← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§357.1-358.15

声音生成的三个条件与作为介质的空气

约翰·斐罗庞努斯探讨了亚里士多德关于现实声音“由某物、针对某物且在某物中”产生的论述,阐明了产生声音的介质必须是空气而非水的原因(由于空气的易动性、向上性与瞬间挤压性),并指出坚硬物体是动力因、空气是质料因,材质的差异构成了共鸣多样性与调和的基础。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.146

" Γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος ἀεί τινος πρός τι καὶ ἔν τινι." Εἰπὼν ἐν τίσιν ἐστὶν ὁ ψόφος ὁ κατὰ δύναμιν, ὅτι ἐν τοῖς δυναμένοις κατ’ ἐνέργειαν ψοφῆσαι, πῶς γίνεται ὁ κατ’ ἐνέργειαν ψόφος, διὰ τούτων προστίθησιν. ἐπεὶ γάρ, φησί, πληγή ἐστιν ἡ ποιοῦσα τὸν ψόφον, ἡ δὲ πληγή τινός ἐστι πρός τι καὶ ἔν τινι, τινὸς μὲν τοῦ πλήσσοντος, πρός τι δὲ τὸ πλησσόμενον, ἔν τινι δὲ τῷ μεταξύ (ἡ γὰρ πληγὴ κινήσει γίνεται τῇ κατὰ τόπον· αὕτη δέ τινός ἐστιν ἔν τινι, τινὸς μὲν τοῦ κινουμένου, ἔν τινι δὲ οὐ τῷ τυχόντι· οὔτε γὰρ διὰ κενοῦ οὔτε διὰ στερεοῦ οἷόν τε γενέσθαι τὴν κίνησιν, ἀλλ’ ἐν ἀέρι ἢ ἐν ὕδατι), ἀνάγκη οὖν πᾶσα καὶ τὸν ψόφον τινὸς εἶναι πρός τι καὶ ἔν τινι, τινὸς μὲν τοῦ πλήττοντος, πρός τι δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ ἀέρι. ἀδύνατον γὰρ ἐν ὕδατι γενέσθαι ψόφον· εἰ γὰρ βαπτισθεὶς εἰς βάθος ἐν ὕδατι τὰς χεῖρας συμπλήξειας, οὐ ποιήσεις ψόφον, διότι, ὡς ἤδη εἶπον, ὁ μεταξὺ τῶν πληττομένων ἀὴρ ἐκθλιβόμενος βίᾳ ποιεῖ τὸν ψόφον. ἔχει μὲν γὰρ τὸ ὕδωρ τὴν διηχῆ δύναμιν, λέγω δὴ τὴν διαπορθμευτικὴν τῶν ψόφων, δίχα μέντοι ἀέρος ψόφον ἐμποιῆσαι οὐ δύναται. ὅπερ ἐστὶ καὶ ἀπορίας ἄξιον· εἰ γὰρ διὰ τοῦτο ὁ ἐναπολαμβανόμενος ἐν τοῖς πληττομένοις στερεοῖς σώμασιν ἀὴρ ψοφεῖ, διὰ τὸ ἔχειν αὐτὸς τὴν διηχῆ δύναμιν, καὶ διὰ τοῦτο δεῖ πάντως ἀέρος, ἵνα γένηται ψόφος, τί δήποτε καὶ ἐν ὕδατι πληττομένων τῶν στερεῶν σωμάτων τὸ ἐναπολαμβανόμενον ὕδωρ οὐ ψοφεῖ, ἔχον γε καὶ αὐτὸ τὴν διηχῆ δύναμιν; φαμὲν οὖν πρὸς τοῦτο πρῶτον μὲν ὅτι, ὡς ἤδη εἴπομεν, δεῖ ἀθρόαν γενέσθαι τὴν συνδρομὴν τῶν πληττομένων, ἵνα ἀθρόως ἐκθλίβηται καὶ μὴ κατὰ μικρὸν ὁ ἐναπολαμβανόμενος ἀήρ· τοῦτο δὲ γενέσθαι ἐν τῷ ὕδατι οὐ δυνατὸν διὰ τὴν παχυμέρειαν αὐτοῦ· φθάνει οὖν συνιόντων τῶν πληττομένων πρὸ τῆς πλήξεως κατὰ μικρὸν ἐκθλιβῆναι τὸ ὕδωρ.1 ἔπειτα ὁ μὲν ἀὴρ εὐκίνητος ὢν φύσει διὰ τὸ ἀνώφορον, ἀρχῆς ἐὰν τύχῃ ὑπὸ τοῦ ὠθοῦντος, φέρεται τῇ ῥύμῃ τοῦ ἐφεξῆς αὐτῷ διισταμένου· ἐπὶ μέντοι τοῦ ὕδατος οὐκέτι τοῦτο συμβαίνει· βαρὺ γὰρ ὂν φύσει τὸ ὕδωρ πολλῆς δεῖται βίας, ἵνα ὠθηθῇ· τοῦτο δέ, ὡς εἶπον, ἐν τῷ ὕδατι γενέσθαι οὐ δύναται. καὶ ἄλλως μήτε εὐκινήτου ὄντος τοῦ ὕδατος τοῦ ὠθουμένου μήτε τοῦ ἐφεξῆς εὐχερῶς αὐτῷ διισταμένου καὶ διδόντος πάροδον συμβαίνει μὴ γίνεσθαι τοῦ ὕδατος ὤθησιν ἢ μὴ ἱκανήν. διόπερ οὐδὲ ψόφον συμβαίνει γενέσθαι· καὶ γὰρ ἐπὶ τοῦ ἀέρος οὐχ ἡ τυχοῦσα κίνησις τοῦ ἀέρος ἐποίει τὸν ψόφον. καὶ ἄλλως δεῖ νομίζειν, εἰ καὶ ἔστιν ἡ διηχὴς δύναμις καὶ ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ μᾶλλον ὁ ἀὴρ διηχής. ἐπεὶ οὖν καὶ μᾶλλον διηχὴς καὶ μᾶλλον εὐκίνητος, εἰκότως ἐν τούτῳ μὲν γίνεται ὁ ψόφος, ἐν δὲ τῷ ὕδατι οὐκέτι. ἀλλ’ εἰ καὶ μὴ ψοφεῖ τὸ ὕδωρ, ψοφοῦντος μέντοι τοῦ ἀέρος διαπορθμεύειν τοὺς ψόφους τὸ ὕδωρ δύναται διὰ τὸ ὅλως ἔχειν τὴν διηχῆ δύναμιν· οὐ δεῖ γὰρ ἐνταῦθα κινηθῆναι τὸ ὕδωρ, ἀλλὰ μόνον τελειωθῆναι αὐτοῦ τὴν δύναμιν. διόπερ, ὡς εἶπον, καὶ τῶν ἐν τῷ ἀέρι γινομένων ψόφων ἐπαισθάνονται οἱ ὑποβρύχιοι καὶ οἱ ἰχθύες, εἰ καὶ μὴ ὁμοίως. ὥσπερ γὰρ οὐδὲ διαφανὲς ὁμοίως ἐστὶ τῷ ἀέρι τὸ ὕδωρ, οὕτως οὐδὲ διηχὲς οὐδὲ δίοσμον. ὥστε ποιητικὸν μὲν αἴτιον τῶν ψόφων τὰ στερεὰ καὶ λεῖα σώματα καὶ τούτων τὰ κοῖλα, ὑλικὸν δὲ ὁ ἀήρ· ἐν αὐτῷ γὰρ τὴν ὑπόστασιν ἴσχει, καὶ οἷον εἶδος αὐτοῦ γίνεται ὁ ψόφος. οὐ μόνον δὲ ἐπὶ τῶν ποιητικῶν μεγέθους τε δεῖ καὶ στερεότητος καὶ λειότητος, ἀλλὰ καὶ ποιᾶς οὐσίας· ἄλλως γὰρ χαλκὸς ἠχεῖ καὶ ἄλλως σίδηρος καὶ ὁ μόλιβδος καὶ ἄργυρος καὶ ξύλον. διὸ καὶ τὰ ὀξύβαφα εἰώθασιν ἐκ διαφόρου κατασκευάζειν ὕλης, ἵνα τῇ διαφορᾷ τῶν ἀπηχήσεων τὴν ἁρμονίαν ἀποτελέσωσιν· ἡ γὰρ ἁρμονία πολυμιγέων ἐστὶ καὶ διχᾶ φρονεόντων ἕνωσις.2

