← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§36.20-37.16

灵魂的本性先后次序与单一属定义的缺乏

针对亚里士多德关于灵魂是否有单一界说的提问,约翰·斐洛庞诺斯论证道:由于植物性、非理性和理性灵魂之间存在本性上的在先与在后关系,它们并不构成一个逻辑上的属,因而“灵魂”一词属于核心同名异义(焦点多义),不存在单一的普遍界说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20

" Εὐλαβητέον δὲ ὅπως μὴ λανθάνῃ, πότερον εἷς ὁ λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου, θεοῦ." Εἰπὼν πότερον ὁμογενεῖς αἱ ψυχαὶ ἢ ἑτερογενεῖς, πάλιν ἐνταῦθα περὶ τοῦ γένους φησὶν αὐτῶν, εἴ γε ἔστι γένος, ὅτι δεῖ εὐλαβεῖσθαι καὶ ζητεῖν, πότερον δυνατὸν ἕνα ὁρισμὸν πάσης ψυχῆς ἀποδοῦναι ἢ οὔ. ἀποδοθείη δ’ ἂν εἷς ὁρισμός, εἰ ἔχοιεν κοινὸν γένος, ὥσπερ τοῦ ζῴου γένους ὄντος ἵππου καὶ ἀνθρώπου καὶ τῶν λοιπῶν εἰδῶν εἷς ὁρισμὸς ἀποδίδοται, οὐσία ἔμψυχος αἰσθητική, ὃς ἐφαρμόζει τοῖς κατὰ μέρος ζῴοις διὰ τὸ κοινὸν γένος· εἰ δὲ μὴ ἔχοιεν ἓν κοινὸν γένος, οὐδ’ ἂν εἷς ὁρισμὸς αὐτῶν ἀποδοθείη. οὐκ ἔχουσι δέ. πῶς; ὅτι τὸ μέν ἐστι πρότερον ἐν αὐταῖς, τὸ δὲ ὕστερον τῇ φύσει, ἐν οἷς δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος.1 πρότερον δέ ἐστι τῇ φύσει τὸ συναναιροῦν μέν, οὐ συναιρούμενον δέ, καὶ τὸ συνεισφερόμενον μέν, μὴ συνεισφέρον δέ. ἔστιν οὖν ἐν ψυχαῖς τὸ πρότερον καὶ τὸ ὕστερον τῇ φύσει· ὅπου γὰρ ἡ λογική, ἐκεῖ καὶ ἡ ἄλογος καὶ ἡ φυτική, καὶ ὅπου ἡ ἄλογος, ἐκεῖ καὶ ἡ φυτική· οὐ μέντοι ὅπου ἡ φυτική, ἐκεῖ αἱ λοιπαί, ἢ ὅπου ἡ ἄλογος, ἐκεῖ ἡ λογική· καὶ ἀναιρεθεῖσα ἡ φυτικὴ συνανεῖλεν ἐκ τοῦ ὑποκειμένου καὶ τὰς λοιπάς. ὥστε ἔστιν ἐν αὐταῖς τὸ πρότερον τῇ φύσει καὶ τὸ ὕστερον· προτέρα γὰρ ἡ φυτική, οὐ τῇ ἀξίᾳ ἀλλὰ τῷ ἄνευ αὐτῆς μὴ εἶναι τὰς ἄλλας, καὶ προτέρα τῆς λογικῆς ἡ ἄλογος ὁμοίως. εἰ δέ ἐστιν ἐν αὐταῖς τὸ πρότερον καὶ τὸ ὕστερον, οὐκ ἄρα τὸ τούτων κοινῶς κατηγορούμενον γένος ἐστί, λέγω δὴ ἡ ψυχή, ἀλλ’ ὁμώνυμος φωνὴ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.2 ὥστε οὐκ ἂν εἴη αὐτῶν εἷς ὁρισμός, ἐπεὶ μηδενὸς τῶν ὁμωνύμων, ἀλλὰ διάφοροι τῶν ψυχῶν οἱ ὁρισμοί, ὡς ἀνθρώπου καὶ κυνὸς καὶ ἵππου ἕτερος. ὅθεν καὶ αὐτὸς μέλλων ἀποδιδόναι κοινόν τινα λόγον περὶ ψυχῆς οὐκ εἰς ὁρισμὸν ἀλλ’ ἐξ ἀναλογίας τινός, ὡς εἰσόμεθα, εἶπεν3 “εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν”, δῆλον ὡς οὐκ ὄντος κοινοῦ ὁρισμοῦ.

