- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:366.28-368.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐洛庞诺斯论述了耳内空气保持不动的原因(为避免自身发声从而失真地传导外来声音),以及在水中水不侵入而听觉得以实现的机制(内部空气的抵抗与耳道屈曲结构的作用)。此外,他还解释了鼓膜受损与角膜受损导致感觉丧失之间的类比。
" Ὁ δ’ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι." Ὥσπερ ὁ ἔξω ἀὴρ καθ’ αὑτὸν ἄψοφος διὰ τὸ εὔθρυπτον, οὕτω καὶ ὁ ἐντὸς διὰ τὸ ἀκίνητος εἶναι. εἶπε γὰρ τὴν τοιάνδε κίνησιν τοῦ ἀέρος ψόφον εἶναι· διὰ τοῦτο οὖν ὁ ἐν τοῖς ὠσὶν ἀκίνητος κατεσκεύασται, ἵνα ἄψοφος ὢν καὶ πάντων εἴη τῶν ψόφων διαπορθμευτικός· εἰ γὰρ εἶχεν οἰκεῖον ψόφον, ἐξέκρουεν ἂν τὸν ἔξωθεν. ὥστε καὶ αὕτη ἂν εἴη ἡ αἰτία τοῦ τὸν ἐν τοῖς ὠσὶν ἀέρα ἐγκατῳκοδομῆσθαι ἀκίνητον ὄντα, ἵνα πάντας δύνηται διαβιβάζειν τοὺς ψόφους. εἰ γὰρ ἐκινεῖτο, εἶτα ὑπὸ πληγῆς κινηθεὶς ἐψόφησε,1 πρὸς τῷ ὅπερ πρόσθεν εἶπον λυμαίνεσθαι τὸ αἰσθητήριον,2 οὐδὲ πάντων οἷός τε ἦν τότε τῶν ψόφων διαβιβαστικὸς εἶναι· καὶ γὰρ ὁ ἔξω ἀὴρ ἐπειδὰν ψοφήσῃ, οὐκέθ’ ὁμοίως τοὺς ἐν ἄλλῳ ἀέρι γενομένους διαβιβάζει ψόφους, ἀλλὰ συγχεῖ.
“而耳中的[空气]被构建为不可动的。” 正如外部空气因其易碎性而就自身而言是无声的,内部[空气]亦因其不可动而是[无声的]。因为他说过,空气的这种运动就是声音;因此,耳中的[空气]被造成不可动的,以便在自身无声的同时,亦能成为一切声音的传导者。因为如果它拥有自己固有的声音,它就会排斥来自外部的声音。因此,耳中的空气作为不可动之物而被构建的原因亦当是此,即为了让它能够传递一切声音。因为如果它是被推动的,随后受撞击推动而发出声音,那么除了如我前面所说会损害感觉器官之外,它在那时甚至也无法传递一切声音;事实上,外部空气每当发出声音时,便不再以同样的方式传递在另一空气中产生的声音,而是将其混淆。
"Διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν, ὅτι οὐκ εἰσέρχεται πρὸς αὐτὸν τὸν συμφυῆ ἀέρα." Ὅτι τὸ ἀκούειν γίνεται οὐ κατ’ εἴσοδον τοῦ ἐκτὸς ἀέρος εἰς τὸ οὖς, ἀλλὰ κατὰ ἁφὴν τὴν πρὸς τὸν ἐγκατῳκοδομημένον ἀέρα ἐν τοῖς ὠσί, τεκμήριον τὸ καὶ ἐν ὕδατι ἀκούειν ἡμᾶς οὐκ εἰσιόντος τοῦ ὕδατος εἰς τὸ οὖς.3 εἰ γὰρ εἰσέλθοι, φθείρει μὲν καὶ ἐξωθεῖ τὸν ἐγκατῳκοδομημένον ἀέρα, ὃς ὑπηρετεῖ τῇ ἀκοῇ, ἀμέσως δὲ τῆς μήνιγγος ἁπτόμενον βλάπτει αὐτὴν τῇ πληγῇ (καὶ προσέτι ἐναπομένον ἐν ταῖς κοιλότησι φθείρεται καὶ ταύτῃ βλάπτει τὸ αἰσθητήριον· πολλοὶ γοῦν ἐντεῦθεν ἐβλάβησαν), καὶ ταύτης βλαπτομένης συμφθείρεται καὶ ἡ αἴσθησις. ὥσπερ οὖν ἐν τῷ ὕδατι ὄντες ἀκούομεν οὐκ εἰσιόντος τοῦ ὕδατος, ἀλλὰ κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν διαπορθμεύοντος τοὺς ψόφους μέχρι τοῦ συμφυοῦς ἀέρος, κἀκείνου λοιπὸν μέχρις αὐτῆς τῆς μήνιγγος, οὕτω καὶ ἐν ἀέρι ὄντων ἡμῶν τὸ ἀκούειν