“而现实的声音总是由某物、针对某物且在某物中产生的。” 在陈述了潜能的声音存在于何物中(即存在于能够现实地发声的事物中)之后,他借由这些话补充了现实的声音是如何产生的。因为他说,既然产生声音的是撞击,而撞击是由某物、针对某物且在某物中的——“由某物”指击打者,“针对某物”指被击打者,“在某物中”指中间介质(因为撞击是因位置运动而产生的,而这种运动是由某物在某物中的,“由某物”指被移动者,“在某物中”则不是在任何随意的介质中;因为运动既不可能通过虚空产生,也不可能通过固体产生,而是在空气或水中产生的)——因此完全必然的是,声音也是由某物、针对某物且在某物中的:“由某物”指击打者,“针对某物”指被击打者,“在某物中”则指空气。因为在水中是不可能产生声音的;因为如果你潜入水底拍击双手,你不会发出声音,这是因为正如我已经说过的,是被撞击物之间的空气在受剧烈挤压时产生了声音。因为水固然具有传声的能力,我指的是传递声音的能力,然而没有空气它就不能产生声音。这也是值得怀疑的:因为如果被撞击的固体之间截留的空气发声,是因为它自身具有传声的能力,并因此为了产生声音无论如何需要空气,那么究竟为什么在水中击打固体时,截留的水即使自身也具有传声的能力,却根本不发声呢?因此我们对此首先回答说,正如我们已经说过的,被撞击物必须整体一并汇聚,以便被截留的空气能整体地而非一点一点地被挤压出去;但这在水中由于其成分的粗大是不可能发生的;于是在被撞击物汇聚的过程中,水在撞击之前就已先行一点一点地被挤压出去了。其次,空气由于其向上性而在本性上容易运动,若受到推挤者的始动,便借由后续部分向两边分开的势头而向前运动;但在水上却不再发生这种情况;因为水在本性上是沉重的,需要巨大的强力才能被推挤;而正如我说过的,这在水中是不可能发生的。此外,被推挤的水既不易运动,紧随其后的部分也不易向两边分开让出通路,结果就导致水没有发生推挤,或者推挤不充分。正因如此,也不会产生声音;因为在空气中,也并非空气的任何偶然运动都能产生声音。此外必须认识到,即使传声的能力既存在于水中也存在于空气中,但也并非同样地存在,而是空气更具有传声性。因此,既然空气更具传声性且更易运动,理所当然地声音在其中产生,而在水中则不再产生。但即使水自身不发声,当空气发声时水却能够传递声音,这是因为它总体上具有传声的能力;因为在这里不需要水被运动,而只需要它的潜能被完满实现。正因如此,正如我说过的,潜入水下的人和鱼类也能感知到在空气中产生的声音,即使感知的方式不尽相同。因为正如水不像空气那样同样是透明的,它也同样不是那么传声和传嗅的。因此,声音的动力因是坚硬而光滑的物体,尤其是其中凹陷的物体,而质料因则是空气;因为声音在空气中获得自存,并成为空气的某种形式。而且在动力因上,不仅需要体积、坚硬和光滑,还需要某种性质的实体;因为青铜以一种方式鸣响,铁、铅、银和木材则以其他方式鸣响。因此人们习惯于用不同的材质制造小醋碟,以便通过回声的差异来实现和谐;因为和谐是多相混合之物与分歧思虑之物的结合统一。

语法注2 条
  1. 2.146φθάνει οὖν συνιόντων τῶν πληττομένων πρὸ τῆς πλήξεως κατὰ μικρὸν ἐκθλιβῆναι τὸ ὕδωρ

    动词 φθάνει 支配不定式 ἐκθλιβῆναι,表示“抢先……”或“先行……”。συνιόντων τῶν πληττομένων 为独立属格,表示伴随的时间,表明在撞击发生之前(πρὸ τῆς πλήξεως),水就已经先行一点一点地被挤压出去了。

  2. 2.146ἡ γὰρ ἁρμονία πολυμιγέων ἐστὶ καὶ διχᾶ φρονεόντων ἕνωσις

    此处引自毕达哥拉斯派费洛拉乌斯的残篇,保留了方言属格形式(πολυμιγέων 与分词 διχᾶ φρονεόντων)。它们作名词 ἕνωσις 的宾格性属格,意为“多种混杂之物与分歧思虑之物的统一”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:357.1-358.15