← 约翰·菲洛波诺斯

亚里士多德《论灵魂》注释

§355.25-356.38

声音持续的条件与现实声音的界定

斐洛波诺斯通过水杯与铁棒的实验,详细阐述了声音持久存在需要材料适应性(含有空气与水)、震动与凹形结构,随后解释了亚里士多德为何将声音界定为发声体与听觉之间的现实声音。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.144#2

πῶς οὖν οὐ γίνεται ψόφος ὁμοίως τοῦ ὅταν χαλκῷ προσκρούῃ τις1 ἢ ἄλλῃ τοιαύτῃ τινὶ ὕλῃ; ὁμολογουμένως οὖν δεῖ καὶ ὕλης ἐπιτηδειότητος τῶν πληττομένων σωμάτων. ἴσως οὖν διὰ τὸ ἐν τῇ οὐσίᾳ τοῦ χαλκοῦ ἢ τοῦ ἀργύρου ἢ τῶν τοιούτων μετάλλων πολὺν ἐγκατεσπάρθαι ἀέρα, ὅσπερ ἐστὶ τῶν ψόφων αἴτιος, διὰ τοῦτο ἠχητικά ἐστι τὰ τοιαῦτα τῶν μετάλλων. ἔστι μὲν γὰρ καὶ ἐν τῇ οὐσίᾳ τοῦ ξύλου ἀήρ, ἀλλὰ γῇ σύμμικτος, διὸ καὶ ἄψοφος ἢ ἐπ’ ὀλίγον ψοφεῖ· ὁ δὲ ἐν τῇ τοῦ χαλκοῦ οὐσίᾳ ἢ τοῖς τοιούτοις ὕδατί ἐστι συμμιγής, ὅπερ καὶ αὐτὸ ἔχει τὴν διηχῆ δύναμιν. σημεῖον δὲ τῶν εἰρημένων καὶ τὸ ἐπὶ τῶν ποτηρίων συμβαῖνον· ἐὰν γὰρ ὑγρὸν τὸν δάκτυλον περὶ τὸ χεῖλος περιαγάγωμεν, γίνεται ἦχός τις τοῦ ἐκθλιβομένου ὑπὸ τοῦ δακτύλου ἀέρος προσπίπτοντος εἰς τὸ κοίλωμα τοῦ ποτηρίου καὶ τῇ πληγῇ ἀποτελοῦντος τὸν ἦχον. καὶ ὅτι τοῦτό ἐστιν, αἰσθητῶς φανερὸν γίνεται ἐντεῦθεν· εἰ γὰρ ἐμβάλῃς ὕδωρ ἐν τῷ ποτηρίῳ, ὄψει ἐν τῇ περιαγωγῇ τοῦ δακτύλου φρίκα κάτω ἐν τῷ ὕδατι ἐγγινομένην, τοῦ εἰσπίπτοντος δηλονότι ἀέρος τῇ θλίψει τοῦ δακτύλου τὴν κίνησιν τοῦ ὕδατος ποιοῦντος. ἐὰν δὲ ὀλίγου πλῆρες ᾖ τὸ ποτήριον ὕδατος, καὶ ῥανίδες πλεῖσται ἀναρριπτοῦνται καὶ συνεχεῖς. καὶ ἐὰν μὲν ἐκ τοῦ πυθμένος κατέχῃ τις τὸ ποτήριον, συμβαίνει τὰ εἰρημένα· ἐὰν μέντοι μὴ ἐκ τοῦ πυθμένος, ἀλλ’ αὐτὸ κατέχῃ τις τὸ ποτήριον, οὐδ’ ὅλως ἦχος γίνεται περιαγομένου τοῦ δακτύλου. τοῦτο δὲ διότι δεῖ κραδαίνεσθαι ἠρέμα τὸ πληττόμενον, ἵνα μὴ ἐξωθῆται ὁ ἀήρ, ἀλλὰ ἀνακλώμενος εἰς τὸ ἔνδον συνεχῶς καὶ πλήττων τοῦ ποτηρίου τοὺς τοίχους καὶ ἀντωθούμενος εἰς ἕτερον μόριον διὰ τὸ περιφερὲς καὶ κοῖλον ἐπὶ πολὺ μένει καὶ μὴ σκεδάννυται, καὶ οὕτω μένων μακρὸν ἀποτελεῖ ψόφον. οὕτως καὶ σιδήριον ἢ ἄλλο τι τοιοῦτον ἐὰν λεπτῷ ἰναρίῳ ἀπαρτήσωμεν καὶ πλήξωμεν ἠρέμα χαλκῷ ἤ τινι τοιούτῳ, μένει ἐπὶ πολὺ ὁ ἦχος, διὰ τὸ ὡς εἶπον τῷ κραδαίνεσθαι τὸν σίδηρον ἀντώθησιν γίνεσθαι αὐτοῦ τε καὶ τοῦ ἀέρος ἐπὶ πολύ. ὅθεν ἐὰν μεταξὺ ἠχοῦντος2 κατάσχωμεν τὸν σίδηρον, παύεται καὶ ὁ ἦχος τοῦ ἀέρος λοιπὸν σκεδασθέντος καὶ μηκέτι ἀντανακλωμένου ἐπὶ τὸ ἠχητικόν, ὅπερ καὶ ἐπὶ τῶν ἠχείων καὶ κωδώνων γίνεται. διόπερ καὶ ἐὰν μὴ ἀρτήσωμεν ἰναρίῳ τὸν σίδηρον, ὥστε κραδαίνεσθαι, ὁμοίως δὲ καὶ τὸ κωδώνιον, ἀλλὰ καὶ τῇ χειρὶ κατέχοντες πλήξωμεν, ἅπαξ ψοφήσας εὐθὺς ἀπεπαύσατο διὰ τὸ μὴ γίνεσθαι τοῦ ἀέρος ἀντανάκλασιν. ἀλλὰ καὶ ἐὰν ἰναρίῳ μὲν λεπτῷ τὸν σίδηρον ἀρτήσωμεν, μὴ ἠρέμα δὲ ἀλλὰ μεγίστην δῶμεν πληγήν, οὐ διαμένει ὁ ἦχος διὰ τὸ μὴ γίνεσθαι πλεονάκις τὴν ἀντώθησιν τοῦ σιδήρου καὶ τοῦ ἀέρος, ἀλλ’ ἅπαξ ὠσθέντα τὸν ἀέρα ὑπὸ τῆς βιαίας πληγῆς μὴ παλινδρομῆσαι. καὶ ἴσως ἔνθεν καὶ κωδώνιον ὠνόμασται παρὰ τὸ ἐν τῷ κινεῖν ᾄδειν· ἐπειδὰν οὖν τις κατασχὼν στήσῃ, παύσεται τὸ ψοφοῦν διὰ τὴν εἰρημένην αἰτίαν· στάντος γὰρ καὶ ὁ ἐντὸς ἢ ἐκτὸς κραδαινόμενος ἀὴρ ἵσταται.

