- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:378.26-379.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯根据420b13对声音的界定,从产生的样态(呼吸器官的解剖构造与运动)和目的(伴随表象的指意冲动)两方面将声音与其他响声区分开来,并辨析了动物的鸣叫与咳嗽的差异。
" Φωνὴ δ’ ἐστὶ ζῴου ψόφος, καὶ οὐ τῷ τυχόντι μορίῳ." Διακρίνας τὰ φωνοῦντα ἀπὸ τῶν μὴ φωνούντων καὶ ἐκ τούτων ἐφοδιασθεὶς εἰς τὸν περὶ φωνῆς λόγον, βούλεται λοιπὸν τὸν τῆς κυρίως φωνῆς ἀποδοῦναι λόγον. διακρίνει δὲ αὐτὴν ἐκ τῶν ἄλλων ψόφων διχῶς, ἔκ τε τοῦ τρόπου τῆς γενέσεως, καὶ ἐκ τοῦ τέλους. ἐκ μὲν οὖν τοῦ τρόπου τῆς γενέσεως, ὅτι ἡ φωνὴ γίνεται τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβομένου τῇ συστολῇ τοῦ θώρακος κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ψοφητικὴν δύναμιν καὶ προσπίπτοντος1 τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ τῷ ἐναπειλημμένῳ ἐν αὐτῷ ἀέρι, ὃς τῇ ἀθρόᾳ πληγῇ ἄθρυπτος ἀποπαλλόμενος ἀεὶ τύπτει τὸν προσεχῆ ἀέρα ἕως τῆς ἀκοῆς. ἔστι γὰρ τὸ μὲν ἀχανὲς τοῦ στόματος τὸ μέχρι τῆς ῥίζης τῆς γλώττης φάρυγξ· ἐκεῖθεν δὲ δύο ἀγγεῖα φέρονται, τὸ μὲν ἐπὶ τὸν θώρακα, ὃ καλεῖται τραχεῖα ἀρτηρία, τὸ δὲ ἕτερον τὸ πρὸς τῷ τένοντι ἐπὶ τὴν γαστέρα, ὃ καλεῖται οἰσοφάγος. διὰ μὲν οὖν τοῦ οἰσοφάγου ἡ πάροδος τῶν σιτίων γίνεται, διὰ δὲ τῆς τραχείας ἡ πάροδος τοῦ πνεύματος ἥ τε κατὰ τὴν εἰσπνοὴν καὶ τὴν ἐκπνοήν, ὅπερ τῷ εἰρημένῳ τρόπῳ ἐκπνεόμενον ποιεῖ ψόφον, ὃς καλεῖται φωνή, ὅταν μετά τινος σημαντικῆς φαντασίας γένηται. ἐκ μὲν οὖν τοῦ τρόπου τῆς γενέσεως ταύτῃ διαφέρει ἡ φωνὴ τῶν ἄλλων ψόφων. ὅσοι γὰρ ψόφοι μήτε ἐμψύχων, μᾶλλον δὲ ζῴων, εἰσὶ μήτε διὰ τῶν εἰρημένων φωνητικῶν ὀργάνων γίνονται, οὐκ εἰσὶ φωναί. ἐκ δὲ τοῦ τέλους, ὅτι ἡ φωνὴ κατὰ ὁρμήν τινα τοῦ ζῴου γίνεται πρὸς τὸ σημᾶναί τι· διὸ καὶ μετὰ φαντασίας. διὸ καὶ οἱ τῶν ἀλόγων ψόφοι φωναί· “σύννομον ἣν μεθέπων”, φησίν, “ὠρύεται”.2 καὶ γὰρ ὁ κύων ὁπηνίκα φαντασίαν ἔχει τοῦ ἀλλοτρίου, ὑλακτεῖ, ὅταν δὲ τοῦ οἰκείου, σαίνει· καὶ ἁπλῶς τοίως ἢ τοίως τυπούμενα κατὰ τὴν φαντασίαν διαφόρως φωνεῖ· διὸ καὶ σημαντικαί εἰσιν αἱ φωναὶ αὐτῶν τῶν ψυχικῶν διαθέσεων. καὶ γὰρ τροφῆς ὀρεγόμενα ποιᾷ φωνῇ χρῆται, καὶ ἄλλως ἀηδῶς διακείμενα καὶ ἐν ἡδονῇ ὄντα. ἡ δὲ βὴξ κἂν κατὰ ἔξοδον τοῦ πνεύματος διὰ τῆς τραχείας ἀρτηρίας γίνηται, οὐκ ἔστι φωνή· διαφέρει γὰρ καὶ τῷ τρόπῳ τῆς γενέσεως καὶ τῷ τέλει, τῷ μὲν τρόπῳ τῆς γενέσεως, ὅτι ἐπὶ μὲν τῆς φωνῆς τὸ ὠθούμενον πνεῦμα ἠρέμα καὶ κατὰ φύσιν ἐξιὸν πλήττει τὸ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ3 εὐτάκτως καὶ αὐτὴν τὴν ἀρτηρίαν, κἀκεῖνο ὠθούμενον κατὰ βραχὺ ὑπό τε τοῦ πλήττοντος καὶ τῆς τραχείας ἀρτηρίας ἠχεῖ εὐρύθμως (ἑκόντος γὰρ τοῦ ζῴου γίνεται), ἐπὶ δὲ τῶν βησσόντων ἅτε παρὰ φύσιν κινούμενον τὸ πνεῦμα ἀθρόως καὶ ἀτάκτως ἔξεισι τοῦ θώρακος καὶ ἑαυτό τε πλήττει καὶ τὸ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ.
“声音是动物的响声,且不是借由任意部位发出的。” 在将发声者与不发声者区分开来,并由此为关于声音的论述准备好依据之后,他接着希望给出本义上的声音的定义。他从两个方面将声音与其他响声区分开来:既从产生的样态,亦从目的。首先从产生的样态来看,声音之所以产生,是因为吸入的空气依照胸廓内固有的发声能力,因胸廓的收缩而被挤出,并冲击气管及封闭在其中的空气,这[被封闭的空气]因受到整全的一击而未碎散地反弹,接连不断地击打相邻的空气,直至抵达听觉。因为喉咙(咽头)是从口部开敞处直到舌根的部分;从那里分出两条管道,一条通往胸廓,被称为气管;另一条靠近颈后韧带,通往胃部,被称为食道。通过食道发生食物的通行,而通过气管则发生吸气与呼气时的气息通行;当气息以所述方式被呼出时便产生响声,而当这一响声伴随某种具有指意作用的表象产生时,就被称为声音。因此,首先从产生的样态来看,声音在这一点上不同于其他响声。因为凡既非有灵之物——更确切地说是动物——的响声,亦非通过所述发声器官产生的响声,都不是声音。其次从目的来看,声音是依循动物意图表示某物的某种冲动而产生的;因此它伴随着表象。正因如此,无理性动物的响声亦是声音:“追逐其配偶”,诗人说,“它嗥叫着”。因为狗在拥有关于陌生人的表象时便吠叫,而在拥有关于熟人的表象时便摇尾;简而言之,它们依其表象被塑造成如此或彼般形态,并因而各异地发声;所以它们的声音亦表达了灵魂的情态。因为它们在渴望食物时使用某种声音,而在处于不适或处于愉悦时又各使用不同的声音。然而咳嗽即便依照气息通过气管的流出而发生,却不是声音;因为它无论在产生的样态上还是在目的上都有所不同:在产生的样态上,这是因为就声音而言,被推动的气息平缓且合乎自然地外出,井然有序地击打气管中的[气息]以及气管本身,而前者在击打者与气管的双重推动下逐渐向前,发出有节奏的声响(因为这是在动物出于意愿的情况下发生的);但在咳嗽者身上,由于气息违背自然而运动,它一齐且无秩序地逸出胸廓,既击打自身,又击打气管中的[气息]。
- 2.176τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβομένου... καὶ προσπίπτοντος
在由 ὅτι 引导的名词性从句中,属格独立结构(τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβομένου... καὶ προσπίπτοντος)表示条件或原因,修饰主句谓语“ἡ φωνὴ γίνεται”。随后关系代词 ὃς 的先行词是前面的与格短语“τῷ ἐναπειλημμένῳ ἐν αὐτῷ ἀέρι”。
- 2.176σύννομον ἣν μεθέπων”, φησίν, “ὠρύεται
这是一段诗句引用,ἣν 作为关系代词充当 μεθέπων 的宾语(先行词为 σύννομον,指配偶),ὠρύεται 的主语在原诗上下文中意会。插入语 φησίν 用于引出所引诗句的作者。
- 2.176πλήττει τὸ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ
中性单数定冠词 τὸ 后面承前省略了名词 πνεῦμα(气息/空气)。紧接着的“κἀκεῖνο ὠθούμενον”的主语同样指称气管内的这股气息。
