- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:365.18-366.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德《论灵魂》420a4–7,解释了耳内闭锁的同生空气如何与外部空气相连续并将运动传导至鼓膜的机制,并以手指塞耳时所产生的耳鸣作为经验证据,随后阐明了空气本身无声但在碎裂受阻时如何产生声音的原因。
" Διὰ δὲ τὸ ἐν ἀέρι εἶναι1 κινουμένου τοῦ ἔξω τὸ εἴσω κινεῖται." Τουτέστι διὰ τὸ τὸν ἐγκατῳκοδομημένον συμφυᾶ τῇ ἀκοῇ ἀέρα συνεχῆ εἶναι τῷ ἔξω ἀέρι (τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἐν ἀέρι εἶναι) κινουμένου τοῦ ἔξω ἀέρος κατὰ συνέχειαν καὶ ὁ ἐντὸς κινεῖται ἀκίνητος ὢν καθ’ αὑτὸν ὡς συμφυής. ἴσως δὲ οὐ λέγει κινεῖσθαι αὐτὸν κατὰ τόπον (καὶ γὰρ ἀκίνητον αὐτόν φησιν ἐφεξῆς) ἀλλὰ κατὰ τὸ διακομίζειν τοὺς ψόφους· κατὰ τοῦτο * * κινουμένου διακομίζει καὶ ὁ ἐντὸς ὡς συνεχὴς ὢν τῷ ἔξω. καὶ τοῦτο αἴτιόν φησι τοῦ μόνον κατὰ τὰ ὦτα ἡμᾶς ἀκούειν, καὶ μὴ διὰ παντὸς μορίου τοῦ σώματος, διότι ἐν μόνοις τοῖς ὠσίν ἐστιν συμφυὴς ἀὴρ ἐναπειλημμένος καὶ συνεχὴς πρός τε τὸν ἔξω ἀέρα καὶ πρὸς τὸ ἀκουστικὸν αἰσθητήριον, ὡς δύνασθαι δι’ ἑαυτοῦ διαδιδόναι τὸ ἐν τῷ ἔξω ἀέρι γενόμενον πάθος. ὥσπερ οὖν τὸ ὀπτικὸν πνεῦμα οὐ πανταχόθεν ἔχει ὑγρὸν διακομίζον αὐτῷ τὰς ἐν τῷ ἀέρι τῶν χρωμάτων ἐνεργείας (οὐδὲ γάρ ἐστιν ἐπὶ τὸν τένοντα κρυσταλλοειδὲς ἢ ἄλλο τι τῶν τοιούτων συνεχὲς τῷ ἀέρι καὶ τῷ ὀπτικῷ νεύρῳ, ἀλλὰ σῶμα ἕτερον παχὺ καὶ ἀντιφρακτικόν, διὸ οὐχ ὁρῶμεν ὄπισθεν), οὕτως ἐπεὶ οὐ πανταχόθεν ἔστι τις ἀὴρ συμφυὴς ἐναπειλημμένος καὶ συνεχὴς τῷ τε ἔξω ἀέρι καὶ τῷ ἀκουστικῷ μορίῳ, ἀλλ’ ἐν μόνοις τοῖς ὠσί, διὰ τοῦτο οὐκ ἀκούομεν δι’ ἄλλου μορίου. ὅτι δέ ἐστιν ὁ συμφυὴς ἐν τοῖς κοιλώμασι τῶν ὤτων ἀήρ, δῆλον ἐντεῦθεν. ἐὰν γάρ τις τῷ δακτύλῳ ἐμφράξῃ τὰ ὦτα, αἰσθήσεται ἤχου τινὸς καὶ κινήσεως τοῦ ἐντὸς ἀέρος. γίνεται