← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§373.13-374.13

音高的比喻来源与力学成因

菲洛波庞解释了作为声音差异的锐音与重音(高音与低音)乃是源自触觉物体性质(锋利与迟钝)的隐喻,并借助琴弦粗细、张力、复原速度以及空气的阻力与反弹等力学原理解释了音高与余音延留的长短。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.168

" Ταῦτα δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν." Τὸ ὀξὺ καὶ βαρύ, αἵτινές εἰσι ψόφων διαφοραί,1 κατὰ μεταφοράν, φησί, τὴν ἀπὸ τῶν ἁπτῶν ἐκλήθησαν· ἐν ὄγκοις γάρ, οἵ εἰσιν ἁπτοὶ κυρίως, τό τε ὀξὺ καὶ τὸ βαρύ, ὧν κατὰ μεταφορὰν λέγεται καὶ τὰ ἐπὶ τῶν ψόφων.2 ὀξὺ γὰρ λέγεται ἐπὶ τῆς ἁφῆς τὸ ταχέως ἐνεργοῦν, οἷον τὸ μαχαίριον ὀξύ, ὅτι ταχέως κεντεῖ, ἀμβλὺ δὲ τὸ βραδέως ἐνεργοῦν καὶ οἷον οὐ κεντοῦν ἀλλ’ ὠθοῦν, ὡς τὸ ὕπερον. ὅσα μὲν γὰρ ἐπιτήδεια εἰς τὸ κεντεῖν ποιῆσαι βουλόμεθα, ὀξυγώνια αὐτὰ ποιοῦμεν, ὅσα δὲ εἰς τὸ ὠθεῖν, ἀμβλυγώνια. οὕτως οὖν καὶ ἐπὶ τῶν ψόφων ὀξὺν μὲν λέγομεν τὸν ταχέως παραγινόμενον ἐπὶ τὴν αἴσθησιν καὶ ἐπιμένοντα, βαρὺν δὲ τὸν ἀνάλογον τῷ ἀμβλεῖ τὸν βραδέως παραγινόμενον ἐπὶ τὴν αἴσθησιν καὶ ταχέως ἀποπαυόμενον, οἷον ἐπὶ μιᾶς τῶν νευρῶν τῆς νεάτης· αὕτη γὰρ οὖσα καὶ τεταμένη τῶν ἄλλων μᾶλλον ἐν τῷ κρούεσθαι διὰ τὴν τάσιν ταχέως πλήττουσα τὸν ἀέρα ὀξύτατον ποιεῖ τὸν φθόγγον. καὶ ἐν ὀλίγῳ μὲν χρόνῳ ἐποίησε τοῦτο, ἐπὶ πολὺ δὲ ἐφύλαξεν,3 ὥσπερ καὶ τῶν τόξων τὰ σκληρὰ καὶ μᾶλλον τεταμένα· τούτων γὰρ ἡ νευρὰ ταθεῖσα ὑπὸ τοῦ τοξότου, εἶτα ἀφεθεῖσα ἐν ὀλίγῳ χρόνῳ διὰ τὴν τάσιν ἐπὶ τὸν οἰκεῖον ἀποκαθίσταται τόπον. διὸ τὸ βέλος ἐν ὀλίγῳ χρόνῳ ὠθήσασα δι’ αὐτὸ τοῦτο ἐπὶ πολὺ διάστημα πέμπει· μείζονος γάρ ἐστι δυνάμεως τὸ ἐν ὀλίγῳ χρόνῳ τὸ αὐτὸ κινῆσαι ἤπερ ἐν πλείονι· ὅπερ καὶ ἐπὶ τῶν μᾶλλον τεταμένων χορδῶν συμβαίνει. αἱ δὲ ἧττον τεταμέναι ἀνάπαλιν, οἷον ἡ ὑπάτη ἐν πολλῷ μὲν ἐκίνησεν τὸ διηχὲς τοῦ ἀέρος, ἐπ’ ὀλίγον δ’ ἐφύλαξεν. αἴτιον δ’ ὅτι αἱ μὲν λεπταί εἰσι καὶ μὴ πολὺν ἔχουσαι ἀέρα ἀντιπίπτοντα τάχιον αὐτὸν κινοῦσιν, ἔτι δὲ τεταμέναι οὖσαι καὶ μὴ ὑπὸ πολλοῦ ἀέρος ἐμποδιζόμεναι θᾶττον ἐπείγονται τὸν οἰκεῖον τόπον καὶ τὴν εὐθύτητα καταλαβεῖν, ἐξ ἧς ἐκινήθησαν πληγεῖσαι διὰ τὸ συντείνεσθαι ἀπὸ τῶν περάτων. διὰ ταῦτα μὲν οὖν ἐν ὀλίγῳ χρόνῳ κινοῦσι τὸ διηχὲς τοῦ ἀέρος, σώζουσι δὲ ἐπὶ πολὺ τὸν ἦχον, διότι πάνυ τεταμέναι σφοδρῶς πλήττουσι τὸν ἀέρα, σφοδρότερον δὲ πληγεὶς καὶ αὐτὸς ἀντιπλήττει τὴν νευρὰν καὶ πάλιν ὑπ’ αὐτῆς ἀντιπλήττεται, καὶ τοῦτο ἐπὶ πλείονα χρόνον γίνεται· κραδαινομένης οὖν τῆς νευρᾶς ἐπὶ πολὺ παρατείνει καὶ ὁ ἦχος ἐξ ἀνάγκης. αἱ δὲ παχεῖαι νευραὶ καὶ ἧττόν τι τεταμέναι οἷον ἡ ὑπάτη πᾶν τοὐναντίον ὑπομένει·4 πολὺν γὰρ ἔχουσα ἀέρα ἀντιπίπτοντα καὶ μηδὲ οὕτω τεταμένη βραδύτερόν τε κινεῖ τὸν ἀέρα καὶ σχολαίτερον ἀποκαθίσταται. διὸ καὶ βαρύτερον ἠχοῦσι καὶ οὐδὲ ἐπὶ πολὺ παρατείνουσι τὸν ἦχον, διότι οὐ σφοδρῶς κινοῦσαι τὸν ἀέρα οὐδὲ σφοδρῶς ἀντιπλήττονται, καὶ διὰ τοῦτο οὐκ ἐπὶ πολὺ κραδαίνονται· τούτου δὲ μὴ γενομένου θᾶττον ἀπόλλυται ὁ ψόφος.

