- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:35.9-36.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论灵魂》402b1关于灵魂是否可分以及是否同属一种形式的问题,斐洛庞奴斯从灵魂潜能的多样性、个体内部诸灵魂的统合与分离、以及一切生物中灵魂的形式和属的差异等角度展开诠释,并检视了德谟克利特、配比混合说、柏拉图和自然哲学家们的见解。
" Σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερής." Τοῦτο, ὡς καὶ Ἀλεξάνδρῳ δοκεῖ, τὸ μεριστὴ ἢ ἀμερὴς δυνάμεθα ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς λαμβάνειν,1 ὅτι πότερον πολυδύναμός ἐστιν ἢ ἀμερής· ἀμερῆ γάρ φησιν αὐτὴν Δημόκριτος εἶναι καὶ οὐ πολυδύναμον, ταὐτὸν εἶναι λέγων τὸ νοεῖν τῷ αἰσθάνεσθαι καὶ ἀπὸ μιᾶς ταῦτα προέρχεσθαι δυνάμεως. δυνάμεθα δ’ ἐκλαβεῖν τὸ χωρίον καὶ οὕτω, πότερον ἡ ἁπλῶς ψυχὴ μία τις ἐν ἑκάστῳ ἢ μερίζεται εἰς διαφόρους ψυχάς, ὡς πλείους εἶναι ψυχὰς ἐν ἑκάστῳ. δῆλον δὲ ὅτι καὶ πλείους δυνατὸν λέγειν καὶ μίαν· πλείους μέν, διότι διαφέρουσιν ἀλλήλων τῷ εἴδει ἡ φυτικὴ καὶ ἡ ἄλογος, καὶ ἡ ἄλογος καὶ ἡ λογική, καὶ χωρίζονται ἀλλήλων, μίαν δὲ διὰ τὴν συμφυΐαν τούτων καὶ τὴν συμπάθειαν. καὶ γὰρ καὶ ἐκ τοῦ λόγου ἐνέργειαι διαβαίνουσι μέχρι καὶ τῆς φυτικῆς καὶ αἱ τούτων κινήσεις καὶ ζωαὶ οἱονεὶ συνδιατιθέασιν ἑαυταῖς τὸν λόγον. οὕτως οὖν καὶ μία καὶ οὐ μία. οὕτω δὲ κάλλιον ἐξηγήσασθαι τὸ μεριστὴ ἢ ἀμερής· πότερον, φησί, μία τίς ἐστι ψυχὴ ἐν πᾶσι τοῖς ἐμψύχοις ἢ πολλαί; καὶ εἰ πολλαί, πότερον τῷ εἴδει διαφέρουσαι μόνον, ἢ καὶ τῷ γένει; λέγοιεν δ’ ἂν μίαν οἱ κρᾶσιν λέγοντες· ἐξαλλάττεσθαι γὰρ αὐτὴν πρὸς τὴν ἐν ἑκάστῳ ἰδιότητα τῆς κράσεως, ὥσπερ εἷς ὁ ἀὴρ κοινῶς ὑπὸ πάντων εἰσπνεόμενος πρὸς τὴν ἐν ἑκάστῳ τῶν ζῴων ἰδιότητα. οὗτοι δὲ τὰ ἄνω κάτω ποιοῦσι, τὰ αἰτιατὰ κρείττονα ποιοῦντες τῶν αἰτίων· τὸ γὰρ ἄψυχον σῶμα ψυχῆς αἴτιον, τὸ ἄζωον ζωῆς,2 τὸ ἀκίνητον τοῦ κινητικοῦ, τὸ ἄλογον τοῦ μὴ ἀλόγου, καὶ ὅσα τοιαῦτα.
