- 底本
- Philoponus, In Aristotelis Libros De Anima Commentaria. Commentaria in Aristotelem Graeca XV, ed. M. Hayduck, Berlin: Reimer 1897, pp. 1-607. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:358.16-359.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯针对撞击需要施动与受动两项的原则,解释了鞭打与吹气时空气或弯曲的鞭子如何承担多重功用(419b11),随后阐明撞击必然伴随位移,因而声音必然在空气等介质中产生(419b13)。
" Διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος1 γενέσθαι ψόφον." Ἐπειδὴ πληγὴ μέν τις ὁ ψόφος, τὸ δὲ πλῆσσον πλησσόμενον πλήσσει. τί οὖν; τῇ μάστιγι πλήξαντες τὸν ἀέρα οὐ ποιοῦμεν ψόφον, ὁμοίως καὶ ταῖς ῥιπίσιν; ἀλλὰ τότε ὁ ἀὴρ τὰς δύο χρείας ἀναπληροῖ καὶ τὴν τοῦ πληττομένου καὶ τὴν τοῦ μεταξύ. ὁ γὰρ ὑπὸ τῆς μάστιγος τῇ πληγῇ ὠθούμενος ἀὴρ ἐκθλίβεται προσκρούων τῷ μετ’ αὐτόν, ἐκεῖνος δὲ τὴν τοῦ πληττομένου ἀναδέχεται τάξιν, καὶ ὁ μέσος ἐκθλιβόμενος ὑπό τε τῆς μάστιγος καὶ τοῦ μετ’ αὐτὸν ἀέρος ἠχεῖ. πολλάκις δὲ καὶ τῶν τριῶν τὴν τάξιν ἀναδέχεται ὁ ἀήρ, καὶ τοῦ πλήττοντος καὶ τοῦ πληττομένου καὶ τοῦ μεταξύ, ὡς ὅταν σφοδρῶς ἐμφυσήσωμεν. ὁ μὲν γὰρ εὐθὺς ἐξιὼν πλήττει, ὁ δὲ ἐφεξῆς ὠθούμενος ὑπ’ αὐτοῦ ἑτέρῳ προσκρούει καὶ ὑπ’ ἀμφοῖν βιαζόμενος καὶ ἐκθλιβόμενος ὠθεῖ. μᾶλλον δὲ καὶ ἐνταῦθά ἐστι τὸ πλῆττον· καὶ γὰρ τὰ χείλη καὶ ἡ ὑπερῴα, καὶ τούτοις προσκρούων ὁ ἀὴρ ἐξωθεῖται εἰς τὸ ἔξω. διὸ καὶ τὰ χείλη δεῖ συναγαγεῖν φυσῶντας, ἵνα στενοτέροις γενομένοις προσκρούῃ ἐκθλιβόμενος. καὶ ἐν ταῖς χάσμαις δ’ ὠθεῖται μὲν ὑπὸ τοῦ πνεύμονος, προσκρούει δὲ καὶ τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ παντὶ τῷ στόματι. ἀλλὰ καὶ ἐπὶ τῆς μάστιγος οὐχ ὑπὸ ἑνὸς ὁ ἀὴρ ὠθεῖται, ἀλλὰ τρόπον τινὰ ὑπὸ δύο· καμπτομένη γὰρ ἡ μάστιξ τῶν δύο ἀποτελεῖ τὴν χρείαν· ἑκάτερον γοῦν μόριον αὐτῆς πλῆξαν τὸν ἐντὸς ἀπειλημμένον ἀέρα οὕτως ὠθεῖ. ἀμέλει γοῦν εἰ ξύλον εἴη παχὺ ἢ ἕτερόν τι, ὅπερ ἐν τῇ κινήσει μὴ κάμπτηται, οὐ ποιεῖ ψόφον ὁμοίως, ἤγουν ἀμυδρόν, ὡς σχεδὸν μηδ’ ἀκουστὸν εἶναι. ὥστε δῆλον ὅτι καὶ ἐπὶ τῆς μάστιγος καὶ ἐπὶ τῆς ῥάβδου πληττούσης τὸν ἀέρα διὰ τὸν εἰρημένον λόγον γίνεται ὁ ψόφος τῶν δύο τῶν πληττόντων ποιούσης τῆς μάστιγος τὴν χρείαν.2 ὅθεν καὶ διὰ τὸ πολλάκις πλείους αὐτὴν κάμπτεσθαι κάμψεις πλειόνων ἐν τῇ μιᾷ πληγῇ τῶν ψόφων αἰσθανόμεθα.