γίνεται τοῦ ἔξωθεν ἀέρος ἐφαπτομένου τοῦ συμφυοῦς καὶ διαδιδόντος τοὺς ψόφους ἐπὶ τὴν μήνιγγα. καὶ αὐτὸ δὲ τοῦτο τεκμήριον μέγιστον τοῦ εἶναί τινα ἀέρα οἱονεὶ συμπεφυκότα τῇ μήνιγγι, τὸ καὶ ἐν ὕδατι ὄντων μὴ εἰσιέναι ὕδωρ εἰς τὸ οὖς ἄνευ πολλῆς πάνυ βίας, διὰ τὸ ἐξωθεῖσθαι αὐτοῦ τὴν εἴσοδον ὑπὸ τοῦ ἐντὸς ἀέρος (καὶ δεῖ πολλῆς βίας, ἵνα ἐξακοντισθῇ τὸ ἐντὸς ὕδωρ ἤ τι τοιοῦτον ὑγρόν), ἅμα συμβαλλομένης πρὸς τὸ μὴ ἐξωθεῖσθαι ὑπὸ τῶν ἔξωθεν εἰσιόντων τὸν ἐντὸς ἀέρα καὶ τῆς σκολιᾶς κατασκευῆς τοῦ ὠτός. καὶ αὐτὸς γοῦν τὴν αἰτίαν τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ εἰς τὸ οὖς ἐπήγαγεν εἰπών·
“正因如此,我们即使在水中亦能听见,因为[水]并没有进入到同生空气本身之处。” 听觉的产生并非由于外部空气进入耳中,而是由于与耳中构建的空气相接触,证明这一点的是:水并未进入耳中,而我们甚至在水中亦能听见。因为若是[水]进入,它一方面会损毁并排出为听觉服务的构建好的空气,另一方面则会直接接触鼓膜,以撞击损害它(而且残留在耳腔中的水还会腐败,并以此损害感觉器官;至少许多人正是由此受损),而一旦鼓膜受损,感觉亦随之一同丧失。因此,正如我们身处水中时,听见并非因为水进入,而是由于水按照其透声能力将诸声音传导至同生空气,再由后者最终传导至鼓膜本身,同样,当我们身处空气中时,听觉的产生亦是由于外部空气接触同生[空气]并将诸声音传递给鼓膜。而且,存在着某种宛如与鼓膜一体同生的空气,其最大的明证正是这一点:甚至当我们身处水中时,若非借助极大之力,水亦不会进入耳中,因为它的侵入被内部空气所排斥(并且需要极大之力才能将内部的水或此类液体喷射出来),与此同时,耳朵弯曲的构造亦有助于防止内部空气被外部侵入之物排出。至少[亚里士多德]自己亦补充了水不进入耳中的原因,说:
"Ἀλλ’ οὐδ’ εἰς τὸ οὖς διὰ τὰς ἕλικας." Οὐ γὰρ μόνον, φησίν, οὐκ ἐξωθεῖ τὸν ἐγκατῳκοδομημένον ἀέρα εἰσιὸν τὸ ὕδωρ, ἀλλ’ οὐδὲ εἰς τὸ οὖς αὐτὸ εἴσεισι διὰ τὰς ἐν αὐτῷ καμπάς, ἅμα τὴν αἰτίαν ἡμᾶς διὰ τούτων διδάσκων τοῦ τοιοῦτον ὑπὸ τῆς φύσεως γενέσθαι τὸ οὖς, ἵνα μηδὲν ῥᾳδίως ἐπεισιὸν λυμαίνηται τὸν ἐγκατῳκοδομημένον ἐν αὐτῷ ἀέρα. οὐδ’ ἂν ἡ μῆνιγξ, ὥσπερ τὸ ἐπὶ τῇ κόρῃ δέρμα ὅταν κάμῃ. κόρην καλεῖ ἤτοι τὰ ὑποκείμενα αὐτῇ μόρια ἢ τὰ προβεβλημένα, ταῦτα δέ ἐστιν οἵ τε χιτῶνες καὶ τὰ ὑγρά. ὥσπερ οὖν, ὅταν τι τούτων κάμῃ, οὐχ ὁρῶμεν, οὕτω καὶ ὅταν ἡ μῆνιγξ ἀπό τινος νόσου κάμῃ, οὐκ ἀκούομεν. ἢ καὶ ἁπλούστερον κόρην ἀκουστέον κατὰ τὸ σύνηθες αὐτὸ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς,4 τὸ δὲ ἐπὶ ταύτῃ δέρμα τὸν κερατοειδῆ καλούμενον χιτῶνα. ὥσπερ οὖν, ὅταν ὁ χιτὼν οὗτος κάμῃ ἢ παχυνθεὶς ἢ ἄλλως οὐλῶν τινων ἐκ τραυμάτων ἐνσκιρωθεισῶν ἐν αὐτῷ, συμβαίνει μὴ ὁρᾶν, μηκέτι τῶν ἐνεργειῶν τῶν ὁρατῶν διαβῆναι δι’ αὐτοῦ δυναμένων διὰ τὸ ἀπολέσαι αὐτὸν τὴν διαφάνειαν, οὕτω καὶ ὅταν ἡ μῆνιγξ κάμῃ πεπονθυῖά τι ὑπὸ χρόνου ἢ ὑπὸ νόσου, οὐκέτι δέξασθαι τὰς τῶν ψόφων ἐνεργείας δύναται.
