← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§369.25-371.5

击打者与被击打者发声以及空气的反弹

菲洛波诺斯注解亚里士多德《论灵魂》420a19–21,通过空气从光滑表面反弹的类比,阐明为何击打者与被击打者双方共同产生声音。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.163

" Πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ τὸ τύπτον; ἢ καὶ ἄμφω, τρόπον δ’ ἕτερον." Εἰπὼν τὸν ψόφον τινὸς εἶναι πρός τι καὶ ἔν τινι, λέγω δὴ τοῦ τύπτοντος καὶ τοῦ τυπτομένου καὶ τοῦ μεταξὺ ἀέρος, ζητεῖ ἐνταῦθα εἰκότως, ποῖόν ἐστι τὸ ποιητικὸν τοῦ ψόφου, πότερον τὸ τύπτον ἢ τὸ τυπτόμενον, καὶ λέγει ὅτι ἄμφω. τὸ γὰρ ἢ καὶ ἄμφω, ἄμφω καὶ τελείαν εἶναι τὴν διαίρεσιν ἐκτιθεμένου1 (ἢ γὰρ τὸ τύπτον ἀνάγκη εἶναι τό [τε] ψοφοῦν ἢ τὸ τυπτόμενον ἢ ἀμφότερα) καὶ ἔτι ἐπικρίνοντος ὅτι οὐ τὸ ἕτερον, ἀλλ’ ἀμφότερα ποιοῦσι τὸν ψόφον. ἀλλ’ εἰ καὶ ἀμφότερα, οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν τύπτον ὡς κινούμενον καὶ ὠθοῦν τὸν ἀέρα, τὸ δὲ ὡς μένον καὶ μὴ ἐῶν αὐτὸν διελθεῖν, ἵνα ἐκ τῆς ἀμφοτέρων ἐκθλίψεως ἀποπαλλόμενος ἠχήσῃ· καὶ τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει. δυνατὸν δὲ ἀμφότερα ἐπινοῆσαι καὶ τύπτοντα καὶ τυπτόμενα, ὅταν μὴ τὸ μὲν ἀκίνητον μένῃ τὸ δὲ κινούμενον, ἀλλ’ ἄμφω κινηθέντα πλήττηται.

“是被击者发声,还是击者发声?抑或两者皆发声,但以不同方式?” 既然他说过声音是某物相对于某物并在某物之中的——我指的是击者、被击者以及中间的空气——,他在此合乎情理地探究,两者中究竟何者是声音的产生者,是击者还是被击者,并且说两者皆是。因为“抑或两者皆发声”二者皆是:既属于陈述此划分乃完备之人(因为发声者必然或是击者,或是被击者,或是两者皆是),并且进一步裁决并非其中之一、而是两者共同产生声音。但即使两者皆发声,亦非以同一方式,而是击者作为运动并推动空气者,被击者则作为存留并不容许空气穿过者,以便空气从两者的挤压中反弹回来而鸣响;且一者施动,另一者受动。然而,亦可以设想两者既是击者又是被击者,即当一者并非保持不动而另一者运动,而是两者皆运动并相互撞击之时。

