← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§368.9-369.24

以耳鸣检验听觉与对古代学说的解释

针对亚里士多德将耳鸣作为听觉是否健全之检验标准(420a15),菲洛波诺斯借助空心角笛的比喻,调和了耳中空气“不可动”与其具有“固有运动”的矛盾;随后(420a17)解释耳中之声属外来而非固有,并阐明古代“由虚空与鸣响之物来听”之说的真意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.161

" Ἀλλὰ καὶ σημεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν ἀεὶ τὸ οὖς ὥσπερ τὸ κέρας." Ἐπειδὴ εἶπεν ὅτι ἐὰν ὁ συμφυὴς ἀὴρ ἢ ἡ μῆνιγξ πάθῃ τι, οὐκ ἀκούομεν, συμβαίνει δὲ πολλάκις καὶ μηδενὸς τούτων ὄντος δυσκωφεῖν τινας, οἷον ὅταν ῥύπος τις προβεβλημένος τοῦ συμφυοῦς ἀέρος κωλύοι ἀνεμποδίστως διαδοθῆναι ὑπὸ τοῦ ἔξωθεν ἀέρος τὸν ψόφον διὰ τὸ μὴ ἔχειν τὴν γῆν τὸ διηχές, ἤ τι ἄλλο τῶν τοιούτων συμβῇ, λέγει οὖν ὅτι κριτέον εἰ ὑγιαίνει τὸ ἀκουστικὸν ἢ μὴ ἐπιφράξαντας τῷ δακτύλῳ τὸ οὖς ἢ τῇ χειρὶ τὸ οὖς ἐπιπωμάσαντας. εἰ μὲν γὰρ ὑγιαίνει, αἰσθανόμεθά τινος βόμβου· ἡ γὰρ πίλησις τοῦ δακτύλου 〈ἢ〉 τῆς χειρὸς ὠθεῖ ἔξωθέν τινα ἀέρα, ὃς στενούμενος καὶ προσκρούων τῷ συμφυεῖ ποιεῖ τὸν βόμβον· εἶτα ὁ συμφυὴς κατὰ τὸ εἰωθὸς διαπορθμεύει τοῦτον τὸν βόμβον ἐπὶ τὴν αἴσθησιν. ὥσπερ, φησί, καὶ ὁ ἐν τοῖς κέρασι τοῖς κοίλοις ἐναπειλημμένος ἀὴρ ἀεὶ καὶ αὐτὸς ἦχόν τινα κινούμενος ποιεῖ, ὅταν κινῆται ὑπὸ τοῦ ἔξωθεν ἀέρος φυσῶντος καὶ κινούμενος πλήττῃ τὸ κέρας, οὕτως οὖν καὶ ὁ ἐν τοῖς ὠσίν, ὅταν κινηθῇ ὑπὸ τοῦ ἔξωθεν ψόφου. τοῦτο δ’ εἴρηται ὡς δεικτικὸν τοῦ εἶναί τινα ἐν τοῖς ὠσὶν ἀέρα ἴδιον (οὗτος γάρ ἐστιν ὁ τοῦ ἔξωθεν ψόφου δεκτικός), ὃς ὅταν πάθῃ τι, ἅτε δὴ μὴ κινούμενος τὴν οἰκείαν κίνησιν οὐ διαπορθμεύει εἰς τὴν αἴσθησιν τοὺς ἤχους, κἀντεῦθεν τὸ μὴ ἀκούειν. ζητοῦσι δὲ εἰκότως ὅτι πῶς εἰπὼν ἀκίνητον εἶναι τὸν ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένον ἀέρα νῦν λέγει ὅτι ἀεὶ οἰκείαν τινὰ κίνησιν κινεῖται ὁ ἀὴρ ἐν τοῖς ὠσίν. ἀκίνητον οὖν ἄνω ληπτέον τὴν ὑπ’ ἄλλου κίνησιν1 ἀντὶ τοῦ τὸν αὐτὸν ἀεὶ μένοντα ἐν τοῖς ὠσὶν καὶ μὴ μεθιστάμενον μηδὲ ἄλλοτε ἄλλον γινόμενον, ὥσπερ τὸν ἐν τοῖς κέρασι τοῖς κοίλοις, ἀλλ’ ἀεὶ μένοντα συμφυῆ. ὅτι δὲ ὁ ἀὴρ κινεῖταί τινα οἰκείαν κίνησιν, δῆλον ἐκ τοῦ καὶ ἐν ταῖς νηνεμίαις τὰ ξύσματα φαίνεσθαι κινούμενα ἐν τῷ διὰ τῶν θυρίδων ἡλίῳ. δυνατὸν δὲ καὶ κινεῖσθαι λέγειν τὸν συμφυῆ ἀέρα μὴ κατὰ τόπον ἀλλὰ ζωτικῶς’, κίνησιν αὐτοῦ λέγοντος τὴν διαπόρθμευσιν τῶν ψόφων ἐπὶ τὴν αἴσθησιν.2 καὶ αὕτη ἐστὶν ἡ οἰκεία κίνησις αὐτοῦ, οὐ τὸ διαπορθμεύειν ἁπλῶς (τοῦτο γὰρ καὶ ὁ ἔξω ἀὴρ ἔχει), ἀλλὰ τὸ ἐπὶ τὴν αἴσθησιν διαπορθμεύειν. ὅταν οὖν ὁ μὲν συμφυὴς ἀὴρ συνήθως ἀπαγγέλλῃ τῇ αἰσθήσει τοὺς ψόφους, ἡ δ’ αἴσθησις ἀντιλαμβάνηται, πρόδηλον ὡς τὸ ἀκουστικὸν ὑγιαίνει.