“因此,仅有一物存在时也是不可能产生声音的。” 因为声音是某种撞击,而击打者所击打的是被击打者。“那么怎样呢?难道我们用鞭子击打空气时,以及同样用扇子时,没有产生声音吗?”但那时空气承担了双重功用,既充当被击打者,又充当中间介质。因为受鞭子的撞击而受推挤的空气,在与紧随其后的空气相撞时被挤压出来,而后者承担了被击打者的位置,被鞭子和紧随其后的空气两者共同挤压的居间空气便发出了鸣响。而且空气往往甚至承担这三者的位置——击打者、被击打者和中间介质——正如当我们用力吹气时那样。因为直接出来的空气进行击打,而受其相继推挤的空气则与另一部分相撞,并在受两者强力挤压时向前推动。但更确切地说,在这里也有击打物存在;因为嘴唇和上腭也是如此,空气与它们相撞而被推向外部。因此吹气时必须收拢嘴唇,以便嘴唇变得更窄时,受挤压的空气能与之相撞。在打哈欠时,空气固然受肺部的推挤,但也与气管及整个口腔相撞。然而在鞭子的情况下,空气也不是受单一之物推挤,而是以某种方式受两者推挤;因为鞭子通过弯曲而起到了两者的作用;无论如何,它的每一个部分通过击打截留在内部的空气而如此推挤它。事实上,若是一根粗木棒或某种在运动中不弯曲的其他物体,就不会同样产生声音,或者声音微弱得几乎听不见。因此显而易见,无论在鞭子的情况下还是在击打空气的木杖的情况下,声音都是由于所说的原因而产生的,因为鞭子承担了两个击打者的功用。正因如此,由于它常常产生多次弯折,我们在一次挥击中便能感知到多次声响。
"Πληγὴ δὲ οὐ γίνεται ἄνευ φορᾶς." Δείξας ὅτι τινὸς πρός τι ὁ ψόφος, εἰπὼν ὅτι πληγή τίς ἐστι, τὸ δὲ πλῆσσον πλησσόμενον πλήσσει, διὰ τούτου κατασκευάζει ὅτι καὶ ἔν τινι. εἰ γὰρ πληγὴ ὁ ψόφος, ἡ δὲ πληγὴ οὐκ ἄνευ φορᾶς, τοῦτο δέ ἐστι τῆς κατὰ τόπον κινήσεως, ἡ δὲ κίνησις οὐ διὰ κενοῦ, ἀλλ’ ἔν τινι ἢ τῷ ἀέρι ἢ τῷ ὕδατι, καὶ ὁ ψόφος ἄρα ἔν τινι, τουτέστι τῷ ἀέρι, ὡς ἤδη ἐδείξαμεν· οὗτος γὰρ ἀθρόος ἐναπολαμβανόμενος ὑπὸ τοῦ πλήττοντος πρὸς τῷ λείῳ ἢ κοίλῳ τῷ πληττομένῳ σώματι ψοφεῖ. τὸ μὲν οὖν λεῖον διὰ τοῦτο τυπτόμενον ψόφον ποιεῖ, διὰ τὸ ἀθρόον ὑπὸ τοῦ τύπτοντος πρὸς τοῦτο ἀπολαμβάνεσθαι τὸν ἀέρα, τὸ δὲ κοῖλον, ὅτι ὁ ἀὴρ ἐν τούτοις ἀδύνατος ὢν ἐξελθεῖν ὁ πρῶτος πληγεὶς διὰ τὴν κοιλότητα τοῦ περιέχοντος αὐτὸν ἄλλοτε πρὸς ἄλλα μέρη τοῦ κοίλου φερόμενος καὶ ἀνακλώμενος καὶ ἀνειλούμενος βιαίως ἐπὶ πλέον ἠχεῖ3 πλείους πληγὰς ποιῶν.
“但撞击绝非脱离位移而产生。” 在借由说明声音是某种撞击、击打者所击打的是被击打者,从而表明了声音是由某物针对某物产生的之后,他通过这一句话确立了声音也是在某物中产生的。因为如果声音是撞击,而撞击不能脱离位移(即位置运动)而发生,运动又不是通过虚空产生,而是在某物中——即在空气中或在水中——产生的,那么声音也是在某物中产生的,正如我们已经表明的那样,也就是在空气中;因为正是空气在由击打者一并截留于被击打的光滑或凹陷物体旁时才发声的。因此,光滑物体在受击打时产生声音,是因为空气由击打者一并截留在其旁边;而凹陷物体产生声音,则是因为在这些物体中,最先受击打的空气由于包围它的物体的凹陷而无法逃逸,时而冲向凹处的这一部分,时而冲向另一部分,发生反射并剧烈盘旋,在产生多次撞击的同时鸣响得更持久。
- 2.147ἑνὸς ὄντος
独立属格。承接前文“由某物针对某物”(τινὸς πρός τι)的对应关系,意为“当仅有单一事物存在时”(即缺乏击打者与被击打者的双重关联)。
- 2.147τῶν δύο τῶν πληττόντων ποιούσης τῆς μάστιγος τὴν χρείαν
独立属格结构。主语为 ἡ μάστιξ,分词 ποιούσης 支配宾语 τὴν χρείαν,属格短语 τῶν δύο τῶν πληττόντων(“两个击打者”)作 χρείαν 的修饰语,说明鞭子弯曲时起到了两个击打主体的作用。
- 2.148ὁ πρῶτος πληγεὶς διὰ τὴν κοιλότητα τοῦ περιέχοντος αὐτὸν ἄλλοτε πρὸς ἄλλα μέρη τοῦ κοίλου φερόμενος καὶ ἀνακλώμενος καὶ ἀνειλούμενος βιαίως ἐπὶ πλέον ἠχεῖ
长距离倒置与修饰结构。主语 ὁ ἀήρ 受到同位语性质的主格分词短语 ὁ πρῶτος πληγείς(“最先受击打的[空气]”)的进一步限定,同时带有表示原因的 ἀδύνατος ὢν 以及伴随情况的分词 φερόμενος、ἀνακλώμενος 与 ἀνειλούμενος,最终统摄于主要动词 ἠχεῖ。
