← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§372.4-373.12

受击物的平整性与现实态声音的高低

斐洛庞诺斯解释了被击物必须平整(宽平或不粗糙)的原因以及空气反跳振动的机制(420a25),随后借助颜色与光的类比并对比声音与颜色对其媒质的关系,论证了声音的差异(高低音)何以仅在现实态的声音中显明(420a26)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.166

" Ἀλλὰ δεῖ τὸ τυπτόμενον ὁμαλὸν εἶναι, ὥστε τὸν ἀέρα ἀθροῦν ἀφάλλεσθαι καὶ σείεσθαι." Ὁμαλὸν εἶπεν ἀντὶ τοῦ πλατύ. καλῶς δὲ εἶπεν τὸ τυπτόμενον δεῖν εἶναι πλατύ, οὐχὶ δὲ πάντως καὶ τὸ τύπτον· κἂν γὰρ τὸ τύπτον μὴ ᾖ πλατύ, ἀλλὰ κυλινδρικόν, γίνεται ψόφος. ἡ δὲ αἰτία, διότι οὐ μόνος ὁ ἀὴρ ὑπὸ τοῦ τύπτοντος μορίου ἐναπολαμβάνεται, ὅσπερ σχεδὸν ἀδιάστατός ἐστι, ἀλλὰ καὶ ὁ ὑπὸ τῶν λοιπῶν μερῶν τοῦ κυλίνδρου ἀὴρ ὠθούμενος, ὅσπερ εἰ μὲν λεπτῷ τινι καὶ ὀξεῖ ἀντιπέσοι σώματι, ἅτε μὴ κωλυόμενος διελθεῖν, διαχεῖται καὶ οὐκ ἠχεῖ, εἰ δὲ πλατεῖ προσπέσοι, οὐ χεόμενος ἀλλ’ ἐναπολαμβανόμενος ἀκοντίζεται ὑπὸ τῆς λειότητος καὶ ἀντιτυπίας, καὶ οὕτως ἠχεῖ ἀφαλλόμενος. σείεσθαι δέ φησι τοῦτον, οὐχ ἁπλῶς τὸν ἀπὸ παντὸς ἀφαλλόμενον, ἀλλὰ τὸν ἐναπολαμβανόμενον ἐπὶ τῶν κοίλων καὶ ἠχητικῶν, ὥσπερ ἐπὶ τοῦ ἠχείου συμβαίνει πληττομένου ὑπὸ τῆς ψηφῖδος· σειομένου γὰρ τούτου σείεται καὶ ὁ ἐν τῷ κοιλώματι αὐτοῦ ἐναπειλημμένος ἀήρ, καὶ ἄλλοτε ἄλλοις μέρεσι προσπίπτων τῆς κοίλης τοῦ ἠχείου ἐπιφανείας ποιεῖ ἦχον. ἀμέλει ἐὰν κατάσχωμεν τὸ ἠχεῖον, παύεται καὶ ὁ ἦχος, διότι παυσαμένου τοῦ ἠχείου κινεῖσθαι συμπαύεται καὶ ὁ ἀὴρ κινούμενος. δυνατὸν μὲν οὖν, ὅπερ εἶπον, τὸ ὁμαλὸν καὶ ἀντὶ τοῦ πλατέος ἀκούειν. εἰπὼν γὰρ ὅτι οὐ πᾶν τὸ τύπτον καὶ τυπτόμενον ψοφεῖ (οὐδὲ γὰρ ψοφεῖ βελόνη βελόνην τύπτουσα) ὡς πρὸς ἀντιδιαστολὴν τῶν βελονῶν ἐπήγαγεν τὸ ἀλλὰ δεῖ τὸ τυπτόμενον ὁμαλὸν εἶναι, οὐ δήπου ὡς ἀνωμάλων οὐσῶν τῶν βελονῶν κατὰ τὰ μόρια, ἀλλὰ δῆλον ὅτι παρὰ τὸ σχῆμα αὐτῶν καὶ τὸ μέγεθος ἀντιδιέστειλε τὸ ὁμαλόν. δυνατὸν δὲ τὸ ὁμαλὸν καὶ ἐπὶ τοῦ μὴ τραχέος ἀκούειν, καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγαγεῖν τὸ ὥστε τὸν ἀέρα ἀθροῦν ἀφάλλεσθαι. ἀπὸ μὲν γὰρ τῶν τραχέων καὶ ἀνωμάλων κατακερματίζεται καὶ οὐκ ἀθροῦς ἀφάλλεται, ἀπὸ δὲ τῶν ὁμαλῶν διὰ τὸ συνεχὴς εἶναι καὶ εἷς.1

“但被击之物必须是平整的,以使空气成团地反跳并振动。” 他用“平整”代替了“宽平”。而他正确地说被击之物必须是宽平的,并不一定击打之物也必须如此;因为即使击打之物不是宽平的,而是圆柱形的,声音也会产生。其原因在于,不仅由击打部分所封闭的空气——它几乎是没有广延的——[参与其中],而且由圆柱的其余部分所推动的空气亦是如此;如果它迎面撞上某种纤细而尖锐的物体,由于并未受到阻碍而穿过,就会散逸而不鸣响;但如果撞上宽平之物,它不散逸而被封闭,就因光滑与抵抗而射出,这样反跳着鸣响。而他说这[空气]振动,并非单指从一切物体反跳的空气,而是指在空心且发声之物中所封闭的空气,正如在被石子击打的共鸣器上所发生的那样;因为当它振动时,封闭在其空腔内的空气也振动,并不时撞击共鸣器凹陷表面的不同部分而产生响声。确实,如果我们按住共鸣器,响声也停止,因为共鸣器停止运动时,运动着的空气亦一同停止。因此,正如我所说的,将“平整”理解为“宽平”是可能的。因为在他说过并非一切击打和被击之物都发声之后(因为针击打针亦不发声),为了与针相对照,他接着说“但被击之物必须是平整的”,绝非因为针在各部分上是不平整的,而是显然将“平整”与其形状和尺度相对立。然而,将“平整”理解为“不粗糙”也是可能的,这从他接着说“以使空气成团地反跳”中就显而易见。因为从粗糙且不平之物上,[空气]被击碎而不能成团反跳,但从平整之物上,则由于它是连续且单一的[而成团反跳]。

