← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§374.14-376.3

音的高低本质与有灵魂之发声的定义

斐洛庞努斯论述了高音与低音的迅速与迟缓是影响感觉的偶性而非其实体(420a31),在总结了关于声音的论述之后(420b4),阐释了发声(具灵魂者的声音,需发声器官与表象活动)的定义,以及人类声音的三要素(节奏、调和、言词)与乐器的比喻性发声(420b5)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.169

" Οὐ δὴ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ." Εἰπὼν ὅτι ὁ ὀξὺς ψόφος ταχέως κινεῖ τὴν αἴσθησιν καὶ αἰσθητὸς γενόμενος μένει ἐπὶ πλείονα χρόνον, ὁ δὲ βαρὺς ἀνάπαλιν, ἵνα μή τις νομίσῃ ὅτι αὐτὸς ὁ ὀξὺς ψόφος ταχέως ἢ βραδέως κινεῖται (ἐνέργεια γάρ ἐστιν ἀέρος ἀσώματος, τὸ δὲ ἀσώματον οὐ κινεῖται κατὰ τόπον), ἀλλ’ ὀξὺς λέγεται ψόφος τῷ ὀξέως κινεῖσθαι τὸν ἀέρα οὗ ἐστιν ἐνέργεια, ὁμοίως δὲ καὶ βραδύς, ἢ οὖν τοῦτο σημαίνει1 διὰ τοῦ εἰπεῖν ἀλλὰ γίνεται τοῦ μὲν διὰ τάχος ἡ κίνησις τοιαύτη, τοῦ δὲ 〈διὰ〉 βραδυτῆτα, ἀντὶ τοῦ διὰ τάχος τοῦ κινουμένου σώματος ἐν ᾧ ἐστι τοιαύτη γίνεται καὶ ἡ κίνησις τῆς αἰσθήσεως ὑπὸ τοῦ ψόφου·2 ἢ ὅτι ὥσπερ ἐπὶ τῶν ἁπτῶν διὰ τὴν ὀξύτητα τὴν ἐν τοῖς ὄγκοις ταχεῖα γίνεται ἡ διαίρεσις ὑπ’ αὐτῶν, καὶ ἔστιν ἄλλο μὲν τὸ ὀξύ, ἄλλο δὲ τὸ ταχέως ὑπ’ αὐτῶν διαιρεῖσθαι τὸ σῶμα (ἐπακολουθεῖ γὰρ τοῦτο ἐκείνῳ καὶ συμβέβηκε τῷ ὀξεῖ τὸ ταχέως διαιρεῖν· ὀξὺ γὰρ ἦν καὶ μὴ ἐνεργοῦν· ὁμοίως καὶ ἐπὶ ἀμβλέος), οὕτω καὶ ἐν φωνῇ ὀξείᾳ ἄλλο μέν ἐστι τὸ ὀξύ, ἄλλο δὲ ὃ τούτῳ συμβέβηκε τὸ ταχέως κινεῖν τὴν ἀκοήν· ὁμοίως δὲ καὶ τὸ βραδὺ ἐπὶ τῆς βαρείας. τὸ δὲ ὥστε συμβαίνει τὸ μὲν ταχύ, τὸ δὲ βραδὺ εἶναι ἴσον ἐστὶ τῷ ὥστε ταῦτα κατὰ συμβεβηκὸς ἔχουσι τὸ ταχὺ καὶ τὸ βραδύ, καὶ οὐκ οὐσία αὐτῶν ἐστι· συμβέβηκε δὲ τῷ μὲν ὀξεῖ τὸ ταχὺ κινεῖν, οἷον τῷ μαχαιρίῳ, διὰ τὸ ὑπ’ ὀλίγου σώματος ἀντιβαίνεσθαι, τῷ δὲ ἀμβλεῖ τὸ βραδέως, οἷον τῷ ὑπέρῳ, διὰ τὸ ὑπὸ πολλοῦ σώματος ἀντιβαίνεσθαι.

“因此,高音并非迅速,低音亦非迟缓。” 在说明了高音迅速地触动感觉,且一旦被感知便存留更长时间,而低音则相反之后,为了不让人认为高音本身是迅速或迟缓地运动的——因为[音]是空气的非物体性的现实活动,而非物体性的事物不在空间上运动——,而是说,音被称为高,乃是由于〔音〕作为其现实活动的空气被敏锐地运动,同样被称为迟缓亦是如此;因此,他或者通过说“但一方的运动由于迅速,另一方的运动由于迟缓而成为如此”,指的就是这个意思,即由于它所在的被运动之物体的迅速,音对感觉的运动也成为如此;或者意思在于,正如在触觉对象上,由于物体体积内部的锐度,由它们所作的分割迅速发生,并且锐利是一回事,物体被它们迅速分割则是另一回事(因为后者伴随前者,迅速分割对于锐利者而言是一项偶性;因为即便不在活动时它也是锐利的;钝者亦同),同样在高声中,高是一回事,而作为其偶性的迅速触动听觉则是另一回事;低声中的迟缓亦同。至于“因此一方是迅速的,另一方是迟缓的,乃是偶性”这句话,等于说“因此这些事物依据偶性而具有迅速与迟缓,且〔这〕并非它们的实体”;而迅速地触动对于锐利者(如小刀)而言是偶性,乃是因为受到少量物体的抵抗,迟缓地[触动]对于钝者(如杵)而言是偶性,乃是因为受到大量物体的抵抗。