“甚至由于弯曲的折叠,亦不进入耳中。” 他说,因为进入的水不仅没有排出构建好的空气,甚至由于耳中的屈曲,根本不进入耳本身之中;同时他通过这些话教导我们自然使耳朵成为这般构造的原因,即为了不让任何侵入之物轻易损害耳中构建的空气。“若鼓膜〔受损〕亦〔听不见〕,正如瞳孔上的表皮受损时[看不见]一样。”他所谓的“瞳孔”,要么是指位于其下的各部分,要么是指置于其前的各部分,而这些部分即是诸膜与诸体液。因此,正如每当这些部分中的某一者受损时我们便看不见,同样,每当鼓膜因某种疾病受损时,我们便听不见。或者更简单地,应当按照惯例将“瞳孔”理解为葡萄膜本身的孔,而将“其上的表皮”理解为所谓的角膜。因此,正如每当该膜因增厚或以其他方式因创伤造成的某些瘢痕在其中硬化而受损时,由于它失去了透明性,可见之物的现实活动便不再能穿过它,从而导致看不见,同样,每当鼓膜受损,因年岁或疾病而遭受某种侵害时,它便不再能够接受诸声音的现实活动。
- 2.158εἰ γὰρ ἐκινεῖτο, εἶτα ὑπὸ πληγῆς κινηθεὶς ἐψόφησε
反事实条件句,其前件并置了未完成过去时(ἐκινεῖτο)与不定过去时(ἐψόφησε),后件则接表示能力的未完成过去时(省略 ἄν 的 οὐδὲ πάντων οἷός τε ἦν)。前半部分的未完成过去时表示持续状态(“如果它[经常]运动”),后半部分的不定过去时则表示事件的发生(“随后受到撞击而发出声音”)。
- 2.158πρὸς τῷ ὅπερ πρόσθεν εἶπον λυμαίνεσθαι τὸ αἰσθητήριον
介词结构 πρὸς τῷ + 不定式(λυμαίνεσθαι)表示递进或附加(“除了损害之外”)。不定式的逻辑主语是内部空气,插入的关系从句 ὅπερ πρόσθεν εἶπον(“正如我此前所言”)起插入说明作用。
- 2.159τεκμήριον τὸ καὶ ἐν ὕδατι ἀκούειν ἡμᾶς οὐκ εἰσιόντος τοῦ ὕδατος εἰς τὸ οὖς
句首的 τεκμήριον 是表语名词(系词 ἐστί 被省略),主语则是带有定冠词的不定式短语 τὸ ... ἀκούειν ἡμᾶς。句末的 οὐκ εἰσιόντος τοῦ ὕδατος 是表示让步或伴随状况的独立属格结构(“虽然水并未进入”)。
- 2.160κόρην ἀκουστέον κατὰ τὸ σύνηθες αὐτὸ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς
动形容词 ἀκουστέον(非人称中性单数,意为“应当理解/听作”)支配双宾格结构:主格性宾格 κόρην 与表语性宾格 αὐτὸ τὸ τρῆμα。随后并列的句子分句 τὸ δὲ ἐπὶ ταύτῃ δέρμα τὸν κερατοειδῆ... 同样需要补出动形容词所支配的双宾格结构来理解。