δὲ τοῦτο τὸ πάθος τοῦ ἔξωθεν περὶ τὰ ὦτα ἀέρος τῷ δακτύλῳ ὠθουμένου καὶ πιλουμένου εἰς βραχύτερον τόπον καὶ πιλοῦντος τὸν συμφυῆ ἀέρα, καὶ τῇ βίᾳ τῆς πιλήσεως κινούμενος προσκρούει τοῖς ἐντὸς σώμασι χονδρώδεσιν οὖσι καὶ σκληροῖς, καὶ οὕτω ποιεῖ τὸν ψόφον. καὶ μέγα φησὶ σημεῖον εἶναι τοῦ ὑγιαίνειν τὸ οὖς τὸ ἠχεῖν τὸν ἐντὸς ἀέρα· εἰ γὰρ μὴ ὑγίαινεν, οὐκ ἂν ᾐσθάνετο τοῦ γινομένου ὑπὸ τοῦ ἐντὸς ἀέρος ψόφου. οὐ γὰρ πάντῃ ἔχει ἀέρα τὸ κινησόμενον μέρος καὶ ἔμψυχον, ὥσπερ ἡ κόρη τὸ ὑγρόν. ὥσπερ τῆς κόρης τὸ ὑγρὸν προβέβληται, ὥστε δι’ αὐτοῦ ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν (κόρην δὲ λέγοι ἂν οὐ τὸ τρῆμα τὸ ἐν τῷ ῥαγοειδεῖ χιτῶνι·2 ἐσωτέρω γὰρ τούτου ἔστι τὰ ὑγρά· ἀλλὰ τὸν πόρον τοῦ ὀπτικοῦ νεύρου, δι’ οὗ τὸ ὀπτικὸν πνεῦμα ἔξεισιν), οὕτως καὶ τοῦ ἀκουστικοῦ αἰσθητηρίου προβέβληται ὁ συμφυὴς ἀήρ. ἐπεὶ οὖν τὸ ἔμψυχον καὶ ἀκουστικὸν μόριον, λέγω δὴ ἡ μῆνιγξ, μὴ πανταχόθεν ἔχει συμφυῆ ἀέρα συνεχῆ ὄντα ἑαυτῇ τε καὶ τῷ ἔξω ἀέρι, ἀλλὰ μόνον κατὰ τὰ ὦτα, διὰ τοῦτο οὐ πανταχόθεν ἀκουστικὸν τὸ ζῷον, ἀλλὰ μόνον διὰ τῶν ὤτων.
“而由于[听觉]处于空气中,当外部的[空气]被推动时,内部的[空气]便被推动。” 也就是说,由于构建在听觉中同生的空气与外部空气是连续的(因为对他而言,“处于空气中”指的就是这一意思),当外部空气被推动时,循着连续性,作为同生之物自身本不动的内部[空气]亦被推动。或许他并不是说它在位置上移动(因为他紧接着便说它是不可动的),而是就传导声音而言;在这方面,当[外部空气]被推动时,内部[空气]作为与外部相连续者亦进行传导。他说,这正是我们唯独通过耳朵听、而非通过身体的一切部分[听]的原因,因为唯独在耳朵中才有封闭的同生空气,它既与外部空气连续,又与听觉感觉器官连续,从而能够通过自身传递在外部空气中产生的作用。因此,正如视觉精气并非从各个方向都拥有向它传导空气中颜色现实活动的液体(因为在颈项处并不存在延伸至此、与空气和视神经连续的水晶体液或任何其他此类之物,而是存在着另一种厚重且遮蔽的物体,正因如此我们无法看到背后),同样,既然封闭且与外部空气及听觉部分连续的同生空气并非在各个方向都存在,而是唯独在耳朵中,因此我们并不通过其他部分听。同生的空气存在于耳腔之中,这一点从以下现象便可明了:因为若有人用手指塞住耳朵,他就会感知到某种嗡鸣以及内部空气的运动。这一现象的产生,是由于耳朵周围的外部空气被手指推挤并压实到更狭窄的地方,进而压实了同生的空气,而[同生的空气]受压实的强力推动,撞击内部软骨质且坚硬的物体,从而产生声音。