“还必须考察它是可分的还是不可分的。” 这句“是可分的还是不可分的”,正如亚历山大也认为的,我们可以在灵魂诸潜能的意义上来理解,即它是具有多种潜能还是不可分的;因为德谟克利特主张它是不可分的而不是具有多种潜能的,他说思维与感觉是同一的,且这些都出自单一的潜能。但我们也可以这样理解这一处文字:即各[个体]之中的单纯灵魂究竟是单一的某种东西,还是被分割为相异的诸灵魂,以致每个个体中有多个灵魂存在。显然,说它是多个或者说是单一的,都是可能的:说是多个,是因为植物性灵魂与非理性灵魂、以及非理性灵魂与理性灵魂在形式上彼此相异,且彼此相分离;说是单一,则是由于它们的同质共生与共感。因为实际上,发自理性的活动甚至贯穿至植物性灵魂,而这些〔灵魂〕的运动和生命也仿佛使理性与它们自身相协同。因此在这一意义上,它既是单一的又不是单一的。但把“是可分的还是不可分的”解释为如下含义则更好:他说,在一切有灵魂之物中,究竟存在单一的某种灵魂,还是存在多个灵魂?如果是多个,究竟仅仅在形式上相异,还是在属上亦相异?然而那些主张[灵魂是]配比混合的人会说它是单一的;因为他们主张,灵魂依每个个体中配比混合的固有特性而改变,正如被一切[动物]共同吸入的单一空气,依各动物中的固有特性[而改变]一样。但这些人颠倒了上下,使得结果优越于原因;因为[在他们看来]无灵魂的物体是灵魂的原因,无生命之物是生命的原因,不动之物是能动之物的原因,无理性之物是非无理性之物的原因,等等诸如此类。
"Καὶ πότερον ὁμοειδὴς ἅπασα ἡ ψυχὴ ἢ οὔ· εἰ δὲ μὴ ὁμοειδής, πότερον εἴδει διαφέρουσα ἢ γένει." Ἀκόλουθον τῷ πολλαὶ ἢ μία τὸ δοθεισῶν πολλῶν ζητεῖν,3 πότερον ὁμοειδὴς ἢ οὔ. δύναται δὲ τοῦτο μὴ ὡς πρὸς τὰς ἐν ἑκάστῳ ψυχὰς πλείους οὔσας λέγεσθαι, ἀλλ’ ἁπλῶς περὶ πάσης τῆς ἐν τοῖς ἐμψύχοις, ὅπερ καὶ μᾶλλον· ἡ γὰρ ἐφεξῆς λέξις τοῦτο δηλοῖ. οἱ γὰρ περὶ ψυχῆς ζητήσαντες, φησί, περὶ μόνης τῆς ἀνθρωπίνης ἐζήτησαν· ὥστε δῆλον ὅτι περὶ πάσης ψυχῆς ἐστιν αὐτῷ ὁ λόγος. καὶ τὸ μεριστὴ ἄρα ἢ ἀμερὴς μᾶλλον πρὸς τοῦτο ἐκληπτέον. αὗται οὖν, φησίν, αἱ ἐν πᾶσιν ἁπλῶς τοῖς ἐμψύχοις ψυχαὶ πότερον μόνῳ τῷ εἴδει διαφέρουσιν ἢ καὶ τῷ γένει; λαμβάνει γὰρ πάλιν ἐκ τῆς διαιρέσεως τὸ ἀληθὲς καὶ ὡμολογημένον, ὅτι διάφοροι τῷ εἴδει. νῦν μὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες περὶ ψυχῆς περὶ τῆς ἀνθρωπίνης ἐοίκασι σκοπεῖν. τινές φασιν, ὧν ἐστι καὶ Ἀλέξανδρος, εἰς Πλάτωνα αἰνίττεσθαι αὐτόν· φαίνεται δὲ ὁ Πλάτων καὶ ἀλλαχοῦ μὲν πολλαχοῦ, μάλιστα