← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§361.13-362.8

回声中语序的保持与声音现实活动的反射

菲洛波诺斯解释了回声如何因容器处弹回的最后空气反向逐次传递撞击而保持词序,并类比光等非物体性现实活动的反射,论证了声音的反射可能亦非受击打空气本身的反弹,而是唯独现实活动(声音)在发生反射。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.152#2

ὁ δὴ τελευταῖος πρὸς τὸ ἀγγεῖον πληγείς τε καὶ σχηματισθεὶς καὶ κωλυθεὶς εἰς τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθεὶς ὥσπερ σφαῖρα ἀπὸ στερεοῦ τινος τὸν ἐπὶ τάδε αὐτοῦ πάλιν ἔπληξε καὶ ἐσχημάτισε,1 καὶ οὕτως ἡ διάδοσις πάλιν ἐπὶ ταῦτα τῆς τε πληγῆς καὶ τοῦ ψόφου γίνεται. ἔναρθρος δὲ ἡ ἠχὼ γίνεται, ἐπειδὴ ὁ πρῶτος ὑφ’ ἡμῶν διαλεγομένων πληττόμενος ἀὴρ πρῶτος καὶ ἀνακλᾶται φέρων εἰς ἡμᾶς πάλιν τῆς πρώτης λέξεως τὴν ἠχώ, καὶ ὁ δεύτερος τῆς δευτέρας, καὶ οὕτως ἡ τάξις τῆς διαλέκτου φυλάττεται. ἐντεῦθεν πιθανῶς ἔστι συλλογίσασθαι καὶ τὸ ἐπὶ τοῦ κατὰ τὰς ἐνεργείας τῶν ὁρατῶν. ἠπορεῖτο γὰρ πῶς οἷόν τέ ἐστιν ἀσωμάτων οὐσῶν τῶν ἐνεργειῶν τῶν ὁρατῶν ἀνακλάσεις ὑποτίθεσθαι· τίς γὰρ ἂν εἴη ἀσωμάτου ἀνάκλασις; εἰ τοίνυν ὁ ψόφος ἐνέργειά τίς ἐστι τοῦ ἀέρος καὶ τελείωσις τοῦ ἐν αὐτῷ διηχοῦς, αὕτη δ’ ἡ ἐνέργεια σαφῶς ἀνακλᾶται, ὅταν λείῳ τε καὶ κοίλῳ προσπέσῃ, ὡς ἐπὶ τῆς ἠχοῦς (οὐδεμία γὰρ ἐνταῦθα ἀμφιβολία ὡς ἀνάκλασις γίνεται), τί ἀδύνατον τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν τῶν ὁρατῶν συμβαίνειν; φημὶ δὲ πρὸς τοῦτο ὅτι, εἰ καὶ ὁ ψόφος ἀνακλᾶται, ἀλλ’ οὐκ αὐτὸς καθ’ αὑτόν, ἀλλὰ μετὰ τοῦ οἰκείου ὑποκειμένου, λέγω δὴ τοῦ ἀέρος· τοῦτο γὰρ ἐλέγετο ὅτι διὰ τοῦτο μάλιστα ἀπὸ τῶν κοίλων ἡ ἠχὼ γίνεται, ὅτι μὴ σκεδαννύμενος ἀλλὰ συνέχειαν φυλάττων διὰ τὸ περιέχον ὁ ἀὴρ ἀνακλᾶται· τὰς μέντοι τῶν ὁρατῶν ἐνεργείας αὐτὰς καθ’ αὑτὰς ἄνευ ὑποκειμένου ἀνακλᾶσθαί φασι. μήποτε δὲ οὐδὲ ἐπὶ τῶν ψόφων ἀληθὲς τὸ αὐτὸν ἀνακλᾶσθαι τὸν ψοφοῦντα ἀέρα.2 ὁρῶμεν γὰρ ὅτι οὐ μόνον οἱ κατ’ εὐθεῖαν ὄντες τῶν ἀφ’ ὧν ἡ ἀνάκλασις ἀκούουσι τῆς ἠχοῦς, ἀλλὰ καὶ οἱ ἐκ πλαγίων. εἰ οὖν μὴ οἷόν τε πανταχοῦ τὸν ἀέρα ἀθρόως ἀπιέναι, θρυφθεὶς δὲ οὐκέτ’ ἂν ἐψόφει, μήποτε κἀνταῦθα μόνης τῆς ἐνεργείας, λέγω δὴ αὐτοῦ τοῦ ψόφου, ἡ ἀνάκλασις γίνεται. εἰ γὰρ ὅλως μὴ φοιτῶντος πρὸς τὸ αἰσθητήριον τοῦ πληγέντος ἀέρος κατὰ τοῦ ὕδατος δύντων διαβιβάζονται οἱ ψόφοι ἐπὶ τὰ αἰσθητήρια, δῆλον δήπου ὅτι καὶ ἐπὶ τὸ λεῖον ἢ κοῖλον ᾧ προσέπεσεν οὐ μετὰ τοῦ πληγέντος ἀέρος ἥκει, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ φωτὸς ποιά τις ὕλη δεξαμένη τὸ φῶς οἵα τέ ἐστι καὶ αὐτὴ ὁμοίως φωτίζειν τὰ παρακείμενα, καὶ τὴν τοιαύτην ἐνέργειαν ἀντανάκλασιν καλοῦμεν, τί κωλύει τὸ αὐτὸ καὶ ἐπὶ τῶν ψόφων συμβαίνειν; ὅτι δὲ οὐκ ἔστι σῶμα τὸ φῶς, σαφῶς δέδεικται.

