← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§363.32-365.17

连续空气运动与耳内同生空气的作用

斐洛波诺斯解释了发声之物何以被界定为“将由于连续性而为一的空气推动直至听觉”,并阐述了耳内构建的同生空气如何在保护鼓膜免受外部冲击的同时将声音传导至感觉中枢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.155

" Ψοφητικὸν μὲν οὖν τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχείᾳ μέχρις ἀκοῆς." Ἐπειδὴ μὴ πᾶν ἁπλῶς τὸ τύπτον καὶ τὸ τυπτόμενον ποιεῖ ψόφον, ὁρίζεται τί ποτέ ἐστι τὸ ψοφητικόν, ὅτι τὸ δυνάμενον, φησίν, ἕνα καὶ συνεχῆ τὸν ἀέρα τηρῆσαν κινῆσαι μέχρι τῆς ἀκοῆς. τοιοῦτον δέ ἐστι τὸ στερεὸν καὶ λεῖον διὰ τὰς εἰρημένας αἰτίας. εἰπὼν δὲ κινητικὸν ἑνὸς ἀέρος προσέθηκε συνεχείᾳ μόνον, οὐχὶ λέγων τῷ ἀριθμῷ,1 ὥστε συνεχῆ καὶ ἄθρυπτον διὰ τὴν πληγὴν μεῖναι καὶ τὸ τοιοῦτον ἀποδοῦναι σχῆμα τῷ μετ’ αὐτόν, καὶ τοῦτο κατὰ συνέχειαν μέχρι τῆς ἀκοῆς. εἴη δ’ ἂν τοῦτο λεγόμενον οὐχ ἁπλῶς περὶ ψόφου, ἀλλὰ τοῦ ἀκουομένου ψόφου, διόπερ καὶ προσέθηκε μέχρι τῆς ἀκοῆς· δύναται γὰρ καὶ περαιτέρω τῆς ἀκοῆς κινηθῆναι ὁ ψόφος, ἀλλ’ οὐκέτι ὡς ἀκουστός. ταῦτα εἰπών, ἵνα μήτις νομίσῃ τοῦτο λέγειν αὐτὸν ὅτι μέχρις αὐτῆς τῆς μήνιγγος ἔξωθεν κινούμενος ἀὴρ ἀφικνεῖται, καὶ αὐτός ἐστιν ὁ προσεχῶς κινῶν τὸ αἰσθητήριον, ἐπήγαγε τὸ ἐφεξῆς ὅτι ἀκοῇ δὲ συμφυὴς ἀήρ.2 ἔστι γὰρ ἀήρ τις συμφυὴς ἐγκατῳκοδομημένος ἐν τοῖς κοιλώμασι τῶν ὤτων πρὸς αὐτῇ τῇ μήνιγγι, ὃς πρῶτος πάσχων ὑπὸ τοῦ ἔξωθεν κινουμένου ἀέρος καὶ δεχόμενος τὰς τῶν ψόφων ἐνεργείας διαπορθμεύει ἐπὶ τὸ πρῶτον αἰσθητικόν. τοῦτο δ’ ἔστι τὸ ἀκουστικὸν πνεῦμα τὸ ἐν αὐτῇ τῇ μήνιγγι ἱδρυμένον. αἱ γὰρ αἰσθήσεις ἀπὸ τοῦ ἐγκεφάλου ἀρχόμεναι διὰ τῶν νεύρων ἄχρι τῶν αἰσθητηρίων προΐασιν. πρόεισιν οὖν καὶ ἡ ἀκουστικὴ δύναμις μέχρι τῆς ῥίζης τῶν ὤτων, ἃς καλοῦσι μήνιγγας. ἔστι δὲ νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου προϊὸν πεποροποιημένον, ἐν ᾧ πόρῳ ἐστὶ τὸ ἀκουστικὸν πνεῦμα. ἔστιν οὖν ἀπειλημμένος τις ἀὴρ ἐν τῷ κοιλώματι τῆς ἀκοῆς συμφυὴς ὢν τῇ μήνιγγι καὶ τῷ ὑμένι. οὗτος οὖν ὁ ἀὴρ δεχόμενος ἐκ τοῦ ἔξωθεν ἀέρος τοὺς ψόφους, ἔχων καὶ αὐτὸς τὴν διηχῆ δύναμιν δι’ ἑαυτοῦ ἐπὶ τὴν μήνιγγα διαπορθμεύει τοὺς ψόφους. πρόεισι δ’ ἀπὸ πλατυτέρου πόρου ἐπὶ στενότερον, λέγω δὴ τοῦ κοιλώματος τοῦ ὠτὸς μέχρι τοῦ πόρου τῆς μήνιγγος. οὐ δεῖ δὲ νομίζειν τοῦτον τὸν ἀέρα, εἰ καὶ συμφυής ἐστιν, ἤδη καὶ ἄφθαρτον εἶναι ὡς ἀεὶ ἕνα καὶ τὸν αὐτὸν ἀριθμῷ ὄντα· ἀλλὰ ἔστι κατὰ μέρη φθαρτὸς καὶ γεννητὸς ὥσπερ καὶ τὸ ἄλλο τοῦ ἀνθρώπου σῶμα. εἰ δὲ καθ’ ὅλον ἑαυτὸν πάθοι οὗτος ὁ ἀὴρ καὶ φθαρείη, ἀπόλλυται καὶ ἡ ἀκουστικὴ τοῦ ζῴου ἐνέργεια· διὰ γὰρ τοῦτο καὶ ὑπὸ τῆς φύσεως τῆς μήνιγγος προβέβληται, ἵνα δέχηται τὰς τοῦ ἔξωθεν ἀέρος προσβολάς, καὶ μὴ τῇ μήνιγγι προσβάλλων ὁ ἔξωθεν ἀὴρ φθείρῃ αὐτήν, ὥσπερ καὶ ἐπὶ τῆς ὄψεως. καὶ γὰρ καὶ ἐπὶ ταύτης κατεσκεύασεν ἡ φύσις συμφυές τι τῷ ὀφθαλμῷ διαφανές, λέγω δὴ τό τε κρυσταλλοειδὲς ὑγρὸν καὶ ἁπλῶς τὰ ὑγρὰ καὶ τὸν κερατοειδῆ χιτῶνα, ἅπερ διαφανῆ ὄντα καὶ πρῶτα δεχόμενα τὴν τοῦ ἔξωθεν διαφανοῦς ἐνέργειαν δι’ ἑαυτῶν διαπορθμεύουσι ταύτην ἐπὶ τὸ ὀπτικὸν νεῦρον, ἐν ᾧ τὸ ὀπτικὸν πνεῦμα, ὅπερ νεῦρον κατιὸν ἀπὸ τοῦ ἐγκεφάλου τελευτᾷ μέχρι τῆς ἀρχῆς τοῦ κρυσταλλοειδοῦς. ὥσπερ οὖν ἐπὶ τῆς ὄψεως εἰ πάθοι τὰ προβλήματα ταῦτα ἢ ἕν τι αὐτῶν, φθείρεται ἡ τῆς ὄψεως ἐνέργεια, οὕτω καὶ ἐπὶ τῆς ἀκοῆς εἰ τὸ ἀερῶδες τοῦτο πρόβλημα φθαρῇ, φθείρεται ἡ ἀκουστικὴ ἐνέργεια παθούσης τῆς μήνιγγος τῷ ἀμέσως δέχεσθαι τὰς τοῦ ἔξωθεν ἀέρος προσβολάς.3 διὸ καὶ ὑπὸ μεγάλων ψόφων πάσχει ἡ ἀκοή, τοῦ ἔξωθεν ἀέρος σφοδρῶς ὠθουμένου καὶ τῇ βίᾳ ὠθοῦντος τὸν ἐν τοῖς ὠσὶ συμφυᾶ ἀέρα καὶ πολλάκις διασκεδαννύντος αὐτόν. διά τε οὖν τοῦτο ἡ φύσις ἐγκατῳκοδόμησε τοῖς ὠσὶ τοῦτον τὸν ἀέρα καὶ διὰ τὰς περιστατικὰς τοῦ ζῴου ἐνεργείας, οἷον τὰς ἐν τοῖς ὕδασι καταδύσεις· εἰ γὰρ μὴ ἦν οὗτος, ἐν ταῖς καταδύσεσιν ἤμελλε τὸ ὕδωρ αὐτῷ προσπελάζειν τῷ αἰσθητηρίῳ καὶ βλάπτειν, ἢ εἴ τι καὶ ἐπινενόηται πρόβλημα ὑπὸ τῆς φύσεως διὰ τὸ μὴ εἰσιέναι τὸ ὕδωρ, οὐκ ἂν ἤκουσε τὸ ζῷον4 ὑποβρύχιον ὂν μὴ ὄντος τοῦ διηχοῦς τοῦ μέχρι τοῦ αἰσθητηρίου διαβιβάζοντος τοὺς ψόφους. εἰς φυλακὴν οὖν τοῦ αἰσθητηρίου ἐγκατῳκοδόμηται· διὰ τοῦτο δὲ καὶ ἑλικοειδεῖς ἐποίησεν ἡ φύσις τοὺς πόρους τῶν ὤτων, ἵνα μὴ ῥᾳδίως εἰσιόντα ἢ τὸ ὕδωρ ἢ ὁ ἀὴρ ἢ ἄλλο τι πλήξῃ τὴν μήνιγγα.

“因此,发声之物乃是能够将由于连续性而为一的空气推动直至听觉之物。” 既然并非凡是击打者与受击打者都无差别地产生声音,[亚里士多德]便界定了发声之物究竟是什么,他说,发声之物乃是“能够将空气保持为一且连续、并推动直至听觉”之物。而根据上述原因,坚固且光滑之物正是如此之物。在说了“能够推动单一空气之物”之后,他仅添加了“由于连续性”,并非说是数目上的[一],而是为了使[空气]由于撞击而保持连续且不碎裂,并将此种形状传递给其后的空气,且这一过程循着连续性直至听觉。这或许并非单单就声音而言,而是就所听到的声音而言,正因如此他才添加了“直至听觉”;因为声音也可以被推动到超越听觉之处,但不再是作为可听之物。在说了这些之后,为了不让人以为他是说从外部被推动的空气直接抵达鼓膜本身且正是它直接推动感觉器官,他便补充了紧接其后的语句,即“空气与听觉同生”。因为有一种生来的空气构建在耳朵的空腔内、紧邻鼓膜本身,它最先受到从外部被推动的空气的作用并接收声音的现实活动,将其传导至首要的感觉中枢。而这便是驻留于鼓膜本身的听觉精气。因为诸感觉始于脑部,通过神经前行直至感觉器官。因此,听觉能力也前行直至耳朵的根部,人们称之为鼓膜。并且有一条从脑部前行、带有通道的神经,听觉精气便处于这一通道之中。因此,在听觉的空腔中闭锁着某种空气,它与鼓膜和薄膜同生。于是,这空气从外部空气中接收声音,并且自身亦具有透音能力,便通过自身将声音传导至鼓膜。并且〔这空气〕从较宽的通道前行至较窄的通道,我是指从耳腔直至鼓膜的通道。但不应当认为,这空气即便是同生的,便因此已是数目上始终单一且同一的不可毁灭之物;相反,正如人体的其余部分一样,它在各部分上是可毁灭且可生成的。而若这空气整体受损并遭毁灭,动物的听觉现实活动亦随之丧失;正是为了这一缘故,它才被自然置于鼓膜之前作为防护,以便承受外部空气的冲击,而不致使外部空气冲击鼓膜并使其受损,正如在视觉的情形中一样。因为在视觉中,自然亦准备了与眼睛同生的某种透明之物,我是指水晶体液以及一般而言的诸体液和角膜,它们既然是透明的且最先承受外部透明介质的现实活动,便通过自身将其传导至视神经,视神经中含有视觉精气,该神经从脑部下行并止于水晶体[液]的起点。因此,正如在视觉中,若这些防护物或其任一者受损,视觉的现实活动便遭毁灭,在听觉中亦同样如此,若这一由空气构成的防护物遭毁灭,鼓膜因直接承受外部空气的冲击而受损,听觉现实活动便随之毁灭。听觉亦正因此受到巨大声音的损伤,因为外部空气受到剧烈推挤,凭借其强力推挤耳中同生的空气并常常使其四散。因此,自然将这空气构建在耳朵中,既是为了这一缘故,也是为了动物的偶然活动,例如在水中的潜伏;因为若无此物,在潜水时水就会逼近感觉器官本身并造成伤害,或者即使自然为了水不进入而设计了某种防护,只要没有将声音传导直至感觉器官的透音介质,动物在潜入水下时亦不能听见。因此,它是为了保护感觉器官而被构建其中的;而自然亦正因此使耳朵的通道呈现螺旋状,以免进入的水或空气或任何其他东西轻易撞击鼓膜。

