- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:359.19-361.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约安尼斯·斐劳波诺斯注解亚里士多德《论灵魂》419b13–419b25,探讨产生声音的撞击条件(坚硬物体的参与)、水与空气作为媒介的区别、空气与水何以非声音主因,以及由容器拘束和反弹所导致的回声机制及其波动式相继传播。
" Ὥσπερ δ’ εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ὁ ψόφος." Ἐπειδὴ εἶπεν ὅτι πληγή τίς ἐστιν ὁ ψόφος, οὐ πᾶσα δὲ πληγὴ ψόφος οὐδὲ ὑπὸ τῶν τυχόντων γινομένη, αὐτὸ τοῦτο διὰ τούτων διορίζεται, τίνων τε πληγὴ ὁ ψόφος καὶ πῶς ἐχόντων, ὅτι τῶν στερεῶν·1 οὐ γὰρ ἔρια πληττόμενα ψοφεῖ * * ψοφεῖ γὰρ καὶ τὰ τραχέα τὰ τυπτόμενα, ἀλλ’ ὅτι μᾶλλον ἐκεῖνα.
“然而正如我们所说,声音并非任何寻常之物的撞击。” 因为既然他说过声音是某种撞击,但并非一切撞击都是声音,亦非由任何寻常之物所产生的撞击都是声音,所以他通过这些话界定了这本身:声音是何种事物的撞击,以及处于何种状态的事物的撞击,即坚硬之物的撞击;因为受击打的羊毛并不发声[……];因为受击打的粗糙之物固然也发声,但宁可说是那些[坚硬而光滑的]事物发声。
"Ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι, ἀλλ’ ἧσσον." Ἐνταῦθα τὸ ἄνω ἐλλιπῶς εἰρημένον διαρθροῖ. ἄνω μὲν γὰρ ἔλεγε τὸν ἀέρα μόνον διαπορθμευτικὸν εἶναι τῶν ἤχων· νῦν δέ φησι καὶ τὸ ὕδωρ τοιοῦτον εἶναι, ἀλλ’ ἧσσον τοῦ ἀέρος· παχύτερον γὰρ τὸ ὕδωρ καὶ ἐπιφράσσον τοὺς ἀκουστικοὺς πόρους. ἄλλο δέ ἐστι τὸ ἐν ὕδατι ἀκούεσθαι τοῦ δι’ ὕδατος, ὡς δείξει προελθών· ψόφος γὰρ δι’ ἀέρος ἀκούεται μόνου, γίνεται μέντοι καὶ ἐν ὕδατι καὶ ἀκούεται, ὥσπερ καὶ ἐν ἀέρι.
“此外,在空气中和在水中都能听到,但在水中较弱。” 在这里,他把上面未尽之言明确区分开来。因为在上面他曾说唯有空气是声音的传导介质;但现在他说水也是如此,只是逊于空气;因为水更为浓厚,并堵塞听觉管道。但在水中被听到与透过水被听到是不同的,正如他进一步论述时将表明的那样;因为声音唯独透过空气被听到,然而它也在水中产生并被听到,正如在空气中一样。
"Οὐκ ἔστι δὲ ψόφου κύριος ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ." Οὐκ ἐπειδὴ λέγομεν, φησί, διαπορθμευτικὰ τῶν ψόφων εἶναι τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἤδη ταῦτα κύριά ἐστι τοῦ ψόφου· ταῦτα γὰρ τῇ αὐτῶν φύσει ἄψοφα, διὸ καὶ δεκτικὰ ψόφου, ὡς καὶ τὸ ἄχρουν χρώματος· ἀλλ’ ἔστι κύρια καὶ ποιητικὰ τοῦ ψόφου τὸ τύπτον καὶ τὸ τυπτόμενον, στερεὰ ὄντα· τὰ γὰρ κυριώτατα τῶν αἰτίων τὰ ποιητικά ἐστιν. ἢ τοῦτο οὖν φησιν, ἢ ὅπερ καὶ μᾶλλον, ὅτι οὐκ αὐτάρκης ἀὴρ καὶ τὸ ὕδωρ ψόφον ποιῆσαι, ἀλλὰ δεῖ καὶ τῶν τυπτόντων στερεῶν σωμάτων. καὶ τοῦτο δηλῶν ἐπήγαγεν ἀλλὰ δεῖ στερεῶν γενέσθαι πληγὴν πρὸς ἄλληλα καὶ πρὸς τὸν ἀέρα. καὶ γὰρ οὗτος ὑπὸ τῶν ἐναπολαμβανόντων αὐτὸν στερεῶν σωμάτων πλήσσεται, καὶ τότε γε ποιεῖ ψόφον, ὅταν ταχέως ὑπὸ τῶν πλησσόντων ἀπωσθῇ, ὥστε φθάσαι τὴν πληγὴν γενέσθαι, πρὶν ὁ ἀὴρ θρυφθῇ·2 τότε γὰρ ἀθρόος ἐξωθούμενος ψοφεῖ. ὥσπερ οὖν κἂν εἰ ἀπό τινος χώνης ῥέοι οἷον ὁρμαθὸς ψάμμου, εἰ μὲν οὖν ἀθρόον τύπτοι τις ὑποκάτω, ὥστε φθάσαι τὴν πληγήν, πρὶν τὴν ψάμμον κατακερματισθῆναι, ποιήσει κἀκεῖ ψόφον, εἰ δὲ ἠρέμα, οὐκέτι (διαθρύπτεται γὰρ ἡ ψάμμος) τὸ αὐτὸ συμβαίνει καὶ ἐπὶ τοῦ ἀέρος· εὐδιάθρυπτος γὰρ καὶ οὗτος.