“而这些是根据来自触觉之物的隐喻被言说的。” 锐音[高音]与重音[低音]作为声音的差异,他说,是根据来自触觉之物的隐喻被命名的;因为在主要是触觉对象的实体块中,存在着锐与重,根据它们,声音上的事物亦被隐喻地言说。因为在触觉上,被称为锐的是快速起作用之物,例如小刀是锐利的,因为它迅速刺入;而被称为钝的是缓慢起作用之物,仿佛不刺入而是推挤,如同研杵。因为凡是我们希望制造成适于刺入之物的,我们便将其做成锐角,凡是适于推挤的,便做成钝角。因此在声音上亦是如此,我们把迅速到达感觉并留存的声音称为锐音[高音],而把与钝者相应、缓慢到达感觉并迅速停止的声音称为重音[低音],正如在各弦中的最细弦(最低弦)上所见的那样;因为这根弦比其他的弦绷得更紧,在被击打时由于张力迅速击打空气,产生出极锐的声音。并且它在短暂的时间内做成了此事,却保持了长久的时间,正如那些坚硬且更紧绷的弓一样;因为这些弓的弓弦被射手拉开随后松开时,由于张力在短暂的时间内恢复到其本位。因此,它在短暂的时间内推动箭矢,正因如此便将其射向极远的距离;因为在短暂的时间内而非较长的时间内运动同一个物体,属于更大的力量;这亦是发生在绷得更紧的琴弦上的情形。然而绷得较松的弦相反,例如最粗弦(最高弦)在较长的时间内运动了空气的透音部分,却只保持了短暂的时间。其原因在于,前一类弦细纤,没有很多迎面阻挡的空气,因而更快地运动它,加之因其紧绷且不受过多空气的阻碍,由于从两端紧绷,便更快地急于恢复其受击被移动时所离开的本位与直线状态。因此,它们在短暂的时间内运动了空气的透音部分,却长久地保持了声响,因为极度紧绷的弦猛烈地击打空气,而受到更猛烈击打的空气自身亦反击琴弦,并再次被琴弦反击,且这持续了更长的时间;因此琴弦震动时,声响必然亦延留长久。但粗弦和张力略逊的弦,如最粗弦,则经历着完全相反的情形;因为它有很多迎面阻挡的空气,且不那么紧绷,所以既更缓慢地运动空气,又更迟缓地复位。因此它们鸣响得更沉重[低沉],亦不长久延留声响,因为没有猛烈地运动空气,它们亦没有受到猛烈的反击,正因如此便不会长久震动;而一旦此事不发生,声音便更快地消失。

语法注4 条
  1. 2.168αἵτινές εἰσι ψόφων διαφοραί

    关系代词 αἵτινες 在性上受到关系从句内部的表语名词 διαφοραί(阴性复数)吸引并与之保持一致,而非与其原本的中性先行词 τὸ ὀξὺ καὶ βαρύ 一致。

  2. 2.168ὧν κατὰ μεταφορὰν λέγεται καὶ τὰ ἐπὶ τῶν ψόφων

    关系代词 ὧν 为属格,指代前文在物体中的锐与重,与 κατὰ μεταφοράν 连用,呼应前面的 τὴν ἀπὸ τῶν ἁπτῶν,表示“由这些事物引发的隐喻”。

  3. 2.168ἐν ὀλίγῳ μὲν χρόνῳ ἐποίησε τοῦτο, ἐπὶ πολὺ δὲ ἐφύλαξεν

    不定过去时 ἐποίησε 与 ἐφύλαξεν(以及后文的 ἐκίνησεν 等)并非指称某个具体的过去事件,而是表达物理事实和永恒特征的格言式/通则性不定过去时(gnomic aorist)。

  4. 2.168αἱ δὲ παχεῖαι νευραὶ καὶ ἧττόν τι τεταμέναι οἷον ἡ ὑπάτη πᾶν τοὐναντίον ὑπομένει

    主语在形式上为复数(αἱ δὲ παχεῖαι νευραὶ...),但主要动词却是单数(ὑπομένει),这是受到了插入的举例短语 οἷον ἡ ὑπάτη(单数)的牵引而发生语法不整合(破格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:373.13-374.13