于是,在容器处受到击打并被塑造、且被容器阻止向前传布撞击的最后[部分空气],由于坚固物体的抗力而反向被推回,如同从某种坚固之物弹回的球一样,再次击打并塑造位于它这边的[空气],如此一来,撞击与声音便又向这一侧传布。回声之所以是清晰分节的,乃是因为我们说话时最先受击打的空气最先反射,把第一个词的回声再次带回给我们,而第二部分[空气带回]第二个[词的回声],如此便保持了对话的次序。由此亦可令人信服地推论出关于可见物之现实活动的情形。因为曾有疑难提出:既然可见物的现实活动是非物体的,怎能假定反射呢?因为非物体之物会有何种反射呢?因此,若声音是空气的某种现实活动,是其中传声潜能的实现,而这一现实活动在撞击到光滑且凹陷之物时显然发生反射,如在回声的情形中那样(因为在此反射的发生毫无疑问),那么这同一现象发生在可见物的现实活动上,又有何不可能呢?对此我说:即便声音反射,它亦非依其自身反射,而是连同其特有的基底(我指空气)一同反射;因为此前曾说,回声之所以主要产生于凹陷之物,是因为空气不散开、而是由于包围物保持连续性而发生反射;然而人们却说,可见物的现实活动是离开基底、依其自身反射的。不过,或许即使在声音的情形中,发声的空气自身发生反射也并非属实。因为我们看到,不仅与反射源处于同一直线上的人能听到回声,而且处于侧面的人亦能听到。因此,如果空气不可能一并散布到各处,而散碎后又不再发声,那么或许在这里亦唯有现实活动的反射——我指声音本身——发生。因为,如果在潜入水下的人那里,受击打的空气根本未走向感觉器官,而声音却传布到感觉器官,那么显然,它向所撞击的光滑或凹陷之物,亦非连同受击打的空气一同到来;相反,正如在光的情形中,某种质料接受了光之后,自身亦能同样照亮周围之物,而我们将这种现实活动称为反照,那么,何妨在声音的情形中亦发生同样的事情呢?至于光并非物体,已被清楚地证明了。

语法注2 条
  1. 2.152ὁ δὴ τελευταῖος πρὸς τὸ ἀγγεῖον πληγείς τε καὶ σχηματισθεὶς καὶ κωλυθεὶς εἰς τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθεὶς ὥσπερ σφαῖρα ἀπὸ στερεοῦ τινος τὸν ἐπὶ τάδε αὐτοῦ πάλιν ἔπληξε καὶ ἐσχημάτισε

    该句的骨干结构是主语 ὁ τελευταῖος(省略 ἀήρ),后接一系列被动分词(πληγείς, σχηματισθείς, κωλυθείς, ἀπωσθείς),直至主要动词 ἔπληξε καὶ ἐσχημάτισε。宾语短语 τὸν ἐπὶ τάδε αὐτοῦ 指“位于它(最后的空气)这一侧的[空气]”,表明撞击方向因反射而反转。

  2. 2.152μήποτε δὲ οὐδὲ ἐπὶ τῶν ψόφων ἀληθὲς τὸ αὐτὸν ἀνακλᾶσθαι τὸν ψοφοῦντα ἀέρα

    在后古典希腊语中,μήποτε 习惯上用作委婉提出新观点或审慎推测的表达(“或许……未必”,“难道不是……吗”)。该句主语是带冠词不定词短语 τὸ αὐτὸν ἀνακλᾶσθαι τὸν ψοφοῦντα ἀέρα(发声的空气自身发生反射),与表语形容词 ἀληθές 搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:361.13-362.8