§2.167

"Αἱ δὲ διαφοραὶ τῶν ψοφούντων ἐν τῷ κατ’ ἐνέργειαν ψόφῳ δηλοῦνται· ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται τὰ χρώματα, οὕτως οὐδὲ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ." Τῶν ψοφούντων εἶπεν ἀντὶ τοῦ τῶν ψόφων, ἐπειδὴ κατὰ τὰς διαφορὰς τῶν ψοφούντων διάφοροι καὶ οἱ ψόφοι γίνονται. διαφορὰς οὖν τῶν ψόφων εἶναί φησι τὸ ὀξὺ καὶ τὸ βαρύ. ταύτας δέ φησι γνωρίζεσθαι οὐκ ἐν τοῖς κατὰ δύναμιν ψόφοις ἀλλ’ ἐν τοῖς κατ’ ἐνέργειαν. τὰ γὰρ δυνάμει σχεδὸν οὐδ’ εἰσίν· πῶς δὲ τῶν μὴ ὄντων διάκρισις ἂν γένοιτο; ἕκαστον γὰρ κρίνεται κατὰ τὴν οἰκείαν ἐντελέχειαν. ὥσπερ γὰρ τῶν διαφόρων, φησί, χρωμάτων ἀντιλαμβανόμεθα οὐχ ὅταν ᾖ δυνάμει διαφανὴς ὁ ἀήρ, ἀλλ’ ὅταν ἐνεργείᾳ, τουτέστιν ὅταν φωτισθῇ, οὕτως οὐδὲ ὅταν δυνάμει διηχής, αἰσθανόμεθα τῆς τῶν ψόφων διαφορᾶς,2 ἀλλ’ ὅταν ἐνεργείᾳ γένηται, τουτέστιν ὅταν ἤδη δέξηται τὸν ψόφον. τοσοῦτον γὰρ διαφέρουσιν οἱ ψόφοι τῶν χρωμάτων, ὅτι τὰ μὲν χρώματα ἕτερά ἐστι τοῦ διαφανοῦς καὶ ἕτερα ὄντα κινοῦσιν αὐτό (μόνας γὰρ τὰς ἐνεργείας αὐτῶν διακομίζει τὸ διαφανές), οἱ δὲ ψόφοι οὐχ ἕτεροί εἰσι τοῦ κατ’ ἐνέργειαν διηχοῦς ἀέρος, ἀλλ’ ἐν τούτῳ τὴν σύστασιν ἔχουσι.

“而发声物之差异在现实的声音中被显明;因为正如没有光就看不见颜色,同样没有声音亦[感觉不到]锐音与浊音。” 他用“发声物的”代替了“声音的”,因为根据发声物的差异,声音亦成为各种不同的。因此他说锐音和浊音是声音的差异。他说这些并不是在潜能的声音中被认识,而是在现实的声音中被认识。因为潜能之物几乎并不存在;对于不存在之物又怎能有辨别呢?因为每一事物皆根据其固有的完全现实态而被判定。因为正如他说,我们感知各种不同的颜色,并不是在空气处于潜能的透明时,而是在处于现实态时,即在被照亮时;同样,我们在空气处于潜能的透音时亦感觉不到声音的差异,而是在它成为现实态时,即在它已经接受了声音之时。因为声音与颜色有如下之差:颜色与透明物是互异的,并且作为互异之物运动它(因为透明物仅传递其现实活动);而声音与现实态中透音的空气并非互异,而是在这空气之中具有其实存。

语法注2 条
  1. 2.166ἀπὸ δὲ τῶν ὁμαλῶν διὰ τὸ συνεχὴς εἶναι καὶ εἷς

    与前句 ἀπὸ μὲν γὰρ τῶν τραχέων καὶ ἀνωμάλων κατακερματίζεται καὶ οὐκ ἀθροῦς ἀφάλλεται 相对比,后半句承前省略了谓语 ἀθροῦς ἀφάλλεται[成团反跳]。虽然未明写主语 ὁ ἀήρ,但冠词不定词的表语 συνεχὴς εἶναι καὶ εἷς 采用了阳性单数主格,表明其逻辑主语即为承接上文的空气。

  2. 2.167ὥσπερ γὰρ τῶν διαφόρων, φησί, χρωμάτων ἀντιλαμβανόμεθα... οὕτως οὐδὲ ὅταν δυνάμει διηχής, αἰσθανόμεθα τῆς τῶν ψόφων διαφορᾶς

    由 ὥσπερ... οὕτως 构成的相关结构(“正如……同样……”)。后半从句 ὅταν δυνάμει διηχής 中承前省略了主语 ὁ ἀήρ 及系词 ᾖ。随后形成 οὐδὲ... ἀλλʼ ὅταν... 的对比结构,表明只有当透音体达到现实态时,才能感知到声音的差异。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:372.4-373.12