§2.170

"Περὶ μὲν οὖν ψόφου ταύτῃ διωρίσθω." Εἴρηκε τί ἐστιν ὁ ψόφος, ὅτι κίνησις τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὅνπερ τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν ἀντικρούσῃ, καὶ πῶς γίνεται, ὅτι τύπτοντός τινος καὶ τυπτομένου, διὰ τίνος, ὅτι πληγή ἐστι στερεῶν τινων πρὸς ἄλληλα ἐν ἀέρι σφοδροτέρα καθ’ αὑτῶν τῆς τοῦ ἀέρος διαιρέσεώς τε καὶ θρύψεως· ἀλλὰ καὶ ποταπὰ δεῖ εἶναι τὰ πληττόμενα, καὶ διὰ τίνος ἀκούεται καὶ πῶς ὁ ψόφος.

“关于声音,便依此方式规定。” 他已经说明了音是什么,即它是能够以这种方式运动的事物的运动,正如从光滑表面弹回的事物在撞击时那样;以及它是如何产生的,即由于有击打者和被击打者;通过什么[产生],即它是空气中某些坚硬物体彼此之间的撞击,就其自身而言比空气的分割和粉碎更为剧烈;而且被击打者必须具有怎样的性质,以及通过什么、如何听到声音。

§2.171#1

"Ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου." Εἰπὼν περὶ ψόφου ἀκολούθως καὶ περὶ φωνῆς διαλέγεται· εἶδος γὰρ ἡ φωνὴ τοῦ ψόφου. λέγει οὖν τὴν φωνήν τινα ψόφον εἶναι· οὐ γὰρ πᾶς ψόφος φωνή, οἷον ὁ τῶν ἀψύχων. οὐ γὰρ ὁ ἐκ τῶν κυμάτων ἢ τῶν ἀνέμων γινόμενος ψόφος ἢ τῶν προσαρασσομένων ἀλλήλοις λίθων φωνή ἐστιν, ἀλλ’ ἐμψύχου τις ψόφος ἐστὶν ἡ φωνή. ἀλλ’ οὐδὲ πᾶς ἐμψύχου ψόφος φωνή· οὐδὲ γὰρ ὁ διὰ χειρῶν κρότος οὐδὲ τὸ χρέμψασθαι ἢ βῆξαι φωνή ἐστι· ψόφοι γάρ εἰσι ταῦτα καὶ οὐ φωναί· ἀλλὰ φωνή ἐστιν ἐμψύχου ψόφος διὰ τῶν φωνητικῶν γινόμενος μορίων. φωνητικὰ δὲ μόρια πνεύμων καὶ τὰ ἀναπνευστικὰ πάντα μόρια, καὶ ἡ τραχεῖα ἀρτηρία καὶ ὁ φάρυγξ. ἀλλ’ οὐδὲ ὁ ὁπωσοῦν ὑπὸ τούτων γινόμενος ψόφος φωνή ἐστιν· ἡ γὰρ βὴξ ὑπὸ τούτων γίνεται, καὶ οὐ λέγεται φωνεῖν ὁ βήττων· ἀλλ’ ὅταν μετὰ φαντασίας σημαντικῆς ταῦτα κινηθῇ, τότε οὖν ὁ τούτων γινόμενος ψόφος φωνὴ καλεῖται. τίνι δὲ τρόπῳ διὰ τῶν τοιούτων ὀργάνων ἡ φωνὴ γίνεται, καὶ τίνι διαφέρει φωνὴ βηχὸς αὐτοῦ λέγοντος προϊόντες εἰσόμεθα. ἐμψύχου οὖν ψόφος τις ἡ φωνή. κἂν γάρ τινα τῶν ἀψύχων λέγηται φωνεῖν, κατὰ μεταφορὰν καὶ ὁμοιότητά τινα λέγεται ὡς ἔχοντά τι ἐμφερὲς τῇ τοῦ ἀνθρώπου φωνῇ. τρία γὰρ ταῦτα θεωρεῖται περὶ τὴν τοῦ ἀνθρώπου φωνήν, ῥυθμός, ἁρμονία καὶ λέξις. ἔχει δὲ ὁ μὲν ῥυθμὸς περὶ τὸν χρόνον τῆς ἐκφωνήσεως τὸν μακρὸν καὶ τὸν βραχύν· διόπερ οἱ παλαιοὶ τῶν φωνηέντων τὰ μὲν ἐν πλείονι χρόνῳ ἐκφωνούμενα μακρὰ ὠνόμασαν, τὰ δὲ ἐν ἐλάττονι βραχέα. ἐὰν γὰρ αὐτοφυῶς ἐκφωνήσωμεν, ὀψόμεθα ὅτι τὰ μὲν μακρὰ λεγόμενα οἷον τὸ Η καὶ τὸ Ω ἐν πλείονι προφερόμεθα χρόνῳ, τὰ δὲ βραχέα ἐν ἐλάττονι. ἐκ δὲ τῆς τούτων πρὸς ἄλληλα συνθέσεως τὸ εὔρυθμον τῶν ἐπῶν γίνεται. ἡ δὲ ἁρμονία περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμετρίαν ἔχει· ἡ δὲ λέξις περὶ τὴν διατύπωσιν ἔχει τῶν συλλαβῶν, ἐξ ἧς ἡ τῶν λεγομένων σημαίνεται ἔννοια. ἐπεὶ οὖν ταῦτα ἔχει μὲν κυρίως ἡ τοῦ ἀνθρώπου φωνή, μιμοῦνται δέ πως ταύτην καὶ τὰ μουσικὰ ὄργανα, διὰ τοῦτο λέγονται καὶ αὐτὰ φωνεῖν κατὰ ἀναλογίαν. οὐ γὰρ μόνον τὸν ῥυθμὸν καὶ τὴν ἁρμονίαν μιμοῦνται, ἀλλὰ καὶ τὰς λέξεις. ἀμέλει γοῦν καὶ ἴσασι ποῖόν ποτέ ἐστι τὸ ᾆσμα τὸ λεγόμενον, καὶ συνᾴδουσι τοῖς ὀργάνοις.3