§2.164

"Ἔστι γὰρ ὁ ψόφος κίνησις τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὥσπερ τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ." Ὅτι οὐ τὸ ἕτερόν ἐστι τὸ ψοφοῦν, ἀλλ’ ἀμφότερα, δείκνυσι διὰ τούτων. ἐπεὶ γὰρ ὁ ψόφος ἐστὶ κίνησις ἀθρόου τοῦ ἀέρος ὥσπερ ἀφαλλομένου, καθάπερ τὰ ἐκπυρηνιζόμενα ἀπό τινων λείων σωμάτων, τοῦτο δὲ οὐχ οἷός τε ἀφ’ ἑαυτοῦ ποιεῖν ὁ ἀήρ, δεῖ ἄρα λεῖόν τι εἶναι ἀφ’ οὗ δεῖ αὐτὸν ἀφάλλεσθαι. ἀλλ’ ἐπειδὴ πάλιν ἀφάλλεσθαι αὐτὸν ἀπό τινος λείου σώματος μηδενὸς ὄντος τοῦ πλήσσοντος καὶ ἀθρόον τὸν ἀέρα ἀπολαμβάνοντος πρὸς τῷ λείῳ τούτῳ καὶ στερεῷ ἀδύνατον, οὐκ ἀφ’ ἑνὸς μόνου δῆλον ὅτι ἅλοιτο ἄν, ἀλλὰ δεῖ ἀμφοτέρων καὶ τοῦ πλήσσοντος καὶ τοῦ πλησσομένου. ὅτι γὰρ ἀμφοτέρων δεῖ, δῆλον καὶ ἐντεῦθεν· εἰ γὰρ μὴ εἴη ἄμφω λεῖα καὶ στερεά, οὐ ποιεῖ ψόφον, οἷον εἰ ἐρίῳ ἢ σπόγγῳ χαλκὸν πλήξῃς, οὐκ ἂν γένοιτο ψόφος. οὐ πᾶσα οὖν κίνησις ἀέρος ψόφος, ἀλλ’ ἡ τοιαύτη οἵα ἡ ἀπὸ τῶν λείων. εἰ γὰρ μὴ εἴη λεῖα τὰ πληττόμενα, οὐκ ἀφάλλεται ὁ ἀὴρ ἀθρόος, ἀλλ’ ἐνίσχεται ἐν τοῖς κοιλώμασιν, ὥσπερ ἡ ῥιπτομένη κατὰ τοίχου σφαῖρα, ἐὰν μὲν ᾖ λεῖος ὁ τοῖχος, τῇ ἀντιτυπίᾳ ἀποπάλλεται ἐξ αὐτοῦ ἡ σφαῖρα, ἐὰν δὲ μή, μένει πολλάκις ἐν τοῖς κοιλώμασιν. ὥσπερ οὖν τὰ τοιαῦτα ἀπὸ τῶν λείων ἀφάλλεται, οὕτω καὶ ὁ ἀήρ. κατὰ μόνον δὲ τὸ ἀποπάλλεσθαι τὸν ἀέρα ἐκ τῶν λείων ἔλαβε τὴν ὁμοιότητα τῶν ἐκ τῶν λείων ἀποπαλλομένων, οἷον τῆς σφαίρας, οὐχὶ καὶ κατὰ τὴν αἰτίαν τῆς ἀποπάλσεως ἐξομοιῶν, εἰ μὴ τοῦτό τις εἴποι, ὅτι ὥσπερ ὁ τὴν σφαῖραν βιαίως ἐκπέμπων συνωθεῖ αὐτῇ ἀέρα, ὃς βιαίως ὠθούμενος καὶ ἐκθλιβόμενος ὑπὸ τῆς σφαίρας καὶ τοῦ τοίχου ἐκπυρηνίζεται καὶ ἀποπαλλόμενος συνωθεῖ ἑαυτῷ καὶ τὴν σφαῖραν, οὕτω καὶ ἐπὶ τῶν αὐτόθεν πληττόντων ἄλληλα ἀποπάλλεται ὁ ἀὴρ καὶ τῇ κινήσει ψοφεῖ. ἔστι γὰρ ὁ ψόφος κίνησις. δύναται κίνησιν μὴ τοπικὴν λέγειν, ἀλλὰ τὴν ἐνέργειαν·2 τὸ δὲ τοῦ δυναμένου κινεῖσθαι τὴν τοπικὴν κίνησιν ἐκληπτέον, ὡς εἶναι τὸ ὅλον, ὅτι ἔστι ψόφος ἐνέργεια τοῦ δυναμένου κατὰ τόπον κινεῖσθαι τοῦτον τὸν τρόπον οἷον τὰ ἀφαλλόμενα ἀπό τινων λείων, ὥσπερ ἡ σφαῖρα ἀπὸ τοῦ τοίχου. κἂν δὲ ἐπὶ τῆς κατὰ τόπον κινήσεως ἀκούσωμεν, ὡς ἤδη ἐξειλήφαμεν, οὐδὲν ἄτοπον· οὐ γὰρ ἁπλῶς πᾶσαν κίνησιν ἀέρος ψόφον λέγων, ἀλλά τινα, τὴν ἀπὸ τῶν λείων.

“因为声音乃是以此种方式能够被运动之物的运动,犹如当有人击打时从光滑表面反弹之物。” 发声者并非其中之一而是两者,他通过这些话指明了这一点。因为既然声音是作为一个整体的空气如同反弹一般的运动,正如从某些光滑物体中脱出弹出之物,而空气自身不可能做到这一点,因此必定存在某种光滑之物,空气必定由此反弹。然而反过来,既然在没有任何击打者将空气聚为一个整体并封闭在此光滑且坚硬之物上的情况下,空气不可能从某种光滑物体上反弹,显然它不可能仅仅从单独一方反弹,而是必须有击者和被击者两者。因为需要两者,从以下事实中亦很清楚:如果两者并非皆是光滑且坚硬的,便不产生声音,正如若用羊毛或海绵击打青铜,便不会产生声音。因此,并非空气的每一种运动皆是声音,而唯有像从光滑表面产生的那种运动才是。因为若被击之物不是光滑的,空气便不会作为一个整体反弹,而是滞留在凹陷处,正如掷向墙壁的球,如果墙壁是光滑的,球便由于抗力而从其上反弹,但若不是,则往往停留在凹陷处。正如这类物体从光滑表面反弹一样,空气亦是如此。但他仅仅就空气从光滑表面反弹这一点,取了与从光滑表面反弹之物(如球)的相似性,而并未在反弹的原因上亦使其相似——除非有人这样说:正如用力掷球者将空气与球一同推出,空气受到剧烈推动并被球和墙壁挤压而弹出,并在反弹时将球亦随自身一同推出,同样在直接相互击打之物的情形下,空气亦反弹并因其运动而发声。因为“声音乃是运动”。亦可以把他说成是将现实活动而非空间运动称为“运动”;而“能够被运动之物的”则必须理解为空间运动,从而整体的含义是:声音乃是以此种方式能够在空间上被运动之物的现实活动,犹如从光滑表面反弹之物,正如球从墙壁反弹一样。而即使我们如前面所理解的那样将其理解为空间运动,亦无任何不当;因为他并非单纯把空气的每一种运动都称为声音,而是把某种特定的运动,即从光滑表面产生的那种运动,称为声音。

语法注2 条
  1. 2.163τὸ γὰρ ἢ καὶ ἄμφω, ἄμφω καὶ τελείαν εἶναι τὴν διαίρεσιν ἐκτιθεμένου

    在句法上,ἐκτιθεμένου 以及接续的 ἐπικρίνοντος 为省略系动词 ἐστίν 的表语属格(意为“属于……之人的〔话〕”),指代亚里士多德以说明言说者的意图。句首的冠词短语 τὸ ἢ καὶ ἄμφω 将引文中的短语“抑或两者皆发声”名词化作为主语,紧接的第二个 ἄμφω 则作表语,统摄后文的 καὶ ... ἐκτιθεμένου 与 καὶ ἔτι ἐπικρίνοντος。

  2. 2.164δύναται κίνησιν μὴ τοπικὴν λέγειν, ἀλλὰ τὴν ἐνέργειαν

    此处的 δύναται 既可作非人称用法解(“可以说”),亦可作省略主语的有人称用法(“他[亚里士多德]可能称……”)。结合上下文对亚里士多德用词的两种解释来看,以后者为主语指代亚里士多德更为贴切。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:369.25-371.5