- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:362.9-363.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯注疏了亚里士多德由光的普遍反射类比声音反射(回声)亦普遍存在但明晰度有异的论述(419b27),继而阐明了早期自然哲学家将“虚空”视作听觉主导者的观点,指出其合理性在于他们将空气误认作虚空(419b33)。
" Ἔοικε δὲ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής, ἐπεὶ συμβαίνει γε ἐπὶ τοῦ ψόφου, καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ ἀνακλᾶται." Ὅτι τοῦ φωτὸς ἡ ἀνάκλασις οὐ μόνον ἀπὸ τῶν λείων, ἀλλὰ καὶ ἀπὸ παντὸς γίνεται σώματος, συντόμως κατασκευάζει ἀπὸ τῆς ἐναργείας τῷ πάντα τόπον πεφωτίσθαι,1 μὴ μόνον τὸν κατάντικρυς τοῦ ἡλίου τόπον, ἀλλὰ καὶ τὸν ὑπεσταλμένον καὶ σκεπόμενον ὑπό τινος στερεοῦ σώματος, οἷον τὰ ὑπὸ στέγης ἢ τοίχου. εἰ γὰρ μὴ ἐγίνετο ἐν τούτοις μηδεμία φωτὸς ἀνάκλασις ἢ ἀπὸ γῆς ἢ ἀπὸ τοίχου τινός, ἐσκοτισμένα ἔμελλον εἶναι καὶ οὐ πεφωτισμένα. ἀλλ’ οὐχ ὁμοία ἡ ἀνάκλασις ἡ ἀπὸ τοῦ τυχόντος σώματος γινομένη ἢ ἀπὸ ὕδατος ἢ χαλκοῦ ἢ καί τινος τῶν λείων· ἐναργεστέρα γὰρ ἡ ἀπὸ τῶν τοιούτων σωμάτων ἀνάκλασις καὶ ἰσοδυναμοῦσα σχεδὸν τῷ κατὰ πρώτην προσβολὴν τοῦ ἡλίου φωτισμῷ. σκιᾷ γοῦν περιορίζεται τὰ ὑπὸ τοῦ ἡλίου καταλαμπόμενα τῶν λοιπῶν, ὁμοίως δὲ καὶ τὰ ἀπὸ τῶν τοιούτων ἀνακλάσεων· ἐπιπροσθοῦντος γὰρ σώματος τῇ ἀπὸ τῶν τοιούτων σωμάτων ἀνακλάσει τοῦ φωτὸς σκιὰ γίνεται ἐν τῷ ἐπιπροσθουμένῳ μέρει. ἐναργῶς δὲ πρόδηλον τὸ διάφορον τῶν ἀνακλάσεων καὶ ἐντεῦθεν· εἰ γὰρ ὦσι δύο τόποι, ὁ μὲν ἡλιωμένος ὁ δὲ ἐσκιασμένος κατά τινα ἐπιπρόσθησιν τοίχου, ὅτι μὲν γέγονεν ἀνάκλασίς τις φωτὸς εἰς τὸν ἐσκιασμένον τόπον ἢ ἀπὸ γῆς ἢ ἀπό τινος τοιούτου πρόδηλον ἐκ τοῦ μὴ σκότος εἶναι ἐν αὐτῷ ἀλλὰ φῶς· βραχεῖα μέντοι ἡ ἀνάκλασις, ὡς μὴ σκιὰν ποιεῖν τὰ ἐν τούτῳ ὄντα στερεὰ σώματα· ἐν γὰρ τοῖς ἐσκιασμένοις ἱστάμενοι τόποις σκιὰν οὐ ποιοῦμεν· ἐὰν μέντοι ἐν τῷ ἡλιωμένῳ τόπῳ θῇς ἢ χαλκὸν ἢ ὕδωρ ἢ ὕελον ἤ τι τῶν λείων ἀντιπρόσωπον τῷ ἐσκιασμένῳ τόπῳ, ὄψει ἑτέραν γινομένην ἐπὶ τὸν ἐσκιασμένον τόπον ἀνάκλασιν, ὡς καὶ τὸν ἐσκιασμένον λοιπὸν ἡλιοῦσθαι, ὥσπερ καὶ τὸν λοιπόν, καὶ οὕτως ὡς καὶ ὅπερ ἤδη εἶπον σκιὰν ἄλλην δύνασθαι γενέσθαι ἐν αὐτῷ, εἴ τι ἐπιπροσθήσοι. ὥσπερ οὖν, φησίν, ἐπὶ τοῦ φωτὸς ἀπὸ παντὸς μὲν σώματος ἀνάκλασις γίνεται, οὐκ ἀπὸ παντὸς δὲ ὁμοία, ἀλλὰ τρανὴς μὲν ἡ ἀπὸ τῶν λείων, ἀμυδρὰ δὲ ἡ ἀπὸ τῶν μὴ τοιούτων, οὕτω, φησί, καὶ ἐπὶ τοῦ ψόφου ἔοικε μὲν ἀπὸ παντὸς τοῦ ἀντιτυπήσαντος ἀνάκλασις γίνεσθαι, οὐ μὴν ὁμοία οὐδ’ οὕτω σαφὴς ὁποία ἐπὶ τῆς ἠχοῦς ἀπὸ τῶν κοίλων ὁμοῦ καὶ λείων γινομένη τόπων διὰ τὰς εἰρημένας αἰτίας. εἰ γὰρ μὴ εἴη κοῖλον ἀλλ’ ἐπίπεδον, σκεδάννυται ὁ ἀὴρ καὶ οὐ πρὸς ἡμᾶς ῥεῖ, ἀλλὰ διαχεῖται ἢ ὀλίγος φέρεται πρὸς ἡμᾶς. εἰ δὲ μὴ εἴη λεῖον τὸ ἐπίπεδον, ἐπὶ πλέον ἀμυδροτέρα ἡ ἀνάκλασις διὰ τὰς εἰρημένας αἰτίας γίνεται. ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ὥσπερ ἀφ’ ὕδατος ἢ χαλκοῦ ἢ καί τινος ἄλλου τῶν λείων, ὥστε σκιὰν ποιεῖν, ᾧ τὸ φῶς ὁρίζομεν. ἔνθα γὰρ ᾖ πολὺ τὸ φῶς, ἐκεῖ ἐπιπροσθοῦντός τινος σκιὰ γίνεται. ἐν οὖν τῷ ἄλλῳ μέρει, ἔνθα μήτε ἡ ἀνάκλασις ἀπὸ λείων μήτε αὐτόθεν ἥλιος ἐλλάμπει, γίνεται μέν τις ἀνάκλασις, οὐ τοσαύτη δὲ ὥστε σκιὰν ποιῆσαι ἐπιπροσθοῦντός τινος, ὅπερ γίνεται ἐπὶ τῆς ἀπὸ τῶν λείων ἀνακλάσεως.
“回声似乎总是产生,但并不明晰,因为在声音上所发生的事,正如在光上一样;因为光也是总在反射。” 关于光的反射不仅产生于光滑物体,而且产生于一切物体,[亚里士多德]根据明晰的事实作了简要的论证,依据的是一切场所都被照亮——不仅正对太阳的场所,而且退居其后、被某种坚固物体遮蔽的场所,如屋顶或墙壁之下的场所亦然。因为如果在这些场所中,根本没有来自地面或某面墙壁的光的反射产生,它们本该是黑暗的而非被照亮的。但产生于任意物体的反射,并不类似于产生于水、青铜或某种光滑物体的反射;因为来自此类物体的反射更为明晰,其效力几乎等同于太阳初次照射时的照亮。无论如何,被太阳照亮的部分是通过阴影而与其余部分隔开的,由这类反射所照亮的部分亦同样如此;因为当某物体遮挡来自这类物体的光的反射时,在被遮挡的部分便会产生阴影。而反射的差异由下述情况亦明显可见:因为如果有两个场所,一个是有日光的,另一个是由于墙壁的某种遮挡而处于阴凉处的,那么,有某种来自地面或类似之物的光的反射进入了阴凉场所,这一点从其内部并非黑暗而是有光便预先显然可知;然而这反射是微弱的,以致处于其中的坚固物体并不产生阴影;因为站在阴凉场所中,我们并不投下阴影。然而,如果你在有日光的场所中放置正对阴凉场所的青铜、水、玻璃或某种光滑之物,你将看到朝向阴凉场所产生了另一反射,以致该阴凉场所此后也像其余部分一样受到日光照射,并且如我已说过的,达到若有物遮挡便能在其中产生另一阴影的程度。因此,正如他说,在光的情形中反射产生于一切物体,却并非同样地产生于一切物体,而是来自光滑之物的反射明晰,来自非光滑之物的反射微弱,同样地,他说,在声音的情形中,反射似乎产生于一切发生抗阻之物,但由于上述原因,却并不与回声中来自既凹陷又光滑之场所的反射相同,亦不如其明晰。因为如果不凹陷而是平坦的,空气便会散开而不流向我们,而是散溢开或仅有少许传向我们。而如果平坦的表面不光滑,由于上述原因,反射便变得更加微弱。但是,[来自任意物体的反射]并不像来自水、青铜或光滑之物的其他某种东西那样反射,以致能产生我们借以界定光的阴影。因为在光充沛之处,有物遮挡时便产生阴影。因此,在既没有来自光滑之物的反射、亦无太阳直接照耀的另一部分中,虽然产生某种反射,却不大到在有物遮挡时能产生阴影,而产生阴影正是来自光滑之物的反射中所发生的事。