语法注4 条
  1. 2.155προσέθηκε συνεχείᾳ μόνον, οὐχὶ λέγων τῷ ἀριθμῷ

    προσέθηκε 的宾语在语境中意指“συνεχείᾳ(由于连续性)这一限定语”,μόνον 作副词修饰。分词短语 οὐχὶ λέγων τῷ ἀριθμῷ(“并非说是数目上的[一]”)构成对比性说明,表明亚里士多德并非指整团空气作为单一实体移动(数目上的一),而是指撞击不破碎地以波动传递的“连续性的一”。

  2. 2.155ἐπήγαγε τὸ ἐφεξῆς ὅτι ἀκοῇ δὲ συμφυὴς ἀήρ

    ἐπήγαγε(“补充/附加上”)的宾语是 τὸ ἐφεξῆς(“紧接其后的文句”),ὅτι 从句(“空气与听觉同生”)同格地引出该引文,即亚里士多德在 420a4 的后续文本。

  3. 2.155παθούσης τῆς μήνιγγος τῷ ἀμέσως δέχεσθαι τὰς τοῦ ἔξωθεν ἀέρος προσβολάς

    παθούσης τῆς μήνιγγος 是表原因的属格绝对结构(“因鼓膜受损”)。随后的定冠词与格不定式 τῷ ἀμέσως δέχεσθαι(“由于直接承受……”)表示手段或方式,修饰分词 παθούσης。

  4. 2.155ἢ εἴ τι καὶ ἐπινενόηται πρόβλημα ὑπὸ τῆς φύσεως διὰ τὸ μὴ εἰσιέναι τὸ ὕδωρ, οὐκ ἂν ἤκουσε τὸ ζῷον

    这是紧接前文反事实条件句(εἰ γὰρ μὴ ἦν οὗτος, ... ἤμελλε)的第二个假定。条件从句采用直陈式完成时表示让步假定(εἰ ... ἐπινενόηται,“即使……被设计出来”),归结从句 οὐκ ἂν ἤκουσε 则采用 ἄν 加不定过去时直陈式构成过去反事实假定(“动物本不可能听见”),表明若无内部传导介质,水下听觉断不可能实现。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:363.32-365.17