- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:376.3-376.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞论述了乐器对人类言语的模仿,并以身体动作、管乐器的发声机制以及诗歌与修辞句段为例,阐明作为普遍属相的“节奏”与专属于言语长短的种相“韵律”之间的区别。
μιμοῦνται δὲ οὐ τὴν ἁπλῶς φωνὴν τοῦ ἀνθρώπου, ἀλλὰ τὴν διάλεκτον· ὡς γὰρ εἶπον, καὶ τὴν συνθήκην ἔχει τῆς λέξεως διὰ τῆς γλώττης γινομένην. ζητήσειε δ’ ἄν τις τίνι διαφέρει ῥυθμὸς μέτρου. φαμὲν οὖν ὅτι ὁ ῥυθμὸς γενικώτερόν τί ἐστιν, εἶδος δὲ τοῦ ῥυθμοῦ τὸ μέτρον. εἴ τι μὲν γὰρ μέτρον, τοῦτο καὶ ῥυθμός, οὐκέτι δὲ καὶ ἔμπαλιν. θεωρεῖται γὰρ ὁ ῥυθμὸς ἐπὶ τῶν κροτούντων τοῖς ποσί τε καὶ ταῖς χερσίν. ὅταν γὰρ ἡ ταχεῖα καὶ ἡ βραδεῖα τῶν ποδῶν ἄρσις καὶ θέσις λόγον ἔχωσι πρὸς ἄλληλα, ῥυθμὸς γίνεται· καὶ ἐντεῦθεν ἀπὸ μεταφορᾶς τούτων ἡ τοιάδε τῶν συλλαβῶν συμπλοκὴ ἡ παραλαμβανομένη πρὸς τὴν τῶν μέτρων γένεσιν πόδες ἐκλήθησαν.1 κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ἐπὶ τοῦ κρότου τῶν χειρῶν καὶ ἐπὶ αὐλῶν καὶ τῶν ἄλλων τοιούτων ὁ ῥυθμὸς ἐκλήθη, συμμετρία ὢν τοῦ χρόνου ἐν ᾧ ἡ κίνησις γίνεται. καὶ γὰρ ἐν τοῖς αὐλοῖς καὶ ῥυθμὸς θεωρεῖται· καὶ γὰρ τῶν τρημάτων τῶν αὐλῶν τὰ μὲν πλέονα χρόνον τοῖς δακτύλοις ἐπιπωμάζουσι, τὰ δ’ ἐπ’ ἐλάττονα, καὶ οὕτως τῶν ἀπηχήσεων τὴν μὲν μακροτέραν ποιοῦσι, τὴν δὲ βραχυτέραν. καὶ τῶν τρημάτων τὰ μὲν μείζονά ἐστι, τὰ δὲ ἐλάττονα, καὶ τὰ μὲν ἐγγυτέρω τῆς ἐπιγλωττίδος, τὰ δὲ πορρωτέρω· καὶ τὰ μὲν στενότερα ὀξύτερά ἐστι τῶν εὐρυτέρων (διὸ καὶ αἱ τῶν παίδων φωναὶ καὶ τῶν γυναικῶν ὀξύτεραι), τὰ δὲ εὐρύτερα βαρύτερα, ὁμοίως καὶ τὰ ἐγγυτέρω τῶν πορρωτέρω ὀξύτερα· ὧν τῇ συμμετρίᾳ ἡ ἁρμονία καὶ τὸ μέλος γίνεται, ῥυθμὸς δὲ τῇ τοῦ ταχέος καὶ βραδέος.2 ὅτι δὲ καὶ ἐν τοῖς λοιποῖς ὀργάνοις θεωρεῖται ὁ ῥυθμός, δῆλον πᾶσι· τῇ συμμέτρῳ γὰρ τῶν δακτύλων ἄρσει καὶ θέσει ἀποτελεῖται. ὁ μὲν οὖν ἐπὶ τῶν ἄλλων ῥυθμὸς κατὰ τὸ βραδὺ καὶ τὸ ταχὺ χαρακτηρίζεται, ὁ δὲ ἐπὶ τοῦ προφορικοῦ λόγου κατὰ τὸ μακρὸν καὶ βραχύ, ὅσπερ καὶ μέτρον μόνος λέγεται. ἀναλογεῖ δὲ τῷ μὲν βραδεῖ τὸ μακρόν, τῷ δὲ ταχεῖ τὸ βραχύ. οὐ μόνον δὲ ἐν τοῖς ποιητικοῖς λόγοις θεωρεῖται τὸ μέτρον, ἀλλὰ καὶ ἐν τοῖς ῥητορικοῖς· λέγομεν οὖν μακρὸν τὸ κῶλον εἶναι ἢ κολοβόν, καὶ ἐκ τοῦ μὴ σύμμετρα εἶναι τὰ κῶλα οὐκ εὔρυθμος ὁ λόγος γίνεται. οἱ γοῦν περὶ ἰδέας λόγου γεγραφότες παραδεδώκασι, ποῖοι καὶ πόσοι πόδες παραλαμβανόμενοι πρὸς τὸ ῥητορικὸν κῶλον εὖ τοῦτο ἀπεργάζονται. ταῦτα μὲν ἐν παρεκβάσει· ἀναδράμωμεν δὲ ἐπὶ τὴν λέξιν.
