- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:376.35-378.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐释了乐器响声与声音在节奏、调和与言语模倣上的相似性,随后论证了鱼类与昆虫因缺乏发声器官而无真正声音,仅是通过摩擦或搅动水与空气而产生响声。
" Καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν ἔχει καὶ μέλος καὶ διάλεκτον." Ἀπότασιν εἶπεν ἀντὶ τοῦ ῥυθμόν·1 ὡς γὰρ εἶπον, περὶ τὴν ἔκτασιν τοῦ χρόνου τὴν ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ τὴν τούτων συμμετρίαν ὁ ῥυθμὸς θεωρεῖται· μέλος δὲ εἶπεν ἀντὶ τοῦ ἁρμονίαν, ἥτις ἔχει περὶ τὴν συμμετρίαν τοῦ ὀξέος καὶ τοῦ βαρέος, διάλεκτον δὲ τὴν τῶν λέξεων συνθήκην.
“以及无生物中具有张度、曲调和言语的一切其他事物。” 他说“张度”代替了“节奏”;因为正如我所说,节奏是就时间的延展于较长或较短处及其匀称而被观察的;他说“曲调”代替了“调和”,它关涉高音与低音的匀称;而“言语”则是言词的结合。
"Ἔοικε δὲ ὅτι καὶ ἡ φωνὴ ταῦτα ἔχει." Ἔοικε, φησίν, ὁ τῶν μουσικῶν ὀργάνων ψόφος τῇ φωνῇ, καθὸ ἔχει αὐτῆς μίμημα τὰ εἰρημένα.2 δῆλον δὲ ὅτι φωνὴν μάλιστα νῦν λέγει τὴν διάλεκτον· περὶ ταύτην γὰρ μόνην ἡ λέξις θεωρεῖται. ἐν γὰρ ταῖς ἐνάρθροις φωναῖς μέλος μέν ἐστιν ἢ ῥυθμός, λέξις δ’ οὐκέτι. κἂν γὰρ ἐπὶ κίττης εἴπῃς ἢ ψιττακοῦ ἢ τῶν τοιούτων, οὐ κυρίως ἡ λέξις, κατὰ μίμησιν δὲ καὶ ἀναλογίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων.
“似乎声音亦具有这些。” 乐器的响声,他说,与声音相似,因其具有上述诸事物作为对声音的模仿。显然,他现在所说的“声音”特别是指言语;因为唯独就此而言言词才被观察到。因为在非分节的鸣声中虽有曲调或节奏,却不再有言词。因为即便你谈及喜鹊、鹦鹉或此类动物,亦非本义上的言词,而是出于模仿和类比,正如在无生物身上一样。
"Πολλὰ δὲ τῶν ζῴων οὐκ ἔχουσι φωνήν, οἷον τὰ ἄναιμα καὶ τῶν ἐναίμων ἰχθύες." Ἐπειδὴ εἶπεν τὴν φωνὴν ψόφον εἶναι ἐμψύχου, οὐ πᾶν δὲ ἔμψυχον φωνεῖ, ἀλλ’ ἔστι τινὰ ἄφωνα, αὐτὸ τοῦτο προσδιορίζεται. οὐ γὰρ ἁπλῶς τὰ ἔμψυχά ἐστι τὰ φωνοῦντα, ἀλλὰ τὰ ζῷα, καὶ οὐδὲ πάντα ζῷα ἀλλὰ μόνα τὰ ἔχοντα πνεύμονα, τοῦτο δέ ἐστιν ὅσα ἀναπνεῖ (ὕλη γάρ ἐστι τῆς φωνῆς ὁ ἀναπνεόμενος ἀήρ, ὡς δείξει προϊών), οὔτε δὲ τὰ ἔντομα, οἷον μυῖαι, μέλιτται καὶ τὰ ὅμοια, ὡς οὐδὲ τὰ ἄναιμα φωνεῖ, οἷον σκώληκες· ἀλλ’ οὐδὲ πάντα τὰ ἔναιμα, οἷον ὅσα τῶν ἐνύδρων μὴ ἀμφίβιά εἰσιν, οἷον ἰχθύες· οὔτε γὰρ ἔχουσι πνεύμονα, καὶ διὰ τοῦτο οὐ φωνοῦσι. καὶ διὰ τοῦτο ἔλλοπες ἐκλήθησαν ὡς ἐλλείποντες τῇ ὀπί.3 ἀλλ’ οὐδὲ πάντα τὰ ἀμφίβια φωνοῦσιν· οὔτε γὰρ τὰ ὀστρακόδερμα, οἷον κοχλίαι, οὐδὲ τὰ μαλακόστρακα, οἷον καρκίνοι, σκυτάλαι. φωνοῦσι δὲ τῶν ἀμφιβίων ὅ τε ποτάμιος ἵππος καὶ ὁ κροκόδειλος· λέγεται γὰρ καὶ οὗτος φωνεῖν κατὰ βραχύ. ἀπορήσειε δ’ ἄν τις, πῶς λέγονται τὰ ἔντομα μὴ φωνεῖν· τί γὰρ τῶν τεττίγων πολυφωνότερον; καὶ αἱ μυῖαι δὲ βόμβον ἱκανὸν ἐν τῷ ἵπτασθαι ποιοῦσι. λέγω οὖν ὅτι οὐκ ἔστι φωνὴ ἡ τούτων διαφώνησις· οὐδὲ γὰρ διὰ φωνητικῶν ὀργάνων γίνονται. ὑμὴν γάρ τίς ἐστι περὶ τὴν ἐπιφάνειαν ὑπὸ τὸ στῆθος τῶν τεττίγων, ὃν τύπτοντες ταῖς πτέρυξι καὶ ἐκθλίβοντες τὸν ἐναπειλημμένον ἀέρα ψοφοῦσιν. ὁμοίως δὲ καὶ μυῖαι τοῖς πτεροῖς πλήττουσαι τραχέσιν οὖσιν ἠχοῦσιν· ἀμέλει σταθεῖσαι οὐκέτι βομβοῦσι.