“但空气并非声音的主因,水亦非是。” 他说,并不是因为我们说空气和水是声音的传导介质,它们就已经成了声音的主因;因为它们依自身本性是无声的,正因如此它们也易于接受声音,正如无色者易于接受颜色一样;相反,作为坚硬之物的击打者与被击打者才是声音的主因和致动原因;因为在诸原因中最为主要的是致动原因。因此,他所说的要么是这个意思,要么——而且更可能是——空气和水并不足以自发产生声音,而是还需要作为击打者的坚硬物体。为了表明这一点,他补充道:“但必须有坚硬物体彼此之间的撞击以及针对空气的撞击。”因为空气本身也受到截留它的坚硬物体的击打,而正当它被击打者迅速推开,以至于撞击的发生赶在空气散逸之前时,它才产生声音;因为那时它一并被挤压出来而发声。因此,正如若有一股类似沙流之物从漏斗中流出,如果有人在下方一并击打,以至于撞击赶在沙子散碎之前发生,他在那里也会产生声音,但若是缓慢地击打,便不再产生(因为沙子散碎了)——同样的事情也发生在空气上;因为空气也是极易散逸的。
"Ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ τοῦ ἀέρος ἑνὸς γενομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ,3 ὥσπερ σφαῖρα." Διαλεχθεὶς κοινῶς περὶ ψόφου † κοινῶς λέγοντι ὁ περὶ τῆς ἠχοῦς λόγος. γίνεσθαι οὖν φησι τὴν ἠχὼ κατὰ ἀνάκλασιν τὴν ἀπὸ τῶν ἀντιτύπων καὶ λείων σωμάτων, μάλιστα δὲ κοίλων, τοῦ πληγέντος ὑπὸ τῆς φωνῆς ἀέρος. ὁ γὰρ διαλεγόμενος ὠθεῖ σχεδὸν μὲν πάντα τὸν πέριξ ἀέρα, μάλιστα δὲ τὸν ἔμπροσθεν· διὸ μᾶλλον ἀκούομεν πρὸς ἡμᾶς ὁρῶντος τοῦ διαλεγομένου ἢ ἀπεστραμμένου. οὗτος δὴ ὁ ἔμπροσθεν ἀὴρ ὠθούμενος ὅταν ἐνεχθῇ ἐπί τι ἀντίτυπον ἔχον κοιλότητα, οἷά ἐστι τὰ ἄντρα, συνεχὴς ὢν καὶ ἀδιασκέδαστος μείνας διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ κοιλώματος τούτου, ὃ ἀγγεῖον ὠνόμασε, προσπεσὼν αὐτῷ ἀντιτύπῳ ὄντι σώματι ὠθεῖται εἰς τὸ ἔμπαλιν, ὥσπερ ἡ ῥιπτουμένη κατὰ τοίχου σφαῖρα, καὶ οὕτω χωρεῖ ἐπὶ τὸν πλήξαντα, ἐνεργοῦντος δηλονότι τοῦ ἀέρος δι’ ἀμφοτέρων κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν. οὐ μόνον γὰρ διὰ τὸ μὴ συγχωρεῖσθαι ὑπὸ τοῦ κοίλου τόπου διασκεδασθῆναι οἷος ἠνέχθη ὑπὸ τῆς ἀντιτυπίας τοῦ σκληροῦ σώματος εἰς τοὐναντίον ἀπωθεῖται, ἀλλ’ ὅτι καὶ τῷ κοίλῳ τούτῳ ᾧ προσπίπτει, οὐ κενῷ ὄντι προσπίπτει, ἀλλ’ ἀέρος πλήρει, ὅσπερ ἀὴρ συνεχής ἐστι καὶ ἡνωμένος διὰ τὸ περιέχον. τοῦτον οὖν ὁ ὑπὸ τοῦ φωνήσαντος πληγεὶς ἀὴρ καὶ ψοφῶν διελὼν τῇ φορᾷ καὶ κωλυθεὶς ὑπ’ αὐτοῦ συνεχοῦς ὄντος καὶ ἡνωμένου διασκεδασθῆναι προσπταίει τῷ σκληρῷ σώματι καὶ μὴ δυνάμενος πρόσω χωρῆσαι ἀντανακλᾶται εἰς τοὐπίσω μετὰ τῆς οἰκείας ἐνεργείας, λέγω δὴ τοῦ ψόφου, καὶ οὕτω συμβαίνει παλινδρομεῖν τὸν ψόφον. δεῖ δὲ νομίζειν, ὡς Ἀλεξάνδρῳ δοκεῖ, οὕτω γίνεσθαι τὴν ἠχώ, οὐχ ὡς πάντως αὐτοῦ τοῦ πληγέντος πρῶτον ἀέρος φερομένου μέχρι τοῦ ἀγγείου, καὶ πάλιν αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος, ἀλλ’ ὅτι ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας τὸν μετ’ αὐτὸν σχηματίζει τῇ ὁμοίᾳ πληγῇ, ὡς αὐτὸς ὑπὸ τῆς πληγῆς ἐσχηματίσθη, οὗτος δὲ πάλιν τὸν μετ’ αὐτόν, καὶ οὕτω κατὰ συνέχειαν ἡ πρόοδος μέχρι τοῦ ἀγγείου γίνεται. μέχρι γὰρ ἂν ἰσχυροτέρα ἡ διαδιδομένη πληγὴ ὑπάρχῃ τῆς θρύψεως τοῦ ἀέρος, μέχρι τότε μένει ἄλλος παρ’ ἄλλου σχηματιζόμενος.