“然而是否听见的标志,亦在于耳朵总是像角笛一样鸣响。” 鉴于他说过,如果同生空气或鼓膜遭受任何损害,我们便听不见,但常常在这些情况皆不存在时亦有人听力迟钝——例如当某种挡在同生空气前的污垢阻碍外部空气无阻碍地传递声音时,因为土质并不具备透声能力,或者发生了此类其他情况——,于是他说,必须通过用手指塞住耳朵或用手遮盖耳朵来判定听觉器官是否健全。因为若是健全,我们便会感觉到某种嗡嗡声;事实上,手指或手的挤压从外部推入某些空气,这部分空气受到压迫并撞击同生[空气],从而产生嗡嗡声;随后同生[空气]便按常例将此嗡嗡声传导至感觉。正如他说,封闭在空心角笛中的空气自身在被推动时亦总是产生某种声响,每当它被吹入的外部空气推动并在被推动时敲击角笛,耳中的[空气]每当被外部声音推动时亦是如此。而说这番话是为了表明耳中存在着某种特有的空气(因为正是它能够接受外部的声音),每当它遭受某种损害时,因未能进行固有的运动便不会将声响传导至感觉,由此导致听不见。然而人们合乎情理地追问,既然说过构建在耳中的空气是不可动的,他现在为何又说耳中的空气总是以某种固有的运动在运动。因此,应当将前面的“不可动”理解为[不承受]由他物引起的运动,其含义是始终如一地留在耳中,既不发生位移亦不时而变成另一种,而不像空心角笛中的[空气]那样,乃是始终保持为同生的。至于空气以某种固有的运动在运动,这从即使在无风时木屑亦在穿过小窗的阳光中显出运动这一事实中即可明了。或者亦可以说,同生空气并非在空间上而是在“生命力上”运动,他[亚里士多德]将其将声音传导至感觉称为运动。而这正是它的固有运动,并非单纯的传导(因为外部空气亦具有此点),而是向感觉传导。因此,每当同生空气按常例向感觉报告诸声音,而感觉亦领会它们时,显然听觉器官是健全的。