“但必须当心,切莫忽略了它[灵魂]的定义是单一的(正如动物的定义那样),还是按各类各不相同(如马、狗、人、神那样)。” 在探讨了诸灵魂是同属还是异属之后,他在此处再次就它们的属(如果确实存在属的话)谈道,必须谨慎并探究是否可能给出所有灵魂的单一界说。如果它们拥有一个共同的属,便能给出一个单一界说,正如由于动物是马、人及其他物种的属,因而给出了单一界说——“有灵魂的感觉实体”,它由于共同的属而适用于具体的动物;但如果它们不拥有单一的共同之属,便不可能给出它们单一的界说。然而它们并不拥有共同之属。何以见得?因为在它们之中,按本性而言有在先的,也有在后的;而在具有在先与在后的事物中,共同被述说的事物并非一个属。按本性在先之物,乃是虽共灭[他者]自身却不被共灭,虽被一同引入却不一同引入[他者]之物。因此,在诸灵魂中存在本性上的在先与在后;因为凡是有理性灵魂之处,亦有非理性灵魂和植物性灵魂;凡是非理性灵魂所在之处,亦有植物性灵魂;然而绝非凡是植物性灵魂所在之处便有其余灵魂,亦非非理性灵魂所在之处便有理性灵魂;而且一旦植物性灵魂被消灭,它便会连同其余灵魂一并从基底中消灭。因此,在它们之中存在本性上的在先与在后;因为植物性灵魂是在先的,不是在价值上,而是在于没有它其他灵魂便无法存在,同样,非理性灵魂亦在理性灵魂之先。如果它们之中存在在先与在后,那么共同被述说于它们之上的东西——我指的是“灵魂” ——就绝不是一个属,而是一个同名异义的语词,如同那些从单一者引出并指向单一者之物。因此,诸灵魂绝不会有单一的界说(因为同名异义之物无一拥有单一界说),而是诸灵魂的界说各不相同,正如人、狗和马的界说彼此相异一样。因此,当他自己将要关于灵魂给出某种共同的陈述时,并非作为界说,而是出于某种类比(正如我们将知道的),他说道:“如果确实必须就所有灵魂说出某种共通之物”,显然这是因为并不存在一个共同的界说。

语法注3 条
  1. 1.20ἐν οἷς δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος

    关系从句 ἐν οἷς... ὕστερον 没有显式的先行词,独立充当主句中 τούτων 所指代的对象。该句程式化地表述了亚里士多德哲学中的经典原则:具有在先与在后序列的事物不存在共同的属。

  2. 1.20ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν

    连词 ὡς 引入比喻与例示。短语 τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν(出自单一者并指向单一者之物)是亚里士多德关于焦点多义(pros hen 多义)的标准表述,在此处作为例示同格附加于 ὁμώνυμος φωνή,表明“灵魂”一词并非纯粹偶然的同名异义,而是具有核心指向的同名异义。

  3. 1.20ὅθεν καὶ αὐτὸς μέλλων ἀποδιδόναι κοινόν τινα λόγον περὶ ψυχῆς οὐκ εἰς ὁρισμὸν ἀλλ’ ἐξ ἀναλογίας τινός, ὡς εἰσόμεθα, εἶπεν

    整个句子的骨架为 ὅθεν καὶ αὐτὸς ... εἶπεν ...,主语 αὐτός(亚里士多德)与主谓语 εἶπεν 之间插入了分词短语 μέλλων ἀποδιδόναι ...。介词短语 οὐκ εἰς ὁρισμὸν ἀλλ’ ἐξ ἀναλογίας τινός 作为状语修饰不定词 ἀποδιδόναι,其后(εἶπεν 之前)插入了 ὡς εἰσόμεθα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:36.20-37.16