“而回声的产生,是在空气由于界定〔它〕并阻止其散逸的容器而合为一体时,空气又被反向推回,如同球一样。” 在一般性地论述了声音之后,[接着是]关于回声的论说。因此他说,回声是根据受发声所击打的空气从坚抗而光滑的物体、特别是凹陷的物体发生反射而产生的。因为对话者几乎推挤周围全部的空气,但尤其是前面的空气;因此,当对话者面向我们时,比他转过身去时我们听得更清楚。这前方的空气受推挤,当它冲向具有凹陷的某种坚抗之物(例如洞穴)时,由于被这个他称之为容器的凹陷所包围而保持连续且不散开,在撞击到作为坚抗物体的它时便被推向相反方向,如同被掷向墙壁的球一样,并以这种方式走向击打者,此时空气显然依照其传声潜能通过两者发挥作用。因为,它不仅由于不被凹陷之处允许散开而按其被运送的状态被坚硬物体的抗力反向推回,而且还因为,它所撞击的这个凹处并不是空虚的,而是充满了空气,而这空气由于包围物也是连续且合一的。因此,被发声者击打并正在发声的空气,通过其位移分开了这[凹陷内的空气],并受这连续且合一的空气所阻而未能散开,于是撞在坚硬物体上,因无法向前行进而携其特有的现实活动(即声音)向后反射,如此便发生了声音的反向折回。然而应当认为,正如亚历山大所见,回声如此产生,绝非是指最先受击打的空气本身一直被运送到容器,然后这同一空气本身又反射回击打者处,而是说最先受击打的空气由于撞击的迅速而保持连续且不可分,以类似的撞击塑造紧随其后的空气,正如它自身受撞击所塑造一样,而这后一空气又进而塑造其后的空气,如此依连续性而发生直至容器的推进。因为,只要传布开来的撞击强于空气的散逸,空气就一直保持着辗转受塑造的状态。
- 2.149τίνων τε πληγὴ ὁ ψόφος καὶ πῶς ἐχόντων, ὅτι τῶν στερεῶν
间接疑问从句“声音是何种事物的撞击,以及处于何种状态的事物的撞击(τίνων... καὶ πῶς ἐχόντων)”后,紧接由 ὅτι 引导的属格短语 ὅτι τῶν στερεῶν(“即坚硬之物的[撞击]”),直接充当动词 διορίζεται(界定)的补足判定内容。
- 2.151ὥστε φθάσαι τὴν πληγὴν γενέσθαι, πρὶν ὁ ἀὴρ θρυφθῇ
在由结果连词 ὥστε 引导的宾格不定式结构(主语 τὴν πληγήν + 不定式 φθάσαι)中,动词 φθάνω(抢先、先于)接补足不定式 γενέσθαι,并带由 πρίν 引导的从句(πρὶν ὁ ἀὴρ θρυφθῇ),意为“撞击的发生先于空气的散逸”,表明撞击动作在时间与速度上抢在空气涣散之前完成。
- 2.152ἀπὸ τοῦ ἀέρος ἑνὸς γενομένου ... πάλιν ὁ ἀὴρ ἀπωσθῇ
介词短语 ἀπὸ τοῦ ἀέρος ἑνὸς γενομένου(“从合为一体的空气中”)指示被动语态动词 ἀπωσθῇ(被推回)的出发点。在亚里士多德的原句中,受推回的主语空气(ὁ ἀήρ)与在容器内凝聚为一体的空气(τοῦ ἀέρος ἑνὸς γενομένου)虽为同词却指称不同部分,斐劳波诺斯在后文解释中也明确将涌入的声响空气与容纳处内部连续的空气区分开来。