并且[亚里士多德]说,内部空气的鸣响是耳朵健康的一大标志;因为若是耳朵不健康,它就不会感知到由内部空气所产生的声音。因为将要被推动的有灵魂的部分并非到处都拥有空气,正如瞳孔拥有液体一样。正如液体被置于瞳孔之前,以便通过它接收可见之物(他所说的“瞳孔”或许并非指葡萄膜中的开孔——因为诸体液处于这孔的更内部——而是指视神经的通道,视觉精气正是由此前行),同生的空气亦同样被置于听觉感觉器官之前。因此,既然有灵魂的听觉部分(我是指鼓膜)并非在各个方向都拥有与自身及外部空气相连续的同生空气,而是唯独在耳朵处拥有,因此动物并非在各个方向都具有听觉,而唯独通过耳朵[具有听觉]。
"Αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀὴρ διὰ τὸ εὔθρυπτον· ὅταν δὲ κωλυθῇ θρύπτεσθαι, ἡ τούτου κίνησις ψόφος." Καὶ ἀρχόμενος εἶπεν ὅτι ὥσπερ τὸ χρώματος δεκτικὸν ἄχρουν ἐστίν, οὕτω καὶ ἄψοφον τὸ ψόφου δεκτικόν. ἀλλ’ οὐ πᾶν ἄψοφον ψόφου δεκτικόν, ἀλλὰ τὸ τοιοῦτον οἷον ὁ ἀήρ. καὶ τὴν αἰτίαν, διὰ τί ἄψοφος, προσέθηκε· διὰ γὰρ τὸ εὔθρυπτος εἶναι, φησί, ἄψοφός ἐστιν. ὅταν δὲ κωλυθῇ κατὰ τὴν οἰκείαν φύσιν θρύπτεσθαι ὑπό τινος λείου καὶ στερεοῦ πληγῆς ἀθρόας, τότε ἡ τούτου κίνησις ψόφος γίνεται. σαφῶς δὲ ἐν τούτοις τὸν ψόφον εἶπε κίνησιν ἀέρος εἶναι συνεχοῦς καὶ ἑνὸς μεμενηκότος, κεκωλυμένου θρυφθῆναι διὰ ποιὰν πληγήν.3
“空气本身由于易碎确实是无声的;然而每当它被阻止碎裂时,它的运动便是声音。” 他在开篇时亦曾说过,正如接受颜色的东西是无色的,接受声音的东西同样也是无声的。但并非一切无声之物都能接受声音,唯有如空气这般之物才是如此。并且他补充了它为何无声的原因:他说,正是由于易碎,它才是无声的。然而,每当由于某种光滑且坚固之物的突然撞击,它按照自身的本性碎裂受到阻止时,在那时它的运动便成为声音。在此番言论中,他明确指出声音乃是由于某种特定撞击而被阻止碎裂、并保持连续与单一的空气的运动。
- 2.156Διὰ δὲ τὸ ἐν ἀέρι εἶναι
在亚里士多德原文中由介词 διά 支配的冠词不定式短语 τὸ ἐν ἀέρι εἶναι 未明示逻辑主语,但菲洛波诺斯在后文评注中将其意译为“听觉中同生的空气与外部空气相连续”,即把耳内同生空气与外部介质的相接状态作为该从句的逻辑主语与涵义。
- 2.156κόρην δὲ λέγοι ἂν οὐ τὸ τρῆμα τὸ ἐν τῷ ῥαγοειδεῖ χιτῶνι
λέγοι ἄν 为带有 ἄν 的希求法,表达委婉的断定(潜能),此处将 οὐ τὸ τρῆμα... ἀλλὰ τὸν πόρον 作为直接宾语,并将 κόρην 作为述语宾格(双重宾格结构)。基于解剖学观察,评注者在此指出亚里士多德所说的“瞳孔”并非指葡萄膜中的孔隙,而是指视神经的通道。
- 2.157διὰ ποιὰν πληγήν
ποιός 在此充当不定形容词,意为“某种特质的”或“特定性质的”撞击,指前句所提及的光滑且坚固之物所施加的急剧击打。