“但许多动物并不具有声音,例如无血动物以及有血动物中的鱼类。” 既然他说声音是有灵之物的响声,但并非所有有灵之物都能发声,而是存在一些无声之物,故他对此予以补充界定。因为发声的并非单纯是有灵之物,而是动物,且亦非所有动物,唯独是具有肺的动物,这即是凡呼吸者(因为被呼吸的空气乃是声音的质料,正如他在下文中将指出的);而昆虫,例如苍蝇、蜜蜂及类似者亦不发声,正如无血动物例如蠕虫不发声一样;但亦非所有有血动物皆发声,例如水生动物中非两栖者,如鱼类;因为它们不具有肺,因此不发声。且为此缘故,它们被称为“喑哑者”(缺声之物)。但亦非所有两栖动物都发声;因为介壳类如蜗牛,软甲类如蟹、虾蛄亦不发声。然而两栖动物中的河马与鳄鱼能够发声;因为据说鳄鱼亦能微弱地发声。有人或许会疑难:昆虫为何被说成不发声?难道还有什么比蝉的声音更多的吗?苍蝇在飞行时亦发出相当大的嗡嗡声。于是我说,它们的鸣响并非声音;因为这并非通过发声器官产生的。因为在蝉胸部下方的表面附近有一层薄膜,它们用翅膀击打这层薄膜并挤出被封闭的空气,从而发出响声。同样,苍蝇通过用粗糙的翅膀扑打而发响;事实上一旦停下,它们便不再嗡嗡作响。
"Καὶ τοῦτο εὐλόγως, εἴπερ κίνησίς τις ἀέρος ὁ ψόφος." Εἰπὼν ὅτι οὐκ ἔχουσιν οἱ ἰχθύες φωνὴν τὴν αἰτίαν αὐτοῦ τούτου ἐπήγαγεν. εἰ γάρ, φησίν, ὡς δέδεικται, κίνησις ἀέρος ἐστὶν ὁ ψόφος, ἡ δὲ φωνὴ ψόφος τις, οὐκ ἐν ἀέρι δὲ διατρίβουσιν οἱ ἰχθύες ἀλλ’ ἐν ὕδατι, εἰκότως φωνὴν οὐκ ἔχουσιν, οὐ τὸν ἀέρα κινοῦντες ἀλλὰ τὸ ὕδωρ. καὶ τῶν ἀμφιβίων δὲ ὅσα φωνὴν ἔχει, οὐ δύναται ἐν ὕδατι φωνεῖν·4 οὐδὲ γὰρ ἡμεῖς καταδύσαντες εἰς τὸ ὕδωρ φωνῆσαι δυνάμεθα. ἀλλ’ οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ * * * μεγάλους εἶναι, οὓς δοκοῦσί τινες φωνεῖν, ὅταν περὶ τὴν ἐπιφάνειαν τοῦ ὕδατος γένωνται. φησὶν οὖν ὅτι οὐ δεῖ οἴεσθαι φωνεῖν αὐτούς· οὐδὲ γὰρ διὰ φωνητικῶν μορίων τὸν ψόφον ποιοῦσιν, ἀλλὰ κατά τινα τῶν βραγχίων κίνησιν. ὅταν γὰρ οὗτοι νήχωνται περὶ τὴν τοῦ ὕδατος ἐπιφάνειαν, μεγάλοι ὄντες καὶ ἐναπολαμβάνοντες πολὺ ὕδωρ ἐν τοῖς βραγχίοις, εἶτα συστέλλοντες τὰ βράγχια, ἐκπέμπουσι τὸ ὕδωρ καὶ ταράττουσι τῇ ἐκπομπῇ, κἀκεῖνο ταραττόμενον ἐναπολαμβάνει τινὰ ἀέρα, ὃς ἐκθλιβόμενος τῇ πληγῇ τοῦ ὕδατος ἠχεῖ. καὶ ταύτῃ δοκοῦσιν ἐκεῖνοι φωνεῖν, ὥσπερ καὶ ἐπὶ μυιῶν καὶ τεττίγων ἐλέγομεν. ὥστε ἔξω τοῦ ζῴου γίνεται ὁ ψόφος, καὶ οὐ διὰ φωνητικῶν ὀργάνων. καὶ παραπλήσιον συμβαίνει ἐπὶ τῶν τοιούτων, οἷον καὶ ἐπὶ τῶν περιστερῶν, αἵτινες ἱπτάμεναι ψοφοῦσι ταῖς πτέρυξιν. ὅμοιος οὖν ὁ τοιοῦτος ψόφος τῷ διὰ χειρῶν κρότῳ. ὥστε εἰ καὶ οἱ σκάροι λέγονται φωνεῖν, τὸ αὐτὸ τοῦτο καὶ ἐπ’ αὐτῶν γίνεσθαι ὑποληπτέον. τὸ δ’ ἤ τινι ἑτέρῳ τοιούτῳ προσέθηκεν, ὅτι ἐνδέχεται μὴ μόνον τῇ συστολῇ τῶν βραγχίων τὸν εἰρημένον τρόπον ψοφεῖν αὐτούς, ἀλλὰ καὶ τῷ στόματι εἰσδεχομένους ὕδωρ καὶ ἐξωθοῦντας μετὰ ῥοίζου. ἀμέλει ἐν τῷ βάθει ὄντες οὐ ψοφοῦσιν· ἀδύνατον γὰρ ἐν τῷ ὕδατι γίνεσθαι ψόφον. διό, ὡς ἤδη εἶπον, ἐὰν 〈ἐν〉 ὕδατι συμπλήξωμεν τὰς χεῖρας, οὐ ψοφοῦσι· διηχὲς μὲν γάρ ἐστι τὸ ὕδωρ, ψοφητικὸν δὲ οὔ.
“且这是合理的,如果响声确是空气的某种运动。” 在说明了鱼类没有声音之后,他紧接着指出了此事的原由。因为他说,正如已被证明的,响声是空气的运动,而声音是某种响声,鱼类并非生活在空气中而是在水中,故而它们没有声音是合理的,因为它们所运动的不是空气而是水。两栖动物中凡有声音者,亦不能在水中发声;因为我们潜入水中后亦无法发声。但那些据说在阿刻罗俄斯河中发声的[鱼类]……躯体巨大,某些人认为它们在靠近水面时发声。因此他说,不应认为它们在发声;因为它们不是通过发声部分产生响声,而是依照鳃的某种运动。因为每当它们在水面附近游动时,因其体躯巨大而在鳃中封闭了许多水,随后收缩其鳃,排出水并因排出而搅动水,被搅动的水封闭了若干空气,空气被水的冲击挤出而发响。正因如此,它们才显得像在发声,正如我们在苍蝇和蝉身上所说的那样。因此,响声是产生于动物体外,而非通过发声器官。在诸如鸽子此类动物身上亦发生类似之事,它们飞行时用翅膀发出响声。因此这类响声与手拍击相似。所以即便鹦嘴鱼据说能发声,亦应认为在它们身上发生了这同一件事。而他补充说“或通过某种其他此类事物”,乃是因为它们不仅可能以上述方式通过鳃的收缩发出响声,亦可能通过口吸入水并伴随急流声排出而发响。事实上它们在深处时并不发出响声;因为在水中产生响声是不可能的。为此正如我已说过的,若在水中拍手,并不发出响声;因为水虽能传声,却非发声之物。
- 2.172Ἀπότασιν εἶπεν ἀντὶ τοῦ ῥυθμόν
在 ἀντὶ τοῦ ῥυθμόν 中,属格定冠词 τοῦ 受介词 ἀντί 支配,而 ῥυθμόν 保留了作为动词 εἶπεν 逻辑宾语的宾格,构成引语性宾格(quotational accusative)。
- 2.173καθὸ ἔχει αὐτῆς μίμημα τὰ εἰρημένα
καθό 为关系副词(“在……的方面/就……而言”)。ἔχει 的主语为主句中的 ὁ τῶν μουσικῶν ὀργάνων ψόφος,以中性复数宾格 τὰ εἰρημένα 为直接宾语,μίμημα 为宾语补足语(“作为模仿”)。αὐτῆς 为指代主句 τῇ φωνῇ 的阴性单数属格,修饰 μίμημα。
- 2.174ἔλλοπες ἐκλήθησαν ὡς ἐλλείποντες τῇ ὀπί
语源解释结构。ὡς 引导表原由或语源理据的分词结构。ἐλλείποντες 为与主语一致的复数主格分词,支配关系与格 τῇ ὀπί(“在声音方面缺乏”)。
- 2.175ἀλλ’ οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ * * * μεγάλους εἶναι, οὓς δοκοῦσί τινες φωνεῖν
此处底本存在脱文(lacuna)。主格短语 οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ(据说在阿刻罗俄斯河中发声的[鱼类])后缺失了核心谓语,中断后连至 μεγάλους εἶναι。其后的关系代词 οὓς(阳性复数宾格)指代这些鱼类,作 δοκοῦσί τινες [αὐτοὺς] φωνεῖν 不定式结构中的逻辑主语。
