- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:371.6-372.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安·斐劳波诺斯注解420a23,解释说要产生声音,击打与被击之物不仅必须坚硬且光滑,还必须具有能够封闭空气的对称尺度和适宜形状,并援引《物理学》中关于最小部分的论述以及球体接触的几何性质加以说明。
" Οὐ δὴ πᾶν, ὥσπερ εἴρηται, ψοφεῖ τυπτόμενον καὶ τύπτον." Ἐπειδὴ εἶπεν ὅτι δύο στερεῶν πληττόντων ἄλληλα χρεία πρὸς τὸ γενέσθαι ψόφον, ἵνα μή τις νομίσῃ ὅτι οἷα δήποτε στερεὰ καὶ λεῖα σώματα αὐτάρκη ἐστὶν εἰς τὸ ποιῆσαι ψόφον, ταῦτα προσέθηκεν, ὅτι οὐ μόνον δύο δεῖ εἶναι καὶ στερεὰ καὶ λεῖα τὰ ποιοῦντα τὸν ψόφον, ἀλλὰ καὶ μέγεθος σύμμετρον ἔχειν αὐτὰ δεῖ καὶ σχῆμα τοιόνδε. ἂν γὰρ μικρὰ πάνυ ὦσι τὰ μεγέθη, οἷον βελόναι, ἐλάχιστον ἀπολαμβάνουσιν ἀέρα, ὥστε μηδὲ αἰσθητὸν γενέσθαι τὸν ψόφον. ἀλλ’ ὥσπερ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι τὸ εἶδος ἀπὸ ὡρισμένου μεγέθους ἄρχεται,1 ἐν οἷς πρὸς Δημόκριτον ἀπετείνετο ἀνασκευάζων τὸ εἶναι ἄτομα σώματα (τὰ γὰρ μεγέθη, φησί, δυνάμει μὲν [φησίν] ἐπ’ ἄπειρόν εἰσιν ὡς μεγέθη διαιρετά· δυνατὸν γὰρ ἀεὶ ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει τὸ δοθὲν τεμεῖν τῇ ἐπινοίᾳ, κἀκεῖνο εἰς ἄλλο, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὡς 〈δ’〉 εἶδός τι ἔχοντα, οἷον σαρκὸς ἢ νεύρου ἢ τινος τοιούτου, οὐδὲ δυνάμει τὴν ἐπ’ ἄπειρον ἐπιδέχεται διαίρεσιν, ἀλλ’ ἀνάγκη λαβεῖν ἔσχατά τινα μόρια ἀδιαίρετα, ὥστε τὸ ἀπ’ ἐκείνου μηκέτι διαιρεῖσθαι εἰς ἄλλο τοιοῦτο οἷον αὐτό. οἷον τὴν σάρκα δυνατὸν τεμεῖν εἰς μόρια φυλάττοντα τὸ εἶδος τῆς σαρκός, κἀκεῖνα εἰς ἄλλα φυλάττοντα πάλιν τὸ αὐτὸ εἶδος· τοῦτο δ’ 〈οὐκ〉 ἐπ’ ἄπειρον δυνατὸν ποιῆσαι, ἀλλὰ καταλήγεις πάντως εἴς τι μέγεθος, ὅπερ ἐὰν τέμῃς, οὐκέτι φυλάττεις τὸ τῆς σαρκὸς εἶδος διὰ σμικρότητα πολλήν. ὡς γὰρ εἶπον, τὰ εἴδη ὥσπερ δεῖται τοιᾶσδε κράσεως, ἵνα ὑποστῇ, οὕτω καὶ τοσοῦδε μεγέθους, καὶ ὥσπερ οὐκ ἐνδέχεται δακτυλιαῖον ἄνθρωπον ἢ ἵππον γενέσθαι, ἀλλὰ δεῖ σύμμετρον τούτοις μέγεθος εἶναι, οὕτω δὴ καὶ τὰ μόρια τοῦ ζῴου τά τε ὀργανικὰ καὶ τὰ ὁμοιομερῆ καὶ ἁπλῶς πᾶν εἶδος ἐν ὡρισμένῳ τινὶ μεγέθει πέφυκε γίνεσθαι)· ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν ψόφων οὐ πᾶν μέγεθος τύπτον καὶ τυπτόμενον ποιεῖ ψόφον, οἷον αἱ βελόναι, ἀλλὰ δεῖ σύμμετρον ταῦτα μέγεθος ἔχειν. δεῖ δὲ καὶ σχήματος ἐπιτηδείου· ἐὰν γὰρ σφαῖρα σφαίρας ἅψηται, οὐ ποιήσει ψόφον· δέδεικται γὰρ ὅτι σφαῖρα σφαίρας κατὰ σημεῖον ἅπτεται· διὰ τὸ οὖν μὴ ἐναπολαμβάνειν αὐτάρκη ἀέρα οὐ ποιήσει ψόφον. τῶν δὲ παρ’ ἡμῖν τεχνητῶν σφαιρῶν2 ἐπεὶ μὴ δυνατὸν ἀκριβῶς ἀποτορνευθῆναι τὴν ἐπιφάνειαν, οὐδὲν θαυμαστὸν εἰ σφαῖρα πλήττουσα σφαῖραν ποιήσει βραχὺν ψόφον, διότι μὴ οὔσης ἀκριβῶς σφαίρας παρ’ ἡμῖν, οὐδὲ ἀκριβῶς κατὰ σημεῖον ἀλλήλων ἅπτονται.