那么,为什么声音不能像人们撞击青铜或其他此类材质时那样产生呢?因此,理所当然地也需要被撞击物体的材质适应性。因此,或许正是由于在青铜、白银或此类金属的实体中散布着大量的空气(这正是声音的原因),这类金属才善于鸣响。因为木材的实体中固然也有空气,但它是与泥土混合的,所以它不发声或者只发出微弱的声音;而在青铜或此类事物的实体中的空气则是与水混合的,水本身也具有传声的能力。所说之事的证据也可见于在酒杯上发生的情况:因为如果我们用湿润的手指沿杯沿环绕滑动,就会产生某种声响,这是由于被手指挤压出的空气落入杯的凹面,并通过撞击产生声响。而这一点确实如此,从下述事实在感觉上显而易见:因为如果你把水倒入杯中,在手指环绕滑动时,你就会看到下方的水中产生波纹,这显然是因为因手指挤压而涌入的空气造成了水的运动。如果杯中几乎盛满了水,甚至会有极多的水滴持续飞溅。如果有人从底部托住酒杯,上述现象就会发生;但如果不是从底部,而是握住酒杯本身,手指环绕滑动时就完全不会产生声响。这是因为被撞击的物体需要轻微地震动,以便空气不被排挤出去,而是不断向内部反射,撞击酒杯的器壁,并由于圆形和凹陷的形状被反推向另一部分,从而长时间留存而不消散,以这种留存的方式产生延长的声音。同样,如果我们用细线悬挂一根铁棒或某种此类物体,并用青铜或某种类似物品轻微敲击,声响也会留存很久,正如我所说,这是因为由于铁的震动,在它自身与空气之间长时间发生相互推挤。因此,如果我们在铁棒鸣响之际握住它,声响也就止息了,因为空气随即消散,不再反冲回发声体上,这在共鸣器和钟上也是同样发生的。正因如此,如果我们不用细线悬挂铁棒以使其震动(小铃也是如此),而是用手握住并击打它,它发声一次后便立刻止息,这是因为空气没有发生反冲。而且,即使我们用细线悬挂铁棒,但不是轻微敲击而是给予极大的撞击,声响也不会持久,这是因为铁与空气之间的相互推挤未能多次发生,而空气受剧烈撞击被推挤一次后便不再折返。或许小铃也是因此得名的,源于“在运动中歌唱”;因此,每当有人握住并使其停止时,发声体就会因前述原因而止息;因为当它静止时,在内部或外部震动的空气也随之静止了。