“而声音是有灵魂之物的某种音。” 在谈论了音之后,他紧接着也讨论声音;因为声音是音的一种。因此他说声音是某种音;因为并非所有的音都是声音,例如无灵魂之物的[音]。因为由波浪或风产生的音,或者彼此撞击的石头的[音]不是声音,而是有灵魂之物的某种音才是声音。然而并非有灵魂之物的所有的音都是声音;因为用手拍击,或者清嗓、咳嗽都不是声音;因为这些是音而非声音;相反,声音是通过发声部位产生的有灵魂之物的音。发声部位是肺和所有呼吸部位,以及气管和咽喉。然而,即使由这些部位以任何方式产生的音也并非都是声音;因为咳嗽也是由这些部位产生的,但咳嗽的人并不被称为发声;唯有当这些部位伴随着具有指示作用的表象而被运动时,那时由它们产生的音才被称为声音。通过此类器官声音以何种方式产生,以及声音在何种程度上区别于咳嗽,在下文中随着他本人的论述我们将得知。因此,声音是有灵魂之物的某种音。因为即便某种无灵魂之物被称为发声,也是出于隐喻和某种相似性而说的,正如具有与人类声音相仿的某种特征。因为关于人类的声音,可以观察到这三者:节奏、调和与言词。节奏关涉发音的时间的长与短;因此古人将元音中在较多时间内发音的称为长元音,在较少时间内发音的称为短元音。因为若我们自然地发音,便会看到被称为长的元音如Η和Ω我们在较多的时间内发出,而短元音则在较少的时间内发出。从这些元音彼此的组合中便产生了诗句的悦耳节奏。调和关涉高音与低音的匀称;言词关涉音节的构形,由之所言之物的意义得以被表明。因此,既然严格说来人类的声音拥有这些,而乐器在某种程度上也模仿这种声音,为此它们亦被称为依照类比而发声。因为它们不仅模仿节奏和调和,亦模仿言词。诚然,人们甚至能知晓所表达的究竟是何种歌曲,并与乐器一同唱和。

语法注3 条
  1. 2.169ἀλλ’ ὀξὺς λέγεται ψόφος τῷ ὀξέως κινεῖσθαι τὸν ἀέρα οὗ ἐστιν ἐνέργεια, ὁμοίως δὲ καὶ βραδύς, ἢ οὖν τοῦτο σημαίνει

    承接前文 ἵνα μή 从句(“为了不让人认为……”)的主句结构。在 ἀλλά 引出的短语之后,通过 ἢ οὖν τοῦτο σημαίνει ... ἢ ὅτι ...(“因此他指的或者是这个……或者是说……”)展开了并列的备选解释构型。

  2. 2.169ἀντὶ τοῦ διὰ τάχος τοῦ κινουμένου σώματος ἐν ᾧ ἐστι τοιαύτη γίνεται καὶ ἡ κίνησις τῆς αἰσθήσεως ὑπὸ τοῦ ψόφου

    注疏中的惯用表达 ἀντὶ τοῦ 加上短语/从句,用于对亚里士多德原文引句(διὰ τοῦ εἰπεῖν...)进行转述改写,意为“也就是说……”或“即……之意”。

  3. 2.171ἀμέλει γοῦν καὶ ἴσασι ποῖόν ποτέ ἐστι τὸ ᾆσμα τὸ λεγόμενον, καὶ συνᾴδουσι τοῖς ὀργάνοις

    动词 ἴσασι(“他们知道”)与 συνᾴδουσι(“一同唱和”)的主语在语境中被省略,指一般人或听众。此处作为乐器甚至能模仿言词的证据:听众能够辨识出所演奏的是何种歌曲,并伴随乐器一同歌唱。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:374.14-376.3