"Τὸ δὲ κενὸν ὀρθῶς λέγεται κύριον τοῦ ἀκούειν." Εἰπὼν τὸν ἀέρα τοῦ ψόφου καὶ τοῦ ἀκούειν αἴτιον, καὶ μὴ μόνον, ἀλλὰ συναίτιον ὡς ὕλην (εἶπε γὰρ τὸν ψόφον πληγὴν εἶναί τινος πρός τι καὶ ἔν τινι, τοῦ τε πλήττοντος καὶ τοῦ πληττομένου καὶ τοῦ μεταξύ, τὸ δὲ μεταξὺ τοῦτο τὸν ἀέρα εἶναι) ἔτι δὲ καὶ μέλλων πάλιν τοῦτο δεικνύναι, βούλεται αὐτοῦ τούτου μάρτυρας πάντας τοὺς πρὸ αὐτοῦ φυσικοὺς ἐπαγαγέσθαι.2 πάντες γάρ, φησίν, ἔλεγον τὸ κενὸν κύριον εἶναι τοῦ ψόφου· τοῦτο δέ, φησίν, ὀρθῶς ἔλεγον· τὸν γὰρ ἀέρα κενὸν ἐνόμιζον. ᾗ μὲν οὖν τὸν ἀέρα κενὸν νομίζοντες κύριον εἶναι λέγουσι τὸ κενὸν τοῦ ψόφου, ὀρθῶς λέγουσιν· ᾗ δὲ τὸν ἀέρα [μὴ] κενὸν ἐνόμιζον, οὐκέτι ὀρθῶς. οὗτος οὖν ὁ ἀὴρ κύριός ἐστι τοῦ ἀκούειν ὡς συναίτιος, ὅταν συνεχὴς ὢν καὶ εἷς κινηθῇ ὑπὸ τοῦ τύπτοντος καὶ τυπτομένου. συνεχὴς δὲ καὶ εἷς γίνεται, ὅταν λεῖον ᾖ τὸ πλῆττον· ὅλος γὰρ ἅμα κινεῖται. τὸ γὰρ λεῖον ἕν ἐστιν· ὡς ἀπὸ ἑνὸς οὖν καὶ τοῦ αὐτοῦ κινούμενος εἷς ἐστι. τὸ δὲ τραχὺ οὐχ ἕν· καθ’ ἑκάστην γὰρ ἐξοχὴν καὶ ἀνωμαλίαν ἄλλο ἐπίπεδον ἐκβάλλει· εὔθρυπτος οὖν ὢν ὁ ἀὴρ ὅταν ἀπὸ τραχέος ὠθεῖται, οὐχ εἷς μένων κινεῖται, ἀλλὰ θρυπτόμενος.
“而虚空被正确地称为听觉的主导者。” [亚里士多德]在说明了空气是声音和听觉的原因,并且不仅如此,而且是作为质料的协同原因之后,并且既然他又将再次表明这一点,他便意欲引出在他之前的所有自然哲学家作为这同一事实的见证人(因为他说过,声音是某物撞击某物并在某物之中的撞击,亦即击打者、受击打者与中介者的撞击,而这中介者就是空气)。因为他说,他们所有人都说过虚空是声音的主导者;而他说,他们这样说是正确的;因为他们把空气当成了虚空。因此,就他们把空气当成虚空而说虚空是声音的主导者而言,他们说得正确;但就他们把空气当成虚空而言,便不再正确。因此,当这空气保持连续且为一、被击打者和受击打者推动时,它作为协同原因便是听觉的主导者。而当击打者光滑时,[空气]便成为连续且为一的;因为它是整体一并被推动的。因为光滑之物是一;所以,作为被同一且单一之物推动的,[空气]是一。但粗糙之物不是一;因为依照每一个突起和不平整,它都伸展出不同的平面;因此,空气既然易碎,当它被粗糙之物推挤时,便不是保持为一而运动,而是在碎裂中运动。
- 2.153συντόμως κατασκευάζει ἀπὸ τῆς ἐναργείας τῷ πάντα τόπον πεφωτίσθαι
带冠词不定式的与格短语 τῷ πάντα τόπον πεφωτίσθαι 充当动词 κατασκευάζει 的手段或原因与格,具体阐述了前面的介词短语 ἀπὸ τῆς ἐναργείας(“根据明晰的事实”),即通过“一切场所都被照亮”这一事实来进行论证。
- 2.154Εἰπὼν τὸν ἀέρα τοῦ ψόφου καὶ τοῦ ἀκούειν αἴτιον... βούλεται αὐτοῦ τούτου μάρτυρας πάντας τοὺς πρὸ αὐτοῦ φυσικοὺς ἐπαγαγέσθαι.
整句的句法骨架由修饰未明言主语(亚里士多德)的完成时分词 Εἰπὼν 与现在分词 μέλλων(由 ἔτι δὲ καί 连接)构成,最终落实到支配补充不定式 ἐπαγαγέσθαι 的主要动词 βούλεται 上。中间由 εἶπε γὰρ... 引导的部分是在该长句中插入的解释性说明。