δὲ ἐν τῷ Τιμαίῳ καὶ περὶ τῆς ἀλόγου διαλεχθείς. ἴσως οὖν εἰς τοὺς φυσικοὺς αἰνίττεται τοὺς περὶ Δημόκριτον καὶ τοὺς ἄλλους. ἔχοιμεν δ’ ἂν καὶ ὑπὲρ τούτων ἀπολογήσασθαι· εἴποιεν γὰρ ἄν ἐκεῖνοι ὅτι ἐν τῇ ἀνθρωπείᾳ ψυχῇ πᾶσα ψυχικὴ δύναμις θεωρεῖται· οὐκοῦν περὶ ταύτης διαλεχθέντες περὶ πάσης εἴημεν ἂν διειλεγμένοι.4
“以及整个灵魂是否皆同属一种形式;如果不是同属一种形式,究竟是形式相异还是属相异。” 在“是多个还是单一”之后,顺理成章的是在预设了多个的情况下探究它是否属于同一形式。这可以被理解为不是针对各[个体]中作为多数存在的诸灵魂而言,而是单纯就一切有灵魂之物中的所有灵魂而言,而这后一种解释更为贴切;因为接下来的文句表明了这一点。因为他说,那些探求灵魂的人仅仅探求了人的灵魂;因此显然他的论述是关乎所有灵魂的。因此,“是可分的还是不可分的”亦当宁可对照这一点来理解。他说,一般而言在一切有灵魂之物中的这些灵魂,究竟仅仅在形式上相异,还是在属上亦相异?因为他再次从划分中取其真实且公认的一面,即它们在形式上是相异的。因为眼下谈论和探求灵魂的人,似乎考察人的灵魂。有人说——其中包括亚历山大——他在影射柏拉图;但柏拉图显然在其他许多地方、尤其是《蒂迈欧篇》中,也讨论了非理性灵魂。因此,或许他影射的是以德谟克利特为代表的自然哲学家及其他人。我们亦能为这些人辩护;因为他们可能会说,在人的灵魂中可以观察到每一种灵魂潜能;因此探讨了这一种灵魂,我们便等于探讨了所有的灵魂。
- 1.18τὸ μεριστὴ ἢ ἀμερὴς δυνάμεθα ἐπὶ τῶν δυνάμεων τῆς ψυχῆς λαμβάνειν
名词化短语 τὸ μεριστὴ ἢ ἀμερής 作不定式 λαμβάνειν 的宾格宾语(其中的形容词作为原文直接引用保留了主格形式)。随后的 ὅτι 为解释性连词,用于阐明该理解的具体内容(“即究竟是……”)。
- 1.18τὸ γὰρ ἄψυχον σῶμα ψυχῆς αἴτιον, τὸ ἄζωον ζωῆς
一系列省略了系动词 ἐστί 的名词谓语句。τὸ ἄψυχον σῶμα 为主语,ψυχῆς αἴτιον 为谓语(“无灵魂的物体是灵魂的原因”)。后续短语(τὸ ἄζωον ζωῆς 等)均遵循相同的结构,即主语与带有属格补足语的谓语并列。
- 1.19Ἀκόλουθον τῷ πολλαὶ ἢ μία τὸ δοθεισῶν πολλῶν ζητεῖν
Ἀκόλουθον [ἐστί] 作谓语,带冠词不定式短语 τὸ ... ζητεῖν 作主语,τῷ πολλαὶ ἢ μία 是由 Ἀκόλουθον 所要求的与格补足语。在不定式短语内部,δοθεισῶν πολλῶν 为独立属格,表示前提或条件(“在设定了多个的前提下/如果设定了多个”)。
- 1.19οὐκοῦν περὶ ταύτης διαλεχθέντες περὶ πάσης εἴημεν ἂν διειλεγμένοι
不定过去时分词 διαλεχθέντες 起条件从句(相当于 εἰ διαλεχθείημεν)的作用,主句为 ἄν 加上迂说法完成时希求法(εἴημεν διειλεγμένοι),构成潜势表达,表示推论:“如果我们探讨了这一个,我们便会探讨了全部”。