并且它们所模仿的不仅是单纯的人类声音,而是语言;因为正如我所说,[乐器]亦具有通过舌头所产生的言词之结合。但或许有人会追问,节奏与韵律有何区别。于是我们说,节奏是更具属相的事物,而韵律则是节奏的一个种相。因为凡是韵律,这也就是节奏,但反过来则不再成立。因为在用足和手拍击的人们身上,可以观察到节奏。因为每当双足迅速与迟缓的提起和踏下彼此具有比例时,节奏便产生了;由此出于对这些动作的隐喻,为产生韵律而采用的音节的如此结合便被称为“音步”。依照同样的类比,在拍手、管乐器及其他此类事物中,它亦被称为节奏,它是运动在其中发生的时限的匀称。事实上在管乐器中亦能观察到节奏;因为对于管乐器的孔,人们用手指遮盖某些孔的时间较多,遮盖另一些孔的时间则较少,这样便使回响有的更长,有的更短。且在管乐器的孔中,有的大,有的小,有的离哨嘴较近,有的则较远;较狭窄的孔比宽阔的孔音调更高(因此孩童与妇人的声音亦更高),宽阔的孔音调更低,同样离哨嘴较近的孔比较远的孔音调更高;凭借这些的匀称,便产生了调和与曲调,而凭借迅捷与迟缓的匀称,则产生了节奏。至于在其余乐器中亦能观察到节奏,这对所有人都是显而易见的;因为它是通过手指匀称的提起与落下而完成的。因此,其他事物中的节奏是依照迟缓与迅速来表征的,而口头言语中的节奏则是依照长与短来表征的,唯独此者亦被称为韵律。长对应于迟缓,短对应于迅速。韵律不仅在诗歌言辞中被观察到,在修辞言辞中亦被观察到;我们便说句段是冗长的或是残缺的,且由于句段不匀称,言辞便变得缺乏节奏。至少那些论述文体风貌的作者们已经传授了:何种以及多少音步被用于修辞句段,能将其塑造得精妙。这些属于题外话;让我们回到原文。
- 2.171ἡ τοιάδε τῶν συλλαβῶν συμπλοκὴ ἡ παραλαμβανομένη πρὸς τὴν τῶν μέτρων γένεσιν πόδες ἐκλήθησαν
虽然句法主语是单数阴性名词短语(ἡ τοιάδε ... συμπλοκή),但动词 ἐκλήθησαν 采取了复数形式,这是受表语名词复数阳性 πόδες 吸引所致(表语牵引)。
- 2.171ὧν τῇ συμμετρίᾳ ἡ ἁρμονία καὶ τὸ μέλος γίνεται, ῥυθμὸς δὲ τῇ τοῦ ταχέος καὶ βραδέος
关系代词 ὧν 指向前文所述管乐器孔洞的大小、位置等对立特征(较狭与较宽、较近与较远等),依附于 τῇ συμμετρίᾳ。后半句 ῥυθμὸς δὲ τῇ τοῦ ταχέος καὶ βραδέος 中省略并承接了前半句的谓语动词 γίνεται。