§2.145

"Τοῦτο δέ ἐστιν αὐτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ." Ὁ ψόφος εἰ ὡς ἀκουστὸν λαμβάνηται, οὐ δύναται γίνεσθαι ἐνεργείᾳ αὐτὸ τοῦτο3 ἀκοῆς μὴ οὔσης τῆς αἰσθανομένης, ὥσπερ οὐδὲ τὸ χρῶμα ὁρατόν ἐστι μὴ ὄντος τοῦ ὁρῶντος. εἰπὼν 〈οὖν〉 ὅτι ἔστι τὸ ἔχον τὸν δυνάμει ψόφον (λέγει τὸν αἰσθητὸν ἀκοῇ), ἐπήγαγε τοῦτο δέ ἐστι καὶ τὰ ἑξῆς. δύναται γὰρ ψόφος εἶναι καὶ ἐν τῷ μεταξὺ τοῦ ψοφοῦντος καὶ ἄλλου τινός, οὐχὶ τῆς ἀκοῆς, ἀλλ’ οὗτος δυνάμει ἀκουστὸς καὶ οὐκ ἐνεργείᾳ. ἵνα οὖν τὸν κατ’ ἐνέργειαν ἀκουστὸν σημάνῃ, προσέθηκε τὸ μεταξὺ αὐτοῦ, τουτέστι τοῦ ψοφοῦντος, καὶ τῆς ἀκοῆς.

“而这就是在它自身与听觉之间产生现实的声音。” 如果声音作为可听之物来理解,那么在没有感知它的听觉存在时,这本身不可能在现实中产生,正如在没有观看者存在时颜色也不是可见的一样。因此,他在陈述了存在具有潜能声音的事物(他指能够被听觉感知的事物)之后,接着补充了“而这就是”等等。因为在发声之物与某种其他事物之间(而非与听觉之间)也可能存在声音,但这是潜能上可听的,而非现实中的。因此,为了指明现实中可听的声音,他补充了“在它自身”(即发声之物)“与听觉之间”。

语法注3 条
  1. 2.144ὁμοίως τοῦ ὅταν χαλκῷ προσκρούῃ τις

    副词 ὁμοίως 后接属格 τοῦ 的比较结构。此处补足了一个统括性的中性单数属格(如 τοῦ συμβαίνοντος ὅταν...,“如同……时所发生的情况一样”),ὅταν 引导的从句则具体说明该情境。

  2. 2.144μεταξὺ ἠχοῦντος

    时间副词 μεταξύ 与属格分词结合,表示“正当……之时”(介词性用法)。分词在语义上的主语 τοῦ σιδήρου 依据上下文省略。

  3. 2.145αὐτὸ τοῦτο

    中性主格代词短语 αὐτὸ τοῦτο 用作 οὐ δύναται γίνεσθαι ἐνεργείᾳ 的主语(或强调性的同格成分,“正是这一事物本身”),承接句首主题化的 ὁ ψόφος,指代“现实声音本身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg008.humanitext-grc1:355.25-356.38