“因此,正如所说过的,并非一切被击和击打之物皆发声。” 在他说过为了产生声音需要两个坚硬之物相互击打之后,为了不让人以为任何坚硬且光滑的物体都足以产生声音,他补充了这些话:产生声音之物不仅必须是两个且坚硬和光滑,而且它们还必须具有对称的尺度以及这样一种形状。因为如果它们的尺度极其微小,例如针,它们所封闭的空气极少,以致声音甚至不能被感觉到。相反,正如他在《物理学》中针对德谟克利特反驳存在不可分物体时所说,形式始于确定的尺度(因为据他说,尺度作为尺度在潜能上固然可以无限分割——因为就其固有的本性而言,总是可以在思想中将给定的尺度分割,并将那分割出来的再分割为另一部分,并且这可以无限进行——;但作为具有某种形式之物,例如肉、腱或诸如此类的形式,则哪怕在潜能上也不容许无限分割,而是必然达到某些最后的不可分部分,以致从那之后不再能分割为像其自身那样的另一部分。例如,可以将肉分割为保持肉的形式的部分,再将那些部分分割为再次保持同一形式的其他部分;但这并不能无限地进行,而是无论如何都会终于某一尺度,如果再分割这一尺度,由于过于微小,就不能再保持肉的形式了。因为正如我说过的,形式为了持存,犹如需要这样一种混合,同样也需要这么大的尺度;正如不可能产生一指大的人或马,而是必须对它们有对称的尺度,动物的部分,不论是器质性部分还是同质部分,简言之每一种形式,依其本性皆在某一确定的尺度中产生);因此,正如在这些情形中那样,在声音的情形中亦并非任何击打和被击的尺度皆产生声音(例如针),而是它们必须具有对称的尺度。此外亦需要适宜的形状;因为如果一个球体接触另一个球体,它将不产生声音;因为已经证明球体在一点上接触球体;因此,由于未能将足够的空气封闭在其中,它将不产生声音。至于我们周围的人工球体,既然其表面不可能被精确地用车床旋削出来,那么如果一个球体击打另一个球体产生微弱的声音,亦不足为奇,因为在我们周围既然没有精确的球体,它们彼此接触时亦并非精确地在一点上接触。
- 2.165ἀλλ’ ὥσπερ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι τὸ εἶδος ἀπὸ ὡρισμένου μεγέθους ἄρχεται
ὥσπερ 从句跨越了长篇的插入性论证(τὰ γὰρ μεγέθη... ὡρισμένῳ τινὶ μεγέθει πέφυκε γίνεσθαι),与后文的 ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν ψόφων 相应。主要动词 ἔλεγεν 的主语依据前文指亚里士多德。
- 2.165τῶν δὲ παρ’ ἡμῖν τεχνητῶν σφαιρῶν
置于句首的属格短语 τῶν δὲ παρ’ ἡμῖν τεχνητῶν σφαιρῶν 本修饰 ἐπεὶ 从句中的 τὴν ἐπιφάνειαν,为引入话题而前置到了连词 ἐπεὶ 之前。