§2.162

"Ἀλλ’ ὁ ψόφος ἀλλότριος καὶ οὐκ ἴδιος. καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον ἀέρα." Ὁ γὰρ ψόφος ὁ γενόμενος ἐν τοῖς ὠσὶν οὐ τοῦ συμφυοῦς ἐστιν ἀέρος, οὐδ’ ὅταν φραξάντων ἡμῶν τὸ οὖς βόμβος γένηται, ἀλλὰ τοῦ ἔξωθεν ἀέρος ἢ ἔξωθεν μετὰ ψόφου εἰσιόντος ἢ ἔσω τῇ πιλήσει ψοφήσαντος· τοῦ δὲ συμφυοῦς ἐστι τὸ ἀπαγγεῖλαι τὸν γινόμενον ἐν ἄλλῳ ψόφον. οὐ γὰρ ἐπειδὴ κινεῖται, καὶ ψοφεῖ· οὐδὲ γὰρ πᾶν τὸ κινούμενον ψοφεῖ, ἀλλὰ δεῖ τὸ ψοφοῦν βιαίῳ πληγῇ κινεῖσθαι. καὶ διὰ τοῦτο, φησί, λέγουσιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι. κενῷ μὲν γὰρ ἔλεγον ἀκούειν, ἐπειδὴ τὸν ἀέρα κενὸν ὑπελάμβανον, ἀκούομεν δὲ τῷ ἐναπειλημμένῳ ἐν τοῖς ὠσὶν ἀέρι, ἠχοῦντι δέ, ὅτι οὗτος ὁ ἀὴρ ὡρισμένος ἐστὶ καὶ ἀεὶ ὁ αὐτός, καὶ παραπέμπει τοὺς ψόφους οὐκ αὐτὸς ψοφῶν, ἀλλὰ μόνον κατὰ τὴν διηχῆ ἑαυτοῦ δύναμιν ἐνεργῶν.

“然而这声音是外来的,并非固有的。正因如此,人们说是由虚空且鸣响之物来听,因为我们是由具有确定空气之物来听的。” 因为在耳中产生的声音并不属于同生空气,甚至当我们塞住耳朵产生嗡嗡声时亦非如此,而是属于外部空气,或者由外部伴随着声音进入,或者在内部因挤压而发出声响;而报告在另一物中产生的声音则属于同生[空气]。因为并非由于它被推动,便也发出声响;因为并非一切被推动之物皆发出声响,而是发声之物必须受到剧烈撞击而被推动。他说,正因如此,他们才说是由虚空且鸣响之物来听。因为他们以前说“由虚空”来听,是由于他们把空气当成了虚空,但我们是由封闭在耳中的空气来听的;而说“由鸣响之物[来听]”,则是因为这部分空气是确定的且始终同一,并且它自身并不发声,而仅仅按照自身的透声能力活动来传递诸声音。

语法注2 条
  1. 2.161ἀκίνητον οὖν ἄνω ληπτέον τὴν ὑπ’ ἄλλου κίνησιν

    在动名词性形容词 ληπτέον 统辖的结构中,ἀκίνητον 作为实质名词(指“不可动的”这一词或概念),后接的 τὴν ὑπ’ ἄλλου κίνησιν 作为宾格用于限定或补充其含义(即解释为“缺乏由他物引起的运动”)。随后的 ἀντὶ τοῦ... 则对比性地界定了其确切含义(指同生状态的常驻而非空间移动)。

  2. 2.161κίνησιν αὐτοῦ λέγοντος τὴν διαπόρθμευσιν τῶν ψόφων ἐπὶ τὴν αἴσθησιν

    此句为属格绝对结构,逻辑主语依上下文指亚里士多德(称声音的传导为运动)。它构成了双重宾格结构,其中 τὴν διαπόρθμευσιν 为直接宾语,κίνησιν 为补足语宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:368.9-369.24