(οἱ δὲ ὁρισμοὶ οὔκ εἰσι..., ὁριζόμεθα δὲ τὰ ἐννοηματικά..., ταῦτα δὲ ὑστερογενῆ)。括号中的 γάρ 句分别为各小前提提供论据,全句的归结主句则是 καλῶς ἄρα εἴπομεν ὅτι...

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:37.17-38